- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:111.32-113.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节讨论了注解家们关于不定否定等同于全称否定还是特称否定的争论,陈述了主张不定否定等同于全称否定的论据(日常用法、亚里士多德的用例、对暗补主项的反驳),并驳斥了基于恶劣事物的反论。
περὶ δὲ τῶν ἀποφάσεων ἀμφισβητοῦσιν οἱ ἐξηγηταὶ πρὸς ἀλλήλους, καὶ οἱ μὲν ἑπόμενοι τῷ Ἀριστοτέλει τὴν μερικὴν χείρονα εἶναί φασι τῆς καθόλου (σεμνότερον γὰρ ἐν τῇ κατὰ τὸ ποσὸν τῶν προτάσεων ἀντιθέσει τὸ καθόλου τοῦ κατὰ μέρος, ὥσπερ ἐν τῇ κατὰ τὸ ποιὸν τὸ καταφατικὸν τοῦ ἀποφατικοῦ), οἱ δὲ τὴν καθόλου χείρονα εἶναι τῆς μερικῆς ἀποφαίνονται, διότι οὐ μόνον τὸ ποσὸν ἐν ταῖς προτάσεσι ταύταις λαμβάνομεν, ἀλλὰ μετὰ τῆς πρὸς τὴν ἀποφατικὴν ποιότητα συμπλοκῆς· ἔργον δὲ ταύτης τὴν τῶν πραγμάτων ὕπαρξιν ἀναιρεῖν. τῆς οὖν μερικῆς ἀποφάσεως τὴν καθόλου μόνον κατάφασιν ἀναιρεῖν ἐπιχειρούσης καὶ δυναμένης ποτὲ συμφθέγγεσθαι τῇ μερικῇ καταφάσει, καθάπερ ἐπὶ τῶν ἐνδεχομένων (τὸ γὰρ ‘οὐ πᾶς ἄνθρωπος λευκός’ συναληθεύει τῷ ‘τὶς ἄνθρωπος λευκός ἐστιν’), εἰ κατὰ μὲν τὴν καθόλου ἀπόφασιν οὐδεμίαν ἔμφασιν ὑπάρξεως καταλείπεσθαι δυνατόν, κατὰ δὲ τὴν μερικὴν οὐκ ἀνεννόητοι μένομεν ἐπὶ μέρους ὑπάρξεώς τινος, δῆλόν φασιν ὡς ἀνάγκη χείρονα εἶναι τὴν καθόλου ἀπόφασιν τῆς μερικῆς ἀποφάσεως.1 ὅτι δὲ ταῦτα οὕτως ἔχει καὶ τῇ καθόλου ἀποφάσει τὴν αὐτὴν ἔχει δύναμιν ἡ ἀπροσδιόριστος ἀπόφασις, εἴπερ ὡς τελεία λαμβάνοιτο πρότασις, δηλοῖ, φασίν, οὐ μόνον ἡ ἄλλη πᾶσα τῶν Ἑλλήνων χρῆσις ἀλλὰ καὶ αὐτὸς ὁ Ἀριστοτέλης2 πολλαχοῦ τῶν ἑαυτοῦ συγγραμμάτων ἀντὶ τῆς καθόλου ἀποφάσεως τῇ ἀπροσδιορίστῳ χρώμενος, ὥσπερ ὅταν ἀποφήνασθαι βουλόμενος ὡς οὐκ ἐνδέχεται κίνησιν αὐτὴν καθ’ αὑτὴν εἶναι δίχα τῶν κινουμένων πραγμάτων λέγῃ “οὐκ ἔστι δὲ κίνησις παρὰ τὰ πράγματα”, δίχα μὲν προσδιορισμοῦ τὴν ἀπόφασιν ποιούμενος ταὐτὸν δὲ λέγων τῷ ‘οὐδεμία