← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§110.3-111.32

不定命题与特称命题等值性的论证

本节注解亚里士多德关于全称命题和单称命题的矛盾对立以及不定命题可同时为真的论述(17b26)。阿摩尼奥斯提到了后世受尊敬的哲学家们反对亚里士多德将不定命题等同于特称命题的观点,并借助质料与形相的比例类比,展开了证明不定肯定命题等同于特称肯定命题的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.22#1

" Ὅσαι μὲν οὖν ἀντιφάσεις τῶν καθόλου εἰσὶ καθόλου, ἀνάγκη τὴν ἑτέραν ἀληθῆ εἶναι ἢ ψευδῆ,1 καὶ ὅσαι ἐπὶ τῶν καθ’ ἕκαστα, οἷον ἔστι Σωκράτης λευκός — οὐκ ἔστι Σωκράτης λευκός· ὅσαι δὲ ἐπὶ τῶν καθόλου μὲν μὴ καθόλου δέ, οὐκ ἀεὶ ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής· ἅμα γὰρ ἀληθές ἐστιν εἰπεῖν ὅτι ἔστιν ἄνθρωπος λευκὸς καὶ ὅτι οὐκ ἔστιν ἄνθρωπος λευκὸς καὶ ὅτι ἔστιν ἄνθρωπος καλὸς καὶ οὐκ ἔστιν ἄνθρωπος καλός· εἰ γὰρ αἰσχρός, καὶ οὐ καλός, καὶ εἰ γίνεται τι, καὶ οὐκ ἔστι.2 δόξειε δ’ ἂν ἐξαίφνης ἄτοπον εἶναι διὰ τὸ φαίνεσθαι σημαίνειν τὸ οὐκ ἔστιν ἄνθρωπος λευκὸς ἅμα καὶ ὅτι οὐδείς ἐστιν ἄνθρωπος λευκός· τὸ δὲ οὔτε ταὐτὸν σημαίνει οὔθ’ ἅμα ἐξ ἀνάγκης." Τῶν ἐκ τῆς διαιρέσεως τοῦ ὑποκειμένου γινομένων ὀκτὼ προτάσεων τίνες μέν εἰσιν αἱ ἀντιφατικῶς ἀντικείμεναι πρὸς ἀλλήλας τίνες δὲ αἱ δοκοῦσαι μὲν ἀντιφάσκειν, οὐ μέντοι ἀντιφάσκουσαι, παραδίδωσιν ἡμῖν ὁ φιλόσοφος διὰ τούτων, τὰς μὲν διαγωνίους, ἃς καθόλου ὡς καθόλου προσαγορεύει διὰ τὸ ἔχειν τὴν ἑτέραν τῶν προτάσεων καθόλου ὡς καθόλου, μάχεσθαι πρὸς ἀλλήλας ἀντιφατικῶς ἀποφαινόμενος, τὴν πᾶς κατάφασιν τῇ οὐ πᾶς ἀποφάσει καὶ τὴν οὐδείς ἀπόφασιν τῇ τίς καταφάσει, καὶ ἔτι τὰς καθ’ ἕκαστα, τὴν ‘Σωκράτης λευκός ἐστι’ τῇ ‘Σωκράτης λευκὸς οὐκ ἔστι’· τὰς δέ γε ἀπροσδιορίστους, ἃς καὶ ἐν τούτοις καθόλου μὴ καθόλου προσηγόρευσεν, οὐ φάσκων ἀντιφάσκειν ἀλλήλαις· οὐδὲ γὰρ ἀεὶ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἀλλὰ ταῖς μερικαῖς τὴν αὐτὴν ἐχούσας δύναμιν συναληθεύειν ἐπὶ τῆς ἐνδεχομένης ὕλης, ἐφ’ ἧς καὶ ἐκεῖναι συναληθεύουσαι κατελαμβάνοντο· ἀληθεύειν γὰρ ἅμα τήν τε ‘ἔστιν ἄνθρωπος λευκός’ ἀπροσδιόριστον κατάφασιν ἐπί τινος φέρε τῶν Σκυθῶν λαμβανομένην καὶ τὴν ‘οὐκ ἔστιν ἄνθρωπος λευκός’ ἀπροσδιόριστον ἀπόφασιν ἐπί τινος τῶν Αἰθιόπων, καὶ τὴν ‘ἔστιν ἄνθρωπος καλός’ ἐπὶ τοῦ Ἀχιλλέως ἢ Νιρέως καὶ τὴν ‘οὐκ ἔστιν ἄνθρωπος καλός’ ἐπὶ τοῦ Θερσίτου. ταῦτα τοίνυν οὕτως τοῦ Ἀριστοτέλους ἀποφαινομένου καὶ ἀντιφθεγγομένων πρὸς