- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:107.13-108.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯通过三段论的构成论证了在“能够接受一切知识”的反例中,“一切”只是谓词的一部分而非谓词的限定辞,并阐明了即使在谓词与主词外延相等的情况下,肯定全称限定辞也不能与谓词结合的形而上学和逻辑学根拠。
εἰ μὲν οὖν τῷ δεκτικῷ συνταττομένου τοῦ πᾶς δύναται τότε ἀληθεύειν ἡ πρότασις, οἷον λεγόντων ἡμῶν ‘πᾶς ἄνθρωπος πᾶν δεκτικὸν ἐπιστήμης ἐστίν’, ἐλέγχοιτο ἄν τοῦ Ἀριστοτέλους ὁ λόγος·1 νῦν δὲ ἀδύνατον αὐτὴν ἀληθεύειν· ὁ γὰρ τοῦτο λέγων οὐδὲν ἄλλο φησὶν ἢ ὅτι τῶν ἀνθρώπων ἕκαστος πᾶς ἄνθρωπός ἐστιν, οἷον ὁ Σωκράτης οὐ μόνον ἐστὶ Σωκράτης ἀλλὰ καὶ Πλάτων καὶ Ἀλκιβιάδης καὶ τῶν ἄλλων ἕκαστος· εἰ γὰρ ἐστι πᾶς ἄνθρωπος πᾶν δεκτικὸν ἐπιστήμης, εἷς δὲ τῶν πάντων καὶ Σωκράτης, καὶ οὗτος ἄρα πᾶν δεκτικὸν ἐπιστήμης ἐστίν, ὥστε καὶ Πλάτων ἔσται καὶ Ἀλκιβιάδης ὁ Σωκράτης, ἐπειδὴ καὶ οὗτοι δεκτικοί εἰσιν ἐπιστήμης· εἰ γὰρ μὴ εἴη ὁ Σωκράτης καὶ Πλάτων ἅμα καὶ Ἀλκιβιάδης, οὐκέτι ἔσται πᾶν δεκτικὸν ἐπιστήμης. τὸ οὖν πάσης οὐκ ἔστιν ἐνταῦθα τοῦ κατηγορουμένου προσδιορισμός, ἀλλὰ μέρος· αὐτὸ γὰρ τοῦτο λέγεται περὶ τοῦ ἀνθρώπου, ὅτι δεκτικός ἐστι πάσης ἐπιστήμης. ὅτι δὲ οὐκ ἔστι τὸ πάσης προσδιορισμὸς τοῦ κατηγορουμένου, δῆλον ἐκ τοῦ συμπλέκοντας ἡμᾶς ταύτῃ τῇ προτάσει ἑτέραν μείζονα πρότασιν καὶ τὸ ἐν ταύτῃ κατηγορούμενον, αὐτὸ λέγω τὸ δεκτικὸν πάσης ἐπιστήμης, ὑποκείμενον ἑτέρῳ τινὶ καθόλου κατ’ αὐτοῦ κατηγορουμένῳ ποιοῦντας, ἵνα συμπέρασμά τι ἐξ αὐτῶν συναγάγωμεν, προστιθέναι αὐτῷ τότε τὸν καθόλου προσδιορισμὸν ἅτε μὴ ἔχοντι,2 οἷον εἰ λέγοιμεν ‘πᾶς ἄνθρωπος πάσης ἐπιστήμης ἐστὶ δεκτικός, πᾶν τὸ πάσης ἐπιστήμης δεκτικὸν λογικόν, πᾶς ἄρα ἄνθρωπος λογικός’, καίτοι εἰ τὸ πάσης προσδιορισμὸς ἦν, τί ἡμῖν ἔδει καὶ ἑτέρου