- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:105.27-107.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯解释了为何在谓词上附加限定辞会使命题不合格并导致始终为假或冗余的真,并解答了哲学家的用例及看似真实的反对例证。
εἰ τοίνυν αἱ εἰρημέναι ἀποφάσεις τὴν αὐτὴν ἔχουσι δύναμιν ταῖς καταφάσεσιν ὁ τὴν ἀεὶ ψευδομένην καθόλου κατάφασιν καὶ σὺν αὐτῇ τὴν ἀεὶ ἑπομένην αὐτῇ μερικὴν κατάφασιν ἀποκρίνας τοῦ καταλόγου τῶν προτάσεων διὰ τούτων ἂν εἴη καὶ τὰς λοιπάς, τοῦτ’ ἔστι τὰς δύο ἀποφάσεις τὰς διὰ τὸ συνᾴδειν ταῖς εἰρημέναις καταφάσεσιν ἀεὶ καὶ αὐτὰς ψευδομένας, ἀποδοκιμάσας·1 χρὴ γὰρ ἐφιστάνειν ὅτι ταῖς τε ἀεὶ ψευδομέναις τὴν αἰτίαν τοῦ ἀεὶ ψεύδεσθαι μόνη παρέσχεν ἡ συμπλοκὴ τοῦ πᾶς πρὸς τὸ κατηγορούμενον (ἐν πάσαις γοῦν αὐταῖς ἐνυπάρχει ἢ κατ’ ἐνέργειαν ἢ κατὰ δύναμιν) καὶ ταῖς ἀεὶ ἀληθευούσαις ἡ τούτου ἀναίρεσις· καὶ γὰρ αὗται πᾶσαι τὸ οὐ πᾶς ἔχουσι συντεταγμένον τῷ κατηγορουμένῳ ἢ κατ’ ἐνέργειαν πάλιν, ὡς αἱ ἐν αὐταῖς καταφάσεις, ἢ κατὰ δύναμιν, ὡς αἱ ἀποφάσεις· τὸ γὰρ ‘οὐδεὶς ἄνθρωπος πᾶν ζῷον’ διὰ τοῦτο ἀληθές, διότι πᾶς οὐ πᾶν ἐστι ζῷον, καὶ τὸ ‘οὐ πᾶς ἄνθρωπος πᾶν ζῷον’ ὡσαύτως, διότι καὶ ὁ κατὰ μέρος οὐ πᾶν ζῷον. ὥστε εἰκότως μόνου τοῦ πᾶς τὴν πρὸς τὸ κατηγορούμενον συμπλοκὴν ἀδοκίμους ὁ φιλόσοφος ἀποφαίνεται ποιεῖν τὰς προτάσεις. Δῆλον δὲ ὅτι κἂν ἄνευ προσδιορισμοῦ λαμβάνωμεν τὸ ὑποκείμενον ἢ τὸ ἄρθρον αὐτῷ συντάττοντες ἢ μηδὲ τὸ ἄρθρον, τὸ αὐτὸ ἔσται τῶν οὕτω γινομένων προτάσεων ἁμάρτημα ταῖς μετὰ τῶν εἰρημένων προσδιορισμῶν λεγομέναις· παραπλησίαν γὰρ ἕξει τὴν δύναμιν ἡ μὲν ‘ὁ ἄνθρωπος πᾶν ζῷον’ λέγουσα τῇ ‘πᾶς ἄνθρωπος πᾶν ζῷον’, ἡ δὲ ‘ἄνθρωπος πᾶν ζῷον’ τῇ ‘τὶς ἄνθρωπος πᾶν ζῷον’. διὰ τὰ αὐτὰ δὲ κἂν τὸν καθ’ ἕκαστα λαμβάνωμεν ὑποκείμενον, παραιτησόμεθα τῷ κατ’ αὐτοῦ κατηγορουμένῳ τὸν πᾶς προσδιορισμὸν συμπλέκειν· οὐ γὰρ οἷόν τε σωφρονοῦντα λέγειν, ὡς ἀληθῶς λέγοντα, ὅτι Σωκράτης πᾶς ἄνθρωπός ἐστιν. οὐ μὴν ἀλλ’ οὐδὲ ἵνα ἢ ἀεὶ ἢ ποτὲ ἀληθεύουσαι