- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:109.1-110.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯基于《解释篇》17b16的引文,梳理了对角线上的矛盾对立、全称命题间的反对对立以及下反对命题的真假关系,并评述了波菲利关于“陈述性地”取代“矛盾地”之异读的观点,倾向于支持后者。
" Ἀντικεῖσθαι μὲν οὖν κατάφασιν ἀποφάσει λέγω ἀντιφατικῶς τὴν τὸ καθόλου σημαίνουσαν τῷ αὐτῷ ὅτι οὐ καθόλου,1 οἷον πᾶς ἄνθρωπος λευκός — οὐ πᾶς ἄνθρωπος λευκός, οὐδεὶς ἄνθρωπος λευκός — ἔστι τις ἄνθρωπος λευκός· ἐναντίως δὲ τὴν τοῦ καθόλου κατάφασιν καὶ τὴν τοῦ καθόλου ἀπόφασιν, οἷον πᾶς ἄνθρωπος δίκαιος — οὐδεὶς ἄνθρωπος δίκαιος. διὸ ταύτας μὲν οὐχ οἷόν τε ἅμα ἀληθεῖς εἶναι, τὰς δὲ ἀντικειμένας αὐταῖς ἐνδέχεταί ποτε ἐπὶ τοῦ αὐτοῦ ἀληθεύειν, οἷον οὐ πᾶς ἄνθρωπος λευκός καὶ ἔστι τις ἄνθρωπος λευκός." Τὰς ἀντιθέσεις ἁπάσας τῶν προσδιωρισμένων προτάσεων ἐν τούτοις παραδίδωσιν ἡμῖν ὁ Ἀριστοτέλης, τάς τε τῶν διαγώνιον θέσιν ἐχουσῶν ἐν τῷ ἐκτεθέντι πρότερον διαγράμματι καὶ τὴν τῶν καθόλου ὡς καθόλου καὶ ἔτι τὴν τῶν καθόλου ὡς μερικῶν λεγομένων. καὶ τὰς μὲν διαγωνίους φησὶν ἀντιφατικῶς ἀντικεῖσθαι πρὸς ἀλλήλας, τοῦτ’ ἔστιν ἀεὶ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, τήν τε καθόλου κατάφασιν μετὰ τῆς μερικῆς ἀποφάσεως καὶ τὴν καθόλου ἀπόφασιν μετὰ τῆς μερικῆς καταφάσεως, αὐτὰς δὲ τὰς καθόλου ὡς καθόλου προτάσεις μηκέτι ἀντιφατικῶς ἀλλ’ ἐναντίως ἀντικεῖσθαι πρὸς ἀλλήλας διὰ τὸ συμψεύδεσθαι ἀλλήλαις ἐπὶ τῆς ἐνδεχομένης ὕλης, ἐφ’ ἧς τὰς μερικὰς καὶ ὑπεναντίας λεγομένας συναληθεύειν ἀλλήλαις ἀνάγκη διὰ τὸ ἑκατέραν αὐτῶν ἀληθῆ εἶναι, ὅταν ἡ ἀντιφατικῶς αὐτῇ μαχομένη καθόλου πρότασις ψεύδηται, ὥστε κατὰ μηδένα τρόπον μάχεσθαι ταύτας ἀλλήλαις. δῆλα δὲ ταῦτα διά τε τῶν ὑπὸ τοῦ φιλοσόφου παρατεθέντων παραδειγμάτων καὶ ἐξ ὧν ἡμεῖς πρότερον περὶ αὐτῶν διεληλύθαμεν. εἰδέναι μέντοι χρὴ ὅτι γράφεται ἀντὶ τοῦ ἀντιφατικῶς καὶ ἀποφαντικῶς, σημαίνοντος, ὡς φησιν ὁ φιλόσοφος Πορφύριος, τοῦ Ἀριστοτέλους διὰ τούτου ποίας καταφάσεως πρὸς ποίαν ἀπόφασιν ἀξιοῖ τὴν ἀντίθεσιν λαμβάνειν, ὅτι τῆς ὡς ἀποφάνσεως,2 ἐπείπερ, ὡς φησιν, εἰώθασι καὶ τὰ ὡρισμένα ῥήματα καλεῖν καταφάσεις τὰ δὲ ἀόριστα ἀποφάσεις, καὶ ὑπώπτευσεν ἄν τις, εἰ μὴ προσέθηκε τὸ ἀποφαντικῶς, περὶ τῆς ἀντιθέσεως τῶν τοιούτων φωνῶν γίνεσθαι τὸν λόγον. δῆλον δὲ ὅτι τὰ ἐπαγόμενα συνᾴδουσι μᾶλλον τῇ προτέρᾳ γραφῇ· ἀποφαντικῶς γὰρ λέγοιντο ἂν ἀντικεῖσθαι κατὰ τοῦτο καὶ αἱ ἐναντίαι, ἃς ὡς καθ’ ἕτερον τρόπον τῶν πρὸ αὐτῶν ἀντικειμένας παρέθετο εὐθὺς ὁ Ἀριστοτέλης.