κίνησίς ἐστι παρὰ τὰ πράγματα’, ἀλλ’ οὐχὶ τῷ ‘οὐ πᾶσα’. καὶ ἀντὶ τοῦ εἰπεῖν ‘οὐδεμία αἴσθησίς ἐστι παρὰ τὰς πέντε αἰσθήσεις’ λέγει ὅτι “οὐκ ἔστιν αἴσθησις ἑτέρα παρὰ τὰς πέντε”· οὐκοῦν καὶ ὅταν λέγωμεν ‘οὐκ ἔστιν ἄνθρωπος δίκαιος’, ταὐτὸν λέγομεν τῷ ‘οὐδεὶς ἄνθρωπος δίκαιος’. εἰ δέ τις ἀξιοίη τὸν Ἄνυτον προσυπακούειν, ‘οὐκ ἔστιν ἄνθρωπος δίκαιος (ὁ Ἄνυτος)’ ἢ ‘οὐκ ἔστιν ἄνθρωπος λευκὸς (ὁ Αἰθίοψ)’, καὶ ταύτῃ νομίζοι τὸ αὐτὸ φθέγγεσθαι τὴν ἀπροσδιόριστον ἀπόφασιν τὴν ‘οὐκ ἔστιν ἄνθρωπος δίκαιος’ τῇ ‘οὐ πᾶς ἄνθρωπος δίκαιος’ καὶ τὴν ‘οὐκ ἔστιν ἄνθρωπος λευκός’ τῇ ‘οὐ πᾶς ἄνθρωπος λευκός’, πρῶτον μὲν οὐκέτι συγχωρεῖ, φασί, τελείαν εἶναι τὴν πρότασιν, ἔπειτα οὐδὲ φυλάξει τὰ εἰρημένα παρὰ τοῦ Ἀριστοτέλους περὶ τῆς ἀντιθέσεως τῶν ἀποφάσεων πρὸς τὰς καταφάσεις· ἐλέγετο γὰρ ὡς ἀντίκεινται πρὸς ἀλλήλας αἱ τὸν αὐτὸν ὑποκείμενον καὶ τὸν αὐτὸν κατηγορούμενον παραλαμβάνουσαι, δι’ ὧν ἔφασκε “λέγω δὲ ἀντικεῖσθαι τὴν τοῦ αὐτοῦ κατὰ τοῦ αὐτοῦ, μὴ ὁμωνύμως δέ, καὶ ὅσα ἄλλα τῶν τοιούτων προσδιοριζόμεθα πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεις”. εἰ δὲ τῆς καταφάσεως εἰπούσης ‘ἄνθρωπος δίκαιός ἐστι’ καὶ ἀληθευούσης διὰ τὸν Σωκράτην τὴν ἀπόφασιν αὐτῆς τὴν ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν’ ἀληθεύειν λέγοιμεν διὰ τὸν Ἄνυτον, ἕτερον ποιήσομεν τὸν ὑποκείμενον ἐν τῇ ἀποφάσει παρὰ τὸν εἰλημμένον ἐν τῇ καταφάσει, καὶ οὐ ποιήσει τοῦτο ἀντίφασιν. ὥστε εἰ φυλάξομεν τὴν ἔννοιαν τῆς ἀντιφάσεως καὶ τὰς ἀπροσδιορίστους ὡς τελείας προτάσεις παραλάβοιμεν, ἀλλὰ μὴ ποιοῖμεν μεταπίπτειν εἰς τὸ τῶν καθ’ ἕκαστα εἶδος προσυπακούοντες αὐταῖς καθ’ ἕκαστά τινας ὑποκειμένους ὡς αὐταῖς καθ’ αὑτὰς ἀτελέσιν οὔσαις,3 ἀνάγκη, φασί, τὴν ἀπροσδιόριστον ἀπόφασιν τῇ καθόλου συμφθέγγεσθαι. τούτου οὖν οὕτως ἔχοντος