γένωνται προτάσεις, ἀξιοῖ ὁ Ἀριστοτέλης προστιθέναι τινὰ τῷ κατηγορουμένῳ προσδιορισμόν· ὅλως μὲν γὰρ τὰς ἀεὶ ἀληθεῖς οὐχ ἧττον τῶν ἀεὶ ψευδῶν παραιτητέον τοῖς προθεμένοις ἐπισκοπεῖν τὰς ἄνευ περιττῆς ποικιλίας προφερομένας ἀποφάνσεις, ὡς οὔτε διάφορόν τι κατὰ τὴν ἀναγκαίαν ἢ τὴν ἀδύνατον ὕλην σημαινούσας οὔτε πρὸς διάκρισιν ἡμῖν τῆς τε ἀληθείας καὶ τοῦ ψεύδους συμβαλλομένας. οὐ μέντοι οὐδὲ τὰς παρὰ μέρος ἑκάτερον δέχεσθαι τούτων δυναμένας ἔχειν τινὰ δεῖ πρὸς τῷ κατηγορουμένῳ διορισμόν· τὴν αὐτὴν γὰρ αὐταῖς δύναμιν ἐχούσης τῆς ἄνευ προσδιορισμοῦ τὴν κατηγορίαν ποιουμένης προτάσεως, διὰ τί μὴ τὰς ἁπλουστέρας ἀντὶ τῶν παρέλκοντά τινα προσλαμβανουσῶν ἐπιλεξώμεθα, οἷον ἀντὶ τῆς ‘πᾶς ἄνθρωπος τὶ ζῷον’ ἢ ‘πᾶς ἄνθρωπος οὐ πᾶν ζῷον’ τὴν ‘πᾶς ἄνθρωπος ζῷον’ καὶ ἀντὶ τῆς ‘πᾶς ἄνθρωπος οὐδεὶς λίθος’ τὴν ‘πᾶς ἄνθρωπος λίθος οὐκ ἔστιν’ ἢ τὴν ταύτης ἁπλούστερόν τε καὶ αὐτοφυέστερον ἀποφαινομένην τὴν ‘οὐδεὶς ἄνθρωπος λίθος ἐστίν’· ἐπεὶ καὶ ὅταν εὑρίσκωμεν τῶν παλαιῶν τινας δοκοῦντας τὸν ἐπὶ μέρους καταφατικὸν προσδιορισμὸν τῷ κατηγορουμένῳ συμπλέκειν, ὡς ὅταν αὐτὸς μὲν ὁ Ἀριστοτέλης τὴν ψυχὴν ἐντελέχειάν τινα ὀνομάζῃ, Πλάτων δὲ τὴν ῥητορικὴν ἐμπειρίαν τινά, τὸ τίς ἐπὶ τούτων παρειλῆφθαι ῥητέον2 ἐνδείξεως χάριν τοῦ μὴ ἀντιστρέφειν τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ ἀλλ’ εἶναι αὐτοῦ γένος καὶ δεῖσθαι προσθήκης διαφορῶν τινων, ἵνα ποιήσῃ τὸν ὁρισμὸν τοῦ ὑποκειμένου. Ἀλλὰ πῶς, φασίν, οὐκ ἐπ’ αὐτῶν τῶν πραγμάτων ὁ τοῦ Ἀριστοτέλους ἐλέγχεται λόγος, εἴπερ λέγοντες ‘πᾶς ἄνθρωπος πάσης ἐπιστήμης ἐστὶ δεκτικός’ καὶ τῷ καθόλου κατηγορουμένῳ τὸν καθόλου προσδιορισμὸν συντάττοντες ἀληθεύομεν; πρὸς ὃ ῥητέον ὅτι τὸ πάσης οὐ τῷ κατηγορουμένῳ κατὰ ἀλήθειαν συμπλέκομεν· κατηγορεῖται μὲν γὰρ τὸ περὶ τοῦ ὑποκειμένου λεγόμενον, λέγεται δὲ περὶ τοῦ ἀνθρώπου οὐχ ὅτι ἐστὶν ἐπιστήμη, ἀλλ’ ὅτι δεκτικός ἐστιν ἐπιστήμης.