αὐτὸν κλεινῶν τε καὶ ἐμοὶ σεβασμίων ἀνδρῶν, προσῆκον ἂν εἴη φιλτέραν ἅμα καὶ αἰδοιοτέραν ἁπάντων τὴν ἀλήθειαν ἡμᾶς ἡγησαμένους, ὅπερ καὶ αὐτοὶ ἐπιτηδεύειν ἡμῖν παρακελεύονται, μὴ ἀβασανίστως τὸ θεώρημα παρελθεῖν, ἀλλ’ ἐπισκέψασθαι3 τήν τε τοῦ Ἀριστοτέλους διάνοιαν, καθ’ ἣν ἀξιοῖ συναληθεύειν ἀλλήλαις τὰς ἀπροσδιορίστους προτάσεις, καὶ τὰ παρὰ τῶν ἀντιδιαταττομένων αὐτῷ περὶ τούτων λεγόμενα, καὶ ἔτι πρὸς τούτοις αὐτὴν τῶν πραγμάτων τὴν φύσιν καὶ τὴν τῶν προτάσεων τούτων αὐτῶν καθ’ αὑτὰς δύναμιν, ὅπως ἂν τῶν τε ἐναντίων λόγων διακηκοότες καὶ τὰ πράγματα, περὶ ὧν ὁ λόγος, καθ’ ἑαυτὰ θεωρήσαντες ἀκριβέστερον ἐπικρῖναι τὴν περὶ αὐτῶν ἀλήθειαν δυνηθῶμεν. Ὁ μὲν οὖν Ἀριστοτέλης, ὅπερ καὶ πρότερον ἐλέγομεν, ἀξιοῖ τὰς ἀπροσδιορίστους ταῖς μερικαῖς τὸ αὐτὸ φθέγγεσθαι, τὴν μὲν κατάφασιν τῇ καταφάσει τὴν δὲ ἀπόφασιν τῇ ἀποφάσει· ταὐτὸν γὰρ σημαίνειν τὸν λέγοντα ‘ἔστιν ἄνθρωπος λευκός’ τῷ λέγοντι ‘τὶς ἄνθρωπος λευκός ἐστι’ καὶ τὸν λέγοντα ‘οὐκ ἔστιν ἄνθρωπος λευκός’ τῷ λέγοντι ‘τὶς ἄνθρωπος λευκὸς οὐκ ἔστιν’ ἢ ‘οὐ πᾶς ἄνθρωπος λευκός ἐστι’· διὸ ἐφ’ ἧς ὕλης αἱ μερικαὶ συναληθεύουσι (συναληθεύουσι δὲ ἐπὶ τῆς ἐνδεχομένης), ἐπὶ ταύτης καὶ τὰς ἀπροσδιορίστους συντρέχειν ἀλλήλαις. εἰ δέ γε ὄντως ταύτην ἔχουσι τὴν δύναμιν αἱ προκείμεναι προτάσεις, ἐπισκεψώμεθα τὴν ἀρχὴν τῆς ἐπικρίσεως ἀπό τινος κοινῆς περὶ αὐτῶν ἐννοίας ποιούμενοι τῆσδε· τὰς ἀπροσδιορίστους ἅπαντες ὁμολογοῦμεν ὕλης ἔχειν λόγον πρὸς τὰς προσδιωρισμένας προτάσεις, ἐπείπερ προσλαμβάνουσαι τοὺς προσδιορισμοὺς εἴδεσιν ἀναλογοῦντας ἀποτελοῦσι τὰς προσδιωρισμένας οἷον συναμφότερόν τι. ἐπεὶ οὖν ἡ ὕλη ἅτε ἀνείδεος οὖσα πάντων μὲν ὑφεῖται τῶν εἰδοπεποιημένων, πλησιάζει δὲ μᾶλλον τοῖς χείροσιν αὐτῶν καὶ τοῖς μήπω διηρθρωμένον ἔχουσι τὸ εἶδος ἅτε ἀμυδροτέραν ἔχουσι δύναμιν καὶ οὐ πολὺ αὐτῆς κατ’ οὐσίαν ὑπερέχουσι, δῆλον ὅτι καὶ τὰς ἀπροσδιορίστους προτάσεις ταῖς χείροσι τῶν προσδιωρισμένων ἰσοδυναμεῖν ἀναγκαῖον. οὐκοῦν ἐπισκεψώμεθα τῶν προσδιωρισμένων προτάσεων τίνας εἶναι χείρονας ῥητέον, καὶ ταύταις ἐροῦμεν τὰς ἀπροσδιορίστους τὸ αὐτὸ φθέγγεσθαι. τῶν μὲν οὖν καταφάσεων τῶν προσδιωρισμένων ἀναμφισβητήτως ἡ μερικὴ τῆς καθόλου χείρων, διόπερ ἀνάγκη τὴν ἀπροσδιόριστον κατάφασιν ἰσοδυναμεῖν τῇ μερικῇ καταφάσει.