“因此我说,当表示普遍之物的[肯定]与[表示]关于同一事物不是普遍的[否定]相对立时,肯定便矛盾地与否定相对立,例如‘每一个人是白的’对‘并非每个人是白的’,‘没有任何人是白的’对‘某个人是白的’;而普遍之物的肯定与普遍之物的否定则是反对地相对立,例如‘每一个人是正义的’对‘没有任何人是正义的’。因此,这些命题不可能同时为真,但与它们相对立的命题有时在关于同一事物时可以同时为真,例如‘并非每个人是白的’与‘某个人是白的’。” 亚里士多德在这些话中向我们传授了带有限定辞的命题的所有对立:既有在先前给出的图表中处于对角线位置的命题之间的对立,也有就普遍之物作为普遍之物而言说的命题之间的对立,还有就普遍之物作为特称之物而言说的命题之间的对立。他说对角线上的命题彼此矛盾地相对立,也就是说它们始终分割真与假——即全称肯定与特称否定,以及全称否定与特称肯定——,而就普遍之物作为普遍之物本身的命题彼此不再是矛盾地而是反对地相对立,这是因为它们在可能质料中会一同为假。在这种质料中,特称命题,即被称为下反对的命题,必然彼此同时为真,这是因为当与它们中的每一个发生矛盾冲突的全称命题为假时,它们各自都为真,以至于它们彼此绝不冲突。这些事情无论通过哲学家所列举的例子,还是从我们先前关于它们所论述的内容来看,都是显而易见的。然而应当知道的是,在“矛盾地”之处也有写作“陈述性地”的,正如哲学家波菲利所说,亚里士多德借此表示他认为应当取何种肯定对何种否定的对立,即作为陈述的那种〔肯定的对立〕;因为正如他所说,人们通常也把确定的动词称为肯定,把不定的动词称为否定,如果不加上“陈述性地”,有人可能会怀疑讨论涉及的是这类词语的对立。但显然,接下来的内容更符合前一种读法;因为照这样说,反对命题也会被说成是陈述性地相对立,而亚里士多德紧接着就将它们列为以与先于它们者不同的方式相对立的命题。
- 1.21τῷ αὐτῷ ὅτι οὐ καθόλου
引文中的省略结构。τῷ αὐτῷ 为与格,属于与前文 τὴν τὸ καθόλου σημαίνουσαν 相对的隐性否定。补足省略后,结构相当于 τῇ [ἀποφάσει] σημαινούσῃ ἐπὶ τῷ αὐτῷ ὅτι οὐ καθόλου,其中 ὅτι 从句表达其意义内容(即关于同一事物并非普遍的)。
- 1.21σημαίνοντος, ὡς φησιν ὁ φιλόσοφος Πορφύριος, τοῦ Ἀριστοτέλους διὰ τούτου ποίας καταφάσεως πρὸς ποίαν ἀπόφασιν ἀξιοῖ τὴν ἀντίθεσιν λαμβάνειν, ὅτι τῆς ὡς ἀποφάνσεως
σημαίνοντος ... τοῦ Ἀριστοτέλους 为属格绝对结构,解释异读 ἀποφαντικῶς 的理据。在间接疑问从句 ποίας ... λαμβάνειν 之后,ὅτι τῆς ὡς ἀποφάνσεως 作为解释性短语,具体说明亚里士多德意图的回答(即“作为陈述的对立”)。