προσδιορισμοῦ; πῶς δὲ οἷόν τε ἦν δύο προσδιορισμοὺς ἐφεξῆς ἀλλήλοις λέγεσθαι; ἀλλὰ δῆλον ὅτι οὔτε τὸ πάσης προσδιορισμὸν εἶναι τοῦ κατηγορουμένου δυνατὸν οὔτε τὸ κατηγορούμενον ἡ ἐπιστήμη ἐστὶν ἀλλὰ τὸ δεκτικόν, ᾧ ἐν τῇ δευτέρᾳ προτάσει ὑποκειμένῳ γινομένῳ κατὰ τὸν νόμον τῶν ἐν τῷ πρώτῳ χρήματι3 συμπλεκομένων προτάσεων ποτὲ μὲν τὸ ἄρθρον ποτὲ δὲ τὸν καθόλου προσδιορισμὸν προστίθεμεν. Ὅτι μὲν οὖν οὐ χρὴ τῷ κατηγορουμένῳ προστιθέναι τὸν καθόλου προσδιορισμὸν τὸν καταφατικόν, εἴτε κοινότερον εἴη τοῦ ὑποκειμένου τὸ κατηγορούμενον ὡς ἐπὶ τῆς ‘πᾶς ἄνθρωπος πᾶν ζῷον’, εἴτε καὶ ἐξισάζον πρὸς αὐτὸ ὡς ἐπὶ τῆς ‘πᾶς ἄνθρωπος πᾶν γελαστικόν’, φανερὸν ἐκ τῶν εἰρημένων· καὶ γὰρ καὶ ἐπὶ τῶν ἐξισαζόντων ὅρων παραπλήσιον τὸ ἄτοπον, διότι ὁ πάντα ἄνθρωπον ἅπαν γελαστικὸν εἶναι ἀποφηνάμενος ἕκαστον τῶν κατὰ μέρος ἀνθρώπων ἅπασιν εἶναι τὸν αὐτὸν ἀποφαίνεται, οἷον τὸν Σωκράτην, διότι ἐστὶν ἄνθρωπος, ἅπαν εἶναι γελαστικόν, τοῦτο δέ ἐστι τὸν Σωκράτην πάντα ἄνθρωπον εἶναι. τοῦτο μὲν οὖν καὶ διὰ τῶν πρότερον εἰρημένων δῆλον, ἐν οἷς ἐδείκνυμεν ὡς οὐ δυνατὸν λέγειν ὅτι πᾶς ἄνθρωπος πᾶν δεκτικὸν ἐπιστήμης ἐστί· καὶ γὰρ τὸ δεκτικὸν ἐπιστήμης ἐξισάζει πρὸς τὸν ἄνθρωπον. ἀλλὰ τί τὸ αἴτιον τοῦ μὴ πεφυκέναι τὸ κατηγορούμενον ἀνέχεσθαι τῆς προσθήκης τοῦ πᾶς προσδιορισμοῦ, καίτοι τῷ οὐδεὶς συμφύεσθαι δοκοῦν; ἢ ὅτι τὸ καταφατικῶς κατηγορούμενον εἰ καθόλου κατηγοροῖτο τοῦ ὑποκειμένου, ἀεὶ περιλαμβάνειν ἐθέλει τὸ ὑποκείμενον, ἢ ὡς ἐξισάζον καὶ οἷον ἐφαρμόζον αὐτῷ ἢ καὶ ὡς ὑπερτεῖνον, καὶ ἔτι τὸ πλῆθος ἅπαν τῶν ὑπὸ τὸ ὑποκείμενον ἀτόμων τῇ ἑαυτοῦ μεθέξει συνδεῖν αὐτὸ πρὸς ἑαυτὸ καὶ ἑνοῦν πέφυκεν· ὅπερ γὰρ ἔλεγεν ἐν τοῖς προλαβοῦσιν ὁ Ἀριστοτέλης, τὸ πᾶς οὐ τὸ καθόλου σημαίνει, ἀλλ’ ὅτι καθόλου. εἰ τοίνυν τὸ μὲν καταφατικῶς κατηγορούμενον συνάγειν ἐπείγεται καὶ τὰ φύσει διῃρημένα, ὡς ἂν αὐτῶν πολλῶν πρότερον κατὰ τὴν ἁπλότητα τὴν αὐτοῦ θεωρουμένων,4 τὸ δὲ πᾶς οὐχ ἑνός τινος ἀλλὰ πλήθους ἐστὶν ἐμφαντικόν, φανερὸν ὡς συμπλέκεσθαι αὐτὰ πρὸς ἄλληλα τῶν ἀδυνάτων. ὅταν δὲ παντελῶς ᾖ κεχωρισμένον τὸ ἀποφατικῶς κατηγορούμενον τοῦ ὑποκειμένου, τότε καὶ ἕκαστον τῶν ὑπὸ τὸ κατηγορούμενον ἀποφάσκειν δυνάμεθα τοῦ ὑποκειμένου, οἷον λέγοντες ‘πᾶς ἄνθρωπος οὐδεὶς λίθος ἐστί’, πλὴν ἐστοιβασμένην ποιήσομεν τὴν πρότασιν, ἐξὸν ἁπλούστερον λέγειν τὸ ‘πᾶς ἄνθρωπος λίθος οὐκ ἔστι’ καὶ τούτου ἔτι ἁπλούστερον τὸ ‘οὐδεὶς ἄνθρωπος λίθος ἐστίν’, ἵνα μὴ ἐπὶ ἀναιρέσεως τὸν καταφατικὸν προσδιορισμὸν παραλαμβάνωμεν.
因此,如果在“能够接受”与“每一个”结合时命题能够为真——正如我们说“每一个人是能够接受知识的每一个主体”时那样——,亚里士多德的论点就会被驳倒。但事实上,这命题不可能为真;因为这样说的人无非是说,人中的每一个都是每一个人,例如苏格拉底不仅是苏格拉底,而且也是柏拉图、阿尔基比亚德以及其余的每一个人。因为如果每一个人是能够接受知识的每一个主体,而苏格拉底又是所有人中的一个,那么他也就是能够接受知识的每一个主体,以至于苏格拉底既会是柏拉图又会是阿尔基比亚德,因为他们也是能够接受知识的;因为如果苏格拉底不同时是柏拉图又是阿尔基比亚德,他就不会再是能够接受知识的每一个主体了。因此,在这里“一切”并不是谓词的限定辞,而是谓词的一部分;因为关于人所言说的正是这一点,即他“能够接受一切知识”。而“一切”并非谓词的限定辞,这一点显而易见,乃是由于当我们给这一命题结合另一个大前提,并将这一命题中的谓词——我指的就是“能够接受一切知识”本身——作为关于它被全称谓述的另一项的主词,以便从它们推导出一个结论时,我们那时便将全称限定辞加于其上,视其原本不带有限定辞;例如我们若说:“每一个人都能够接受一切知识;每一个能够接受一切知识的主体都是理性的;因此每一个人都是理性的。”然而,如果“一切”本身就是限定辞,我们何须还需要另一个限定辞?又怎能相继并列地说出两个限定辞呢?但显然,“一切”既不可能是谓词的限定辞,谓词也不是“知识”,而是“能够接受的”,根据在第一格中结合的命题之规则,当它在第二命题中成为主词时,我们有时给它加上冠词,有时加上全称限定辞。 因此,不应当将肯定全称限定辞加于谓词之上,无论谓词比主词更具普遍性(如“每一个人是每一种动物”中那样),还是与主词外延相等(如“每一个人是能笑的每一个主体”中那样),从所说的话中都是显而易见的。因为在外延相等的项上,荒谬之处也是相似的,因为断言每一个人是能笑的每一个主体的人,就是断言个别的人中的每一个都与所有人相同,例如苏格拉底由于是人,就是能笑的每一个主体,而这无异于说苏格拉底是每一个人。