“因此,凡是普遍之物的矛盾对立是全称的,必然其中一个为真或为假,凡是在个别事物上的情况也是如此,例如‘苏格拉底是白的’对‘苏格拉底不是白的’;但凡是在普遍之物上却不是全称的,并不总是其中一个为真而另一个为假。因为同时说‘人是白的’和‘人不是白的’,以及‘人是美的’和‘人不是美的’,都是真的;因为如果他是丑的,他也就不是美的;如果某物正在生成,它也还不是。这猛然看来似乎是荒谬的,因为‘人不是白的’似乎同时意味着‘没有任何人是白的’;但这既不意味着同一件事,也并非必然同时[为真]。” 从主项的划分所产生的八个命题中,哲学家借由这些话向我们传授了哪些命题彼此矛盾地相对立,哪些命题看似矛盾、实则并不矛盾。一方面,他断言对角线上的命题——由于其中一个命题是普遍之物作为全称的,他称之为普遍之物作为全称——彼此矛盾地发生冲突,即‘每一个’肯定对‘并非每一个’否定,以及‘没有任何’否定对‘某一个’肯定;还有单称命题,即‘苏格拉底是白的’对‘苏格拉底不是白的’。另一方面,对于不定命题——在这些文句中他也称之为‘普遍之物但非全称’——,他说它们彼此并不矛盾;因为它们并不总是分割真与假,而是具有与特称命题相同的效力,在可能质料中一同为真,而在这种质料中那些特称命题也被领会为是一同为真的。因为比如就斯基泰人中的某人而言所取的‘人是白的’这一不定肯定,与就埃塞俄比亚人中的某人而言所取的‘人不是白的’这一不定否定,是同时为真的;就阿喀琉斯或尼柔斯而言所取的‘人是美的’与就忒耳西忒斯而言所取的‘人不是美的’也是如此。因此,既然亚里士多德作出了这样的断言,而著名且为我所敬仰的人们对他提出了相反的看法,那么我们认为真理比一切事物都更可亲、更应受崇敬——这正是他们自己也敦促我们去践行的——,不草率地略过这一定理,而是去审察亚里士多德认为不定命题彼此一同为真的思想,以及与他针锋相对者关于这些问题所陈述的论点,此外再去审察事物本身的性质以及这些命题本身的内在效力,以便在聆听了相反的论辩并考察了讨论所涉及的事物本身之后,我们能够更准确地对关于它们的真理作出判定,这才是适宜的。亚里士多德便正如我们先前所说的那样,认为不定命题与特称命题表达相同的内容,即肯定对肯定,否定对否定;因为说‘人是白的’的人与说‘某个人是白的’的人意味着同一件事,而说‘人不是白的’的人与说‘某个人不是白的’或‘并非每个人是白的’的人意味着同一件事。因此,在特称命题一同为真的质料中(而它们在可能质料中一同为真),在这一质料中不定命题也彼此重合。然而,眼前的命题是否确实具有这种效力,让我们从关于它们的一条共同观念出发来进行评判的审察:我们所有人都承认,不定命题相对于带限定辞的命题具有质料的比率,因为它们在接受了类似于形相的限定辞之后,就生成了如同复合体一般的限定命题。因此,由于质料作为无形相之物低于所有被赋予形相之物,但更接近于它们之中较劣者以及尚未具有清晰分节之形相者,因为后者具有较模糊的能力且在本质上并未大大超出质料,显然不定命题必然与限定命题中较劣者具有同等效力。于是让我们审察在限定命题中哪一些应当被称为较劣者,我们便可以说不定命题与这些命题表达相同的内容。在限定的肯定命题中,毫无疑问特称劣于全称,因此不定肯定必然与特称肯定具有同等效力。