因此,如果所说的否定命题具有与肯定命题相同的效力,那么将始终为假的全称肯定命题以及与它一道始终伴随它的特称肯定命题从命题目录中剔除的人,通过这些也就已经排斥了其余的命题,即由于与所说的肯定命题相谐合而自身也始终为假的两个否定命题。因为必须注意:对于始终为假的命题,唯独将“每一个”与谓词结合才提供了始终为假的原因(无论如何,在所有这些命题中,这种结合或在现实中或在潜能中存在着),而对于始终为真的命题,则是取消这种结合提供了原因;因为这后一些命题也都在谓词上结合着“并非每一个”,或再次在现实中(如其中的肯定命题),或在潜能中(如其中的否定命题)。因为“没有任何人是每一种动物”之所以为真,乃是因为每一个人并非每一种动物;而“并非每一个人是每一种动物”也是同样,因为部分的个体也并非每一种动物。因此,这位哲学家断言唯独“每一个”与谓词的结合会使命题不合格,是合乎情理的。显然,即使我们不带限定辞地取主词,无论给它结合冠词还是连冠词也不结合,如此构成的命题的错误也将与带有上述限定辞言说的命题相同;因为说“这个人是每一种动物”的命题与“每一个人是每一种动物”具有相近的效力,而“人是每一种动物”与“某个人是每一种动物”具有相近的效力。出于同样的原因,即使我们取个别事物为主词,我们也将拒绝将限定辞“每一个”与关于它被谓述的项结合;因为任何心智健全的人都不可能作为一个说真话的人去说苏格拉底是每一个人。不仅如此,亚里士多德甚至不认为为了使命题始终或有时为真,就应当在谓词上添加任何限定辞。因为总的来说,对于那些打算考察毫无多余繁复之陈述的人而言,始终为真的命题并不亚于始终为假的命题那样应当被排斥,因为它们既不根据必然或不可能质料表示任何不同之事,对我们辨别真假也毫无贡献。然而,那些能够交替接受这二者之一的命题,在谓词一侧也不应当带有任何限定;因为既然不带限定辞进行谓述的命题与它们具有相同的效力,我们为何不选取更单纯的命题,而要去选取那些带有冗余成分的命题呢?例如,与其选取“每一个人是某种动物”或“每一个人并非每一种动物”,不如选取“每一个人是动物”;与其选取“每一个人不是任何石头”,不如选取“每一个人不是石头”,或者选取比这更单纯且更自然地陈述的“没有任何人是石头”。因为甚至当我们发现古人中有人似乎将特称肯定限定辞与谓词结合时——正如亚里士多德本人将灵魂称为“某种现实”,柏拉图将修辞术称为“某种经验”时那样——也必须说,在这些情形中采用“某个(某种)”,是为了表明谓词并不与主词换位,而是它的属,并且需要添加某些种差,以便构成主词的定义。他们说:“但是,如果我们说‘每一个人都能够接受一切知识’,并将全称限定辞与全称谓词结合而说了真话,亚里士多德的论点岂不是在事物本身上被驳倒了吗?”对此必须回答说:我们实际上并未将“一切”结合于谓词;因为被谓述的是关于主词所言说的内容,而关于人所言说的并不是说他是知识,而是说他能够接受知识。
- 1.20ἂν εἴη καὶ τὰς λοιπὰς ... ἀποδοκιμάσας
由不定过去时主动分词 ἀποδοκιμάσας 与愿望语气 ἂν εἴη 构成的迂说法结构,表示由前述行动导出的推论性结果(“也就已经排斥了……”)。
- 1.20τὸ τίς ἐπὶ τούτων παρειλῆφθαι ῥητέον
中性单数宾格冠词 τὸ 将作为词语的不定代名词 τίς 名词化,并充当由动词性形容词 ῥητέον 所统辖的宾格不定式结构(παρειλῆφθαι)的逻辑主语。