这一点通过先前所说的话也是清楚的,在其中我们表明了不可能说每一个人是能够接受知识的每一个主体;因为“能够接受知识”也与人外延相等。但是,尽管谓词似乎能与“没有一个”相融和,谓词却在本性上不能容忍添加“每一个”限定辞,其原因何在呢?难道不是因为肯定地被谓述的项,如果要关于主词被全称谓述,就始终意图包容主词,无论作为外延相等且可以说与之吻合的项,还是作为超出主词的项,并且在本性上能够通过对其自身的分享,将主词之下的全部个体的多聚集于自身并使其合一?因为正如亚里士多德在前面所说的,“每一个”并不表示普遍本身,而是表示普遍地[被谓述]。因此,如果肯定地被谓述的项力求将甚至在自然中被分割的事物聚集起来,就好像这些多数事物在它的单纯性中先于其自身被考察一样,而“每一个”表示的不是单一事物而是多数,那么显然,将它们彼此结合乃是不可能之事。但是,当否定地被谓述的项与主词完全分离时,我们就能够将谓词之下的每一个事物也从主词中否定掉,例如说“每一个人不是任何石头”,只是我们将使命题变得累赘重叠,而本可以更单纯地说“每一个人不是石头”,并且为了在否定时不采用肯定限定辞,甚至可以比这更单纯地说“没有任何人是石头”。
- 1.20εἰ μὲν οὖν τῷ δεκτικῷ συνταττομένου τοῦ πᾶς δύναται τότε ἀληθεύειν ἡ πρότασις... ἐλέγχοιτο ἄν τοῦ Ἀριστοτέλους ὁ λόγος
这是一个混合条件句,条件从句中使用直陈式现在时(εἰ... δύναται),而主句中使用 ἄν 加祈愿式(ἐλέγχοιτο ἄν),表示在设定让步性前提(“如果命题能够为真”)之下得出的潜在推论(“亚里士多德的论点就会被驳倒”)。τῷ δεκτικῷ συνταττομένου τοῦ πᾶς 是条件从句内部充当时间或条件状语的属格绝对结构。
- 1.20δῆλον ἐκ τοῦ συμπλέκοντας ἡμᾶς ταύτῃ τῇ προτάσει ἑτέραν μείζονα πρότασιν καὶ τὸ ἐν ταύτῃ κατηγορούμενον, αὐτὸ λέγω τὸ δεκτικὸν πάσης ἐπιστήμης, ὑποκείμενον ἑτέρῳ τινὶ καθόλου κατ’ αὐτοῦ κατηγορουμένῳ ποιοῦντας, ἵνα συμπέρασμά τι ἐξ αὐτῶν συναγάγωμεν, προστιθέναι αὐτῷ τότε τὸν καθόλου προσδιορισμὸν ἅτε μὴ ἔχοντι
句子的核心骨架是 δῆλον ἐκ τοῦ [...] προστιθέναι,由介词短语 ἐκ τοῦ 引出带冠词不定式 προστιθέναι。不定式的逻辑主语是宾格 ἡμᾶς,由两个并列的分词 συμπλέκοντας 和 ποιοῦντας 修饰。ἅτε μὴ ἔχοντι 修饰 αὐτῷ,表示原因(“鉴于它本身并不带有限定辞”)。
- 1.20χρήματι
底本印文为 χρήματι,但根据逻辑学语境(第一格三段论),显然是 σχήματι(“格”)的传抄或排印错误。在句法与义理上均按 ἐν τῷ πρώτῳ σχήματι(“在第一格中”)进行理解和翻译。
- 1.20ὡς ἂν αὐτῶν πολλῶν πρότερον κατὰ τὴν ἁπλότητα τὴν αὐτοῦ θεωρουμένων
由 ὡς ἄν 接属格绝对结构(αὐτῶν πολλῶν ... θεωρουμένων),用以表达主观设定或比喻性的理由/样态(“就好像在它自身的单纯性中先于这些多数事物被考察一样”)。其中 αὐτοῦ 指代谓词(τὸ καταφατικῶς κατηγορούμενον),而 αὐτῶν πολλῶν 指代其下属的自然区分的多数个体。