语法注3 条
  1. 1.22ἀνάγκη τὴν ἑτέραν ἀληθῆ εἶναι ἢ ψευδῆ

    带宾格与不定式结构与选言连接词 ἤ 相结合的表达。此处并非指单纯的选言(“或真或假”),而是指矛盾对立中排中律与真假分割的必然性,即“其中一个为真而另一个为假”,这由后文与之形成对比的“οὐκ ἀεὶ ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής”明确证实。

  2. 1.22εἰ γὰρ αἰσχρός, καὶ οὐ καλός, καὶ εἰ γίνεται τι, καὶ οὐκ ἔστι

    高度紧缩的省略结构,省略了主语和系动词 ἐστί,应补全理解为:'εἰ γὰρ [ἄνθρωπός ἐστιν] αἰσχρός, [ἐστι] καὶ οὐ καλός, καὶ εἰ γίνεται τι, [ἐστι] καὶ οὐκ ἔστι [πω]'。这是亚里士多德为了说明不定命题可同时成立而采用的警句式紧缩表达。

  3. 1.22προσῆκον ἂν εἴη φιλτέραν ἅμα καὶ αἰδοιοτέραν ἁπάντων τὴν ἀλήθειαν ἡμᾶς ἡγησαμένους ... μὴ ἀβασανίστως τὸ θεώρημα παρελθεῖν, ἀλλ’ ἐπισκέψασθαι

    以非人称潜在祈愿语气结构 'προσῆκον ἂν εἴη' 为核心的复合长句,统摄主语性不定式短语 'μὴ παρελθεῖν, ἀλλ’ ἐπισκέψασθαι'。分词 'ἡγησαμένους' 采用宾格,与不定式的逻辑主语 'ἡμᾶς' 一致。该句包含了插入句和多个并列宾语('τήν τε διάνοιαν', 'καὶ τὰ λεγόμενα', 'καὶ ἔτι τὴν φύσιν...'),并最终由目的从句 'ὅπως ἂν ... δυνηθῶμεν' 顺畅收束。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:110.3-111.32