καὶ τῆς ἀπροσδιορίστου καταφάσεως τῇ μερικῇ συντρεχούσης, ὡς ὅταν εἴπωμεν ‘ἄνθρωπος πεντάπηχύς ἐστιν’ (οἰόμεθα γὰρ ἀληθεύειν τοῦτο λέγοντες, κἂν εἷς μόνος τύχῃ τηλικοῦτον ἔχων μέγεθος), ἀξιοῦσι τὰς ἀπροσδιορίστους προτάσεις ἀντιφατικῶς ἀντικεῖσθαι πρὸς ἀλλήλας, ὥσπερ ἔχουσιν ἥ τε μερικὴ κατάφασις καὶ ἡ καθόλου ἀπόφασις. Εἰ δὲ λέγοι τις ἐπὶ τῶν κακῶν αἱρετωτέραν εἶναι τὴν καθόλου ἀπόφασιν τῆς μερικῆς ἀποφάσεως, πρῶτον μὲν ἀγνοεῖ ὅτι ἐν τῇ λογικῇ πραγματείᾳ οὐ τὰς τῶν πραγμάτων ἐπισκεπτόμεθα φύσεις ἀλλὰ τῶν φωνῶν αὐτῶν καθ’ αὑτὰς τὴν δύναμιν, ἔπειτα οὐδὲ οὕτως δεῖξαι δυνήσεται συμφθεγγομένας ἀλλήλαις τὰς ἀπροσδιορίστους προτάσεις· δῆλον γὰρ ὅτι κατὰ τὴν αὐτὴν διάνοιαν αἱρετωτέραν ἐπὶ τῶν κακῶν φήσει εἶναι τὴν μερικὴν κατάφασιν τῆς καθόλου καταφάσεως· ὥσπερ γὰρ βέλτιον τὸ παντελῶς μὴ εἶναι τὰ κακὰ τοῦ ἐπὶ μέρους μὴ εἶναι, οὕτως καὶ τὸ ἐπὶ μέρους εἶναι τοῦ παντελῶς εἶναι. συμβήσεται οὖν ἐπὶ τούτων τὴν ἀπροσδιόριστον κατάφασιν τῇ καθόλου καταφάσει ὡς χείρονι τῆς μερικῆς συναληθεύειν.
然而关于否定命题,注解家们彼此争论不休。追随亚里士多德的人主张特称[否定]劣于全称[否定](因为在命题按量的对立中,全称比按部分的更为崇高,正如同在按质的对立中肯定比否定更为崇高一样);而其他人则断言全称否定劣于特称否定,因为在这些命题中我们所领会的不仅是量,而是结合了其与否定之质的交织,而这种质的作用乃是取消事物的存在。因此,由于特称否定仅企图取消全称肯定,且有时能够与特称肯定相协调,正如在可能事物上的情形那样(因为‘并非每个人是白的’与‘某个人是白的’是一同为真的),如果在全称否定之下不可能留下存在的任何痕迹,而在特称否定之下我们不至于完全不对某种部分的存在有所意念,那么他们说,显然全称否定必然劣于特称否定。他们说,这些情况确实如此,并且不定否定若是作为完整的命题来领会,就具有与全称否定相同的效力,这不仅由希腊语的一切其他用法所显明,而且由亚里士多德本人在自己著作的多处地方用不定否定代替全称否定所显明。例如,当他想要断言运动本身不可能脱离运动着的事物而存在时,他说“运动不在事物之外”,他作出了不带限定辞的否定,却表达着与‘没有任何运动在事物之外’相同的意思,而非‘并非每种运动[在事物之外]’;又如他不说‘没有任何感觉在五种感觉之外’,而说“在五种感觉之外没有另一种感觉”;因此,当我们说‘人不是公正的’时,我们也表达着与‘没有任何人是公正的’相同的意思。但如果有人主张暗中补入阿纽托斯,即‘人不是公正的(阿纽托斯)’或‘人不是白的(埃塞俄比亚人)’,并以此认为‘人不是公正的’这一不定否定与‘并非每个人是公正的’表达相同的内容,且‘人不是白的’与‘并非每个人是白的’表达相同的内容,那么他们说,首先,他不再承认该命题是完整的;其次,他也不能保持亚里士多德关于否定对肯定的对立所说的话。因为曾说明过,彼此对立的乃是接受相同主项和相同谓项的命题,借此他曾说:“我所谓对立,乃是就同一主项而言同一谓项的对立,但非同名异义地,以及为了防范诡辩的骚扰而作出的其他此类限定”。如果肯定命题说了‘人是公正的’并且因苏格拉底而为真,我们却说其否定命题‘人不是公正的’因阿纽托斯而为真,那么我们就会使否定命题中的主项与肯定命题中选取的主项不同,而这并不会构成矛盾。因此,如果我们保持矛盾的概念,并将不定命题作为完整命题来领会,而不是因为它们本身不完整就暗中为之补入某些个别主项以使之转入单称命题的种,那么他们说,不定否定必然与全称否定表达相同的内容。既然如此,且不定肯定与特称肯定相重合,如同当我们说‘人是五肘高的’一样(因为我们认为说出这话是真的,即使碰巧只有一个人具有如此的大小),他们便认为不定命题彼此矛盾地相对立,正如同特称肯定与全称否定的情形一样。 但如果有人说,在恶劣事物的情形中全称否定比特称否定更值得选取,那么首先他没有认识到,在逻辑学探讨中我们审察的不是事物的本性,而是词语本身按其自性的效力;其次,即便如此他也无法证明不定命题彼此相协调。因为显然按照同样的思路,他会说在恶劣事物的情形中特称肯定比全称肯定更值得选取;因为正如恶劣事物完全不存在优于部分地不存在一样,部分地存在也优于完全地存在。因此在这些情形中将会得出:不定肯定将与作为劣于特称者的全称肯定一同为真。
- 1.22εἰ κατὰ μὲν τὴν καθόλου ἀπόφασιν οὐδεμίαν ἔμφασιν ὑπάρξεως καταλείπεσθαι δυνατόν, κατὰ δὲ τὴν μερικὴν οὐκ ἀνεννόητοι μένομεν ἐπὶ μέρους ὑπάρξεώς τινος, δῆλόν φασιν ὡς ἀνάγκη χείρονα εἶναι τὴν καθόλου ἀπόφασιν τῆς μερικῆς ἀποφάσεως.
这一长句的骨干由紧随属格独立结构(τῆς οὖν μερικῆς ἀποφάσεως...)之后的条件从句“εἰ κατὰ μὲν... κατὰ δὲ...”以及主句“δῆλόν φασιν ὡς ἀνάγκη...”构成。οὐκ ἀνεννόητοι μένομεν 通过双重否定表示肯定(“并非没有意念”),其后支配宾格性属格 ἐπὶ μέρους ὑπάρξεώς τινος。
- 1.22ὅτι δὲ ταῦτα οὕτως ἔχει καὶ τῇ καθόλου ἀποφάσει τὴν αὐτὴν ἔχει δύναμιν ἡ ἀπροσδιόριστος ἀπόφασις, εἴπερ ὡς τελεία λαμβάνοιτο πρότασις, δηλοῖ, φασίν, οὐ μόνον ἡ ἄλλη πᾶσα τῶν Ἑλλήνων χρῆσις ἀλλὰ καὶ αὐτὸς ὁ Ἀριστοτέλης
开头的整个 ὅτι 从句(ὅτι δὲ ταῦτα... πρότασις)作为主动词 δηλοῖ 的宾语发生倒装前置。主语是后接的“οὐ μόνον ἡ ἄλλη πᾶσα... ἀλλὰ καὶ αὐτὸς ὁ Ἀριστοτέλης”,中间插入了插入语 φασίν。
- 1.22ἀλλὰ μὴ ποιοῖμεν μεταπίπτειν εἰς τὸ τῶν καθ’ ἕκαστα εἶδος προσυπακούοντες αὐταῖς καθ’ ἕκαστά τινας ὑποκειμένους ὡς αὐταῖς καθ’ αὑτὰς ἀτελέσιν οὔσαις
此处为 ποιέω + 不定词(μεταπίπτειν)的致使结构,意为“使[不定命题]转入……”。分词 προσυπακούοντες 与主语“我们”一致,表示方式或手段,其支配的宾语为 καθ’ ἕκαστά τινας ὑποκειμένους(“某些个别主项”)。ὡς 连同分词 οὔσαις 表示主观理由(“以为其自身不完整”)。
