- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:104.12-105.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯按真假模式总结了限定辞组合出的十六种命题,并解释了为何在四个始终为假的命题中,亚里士多德仅排斥了两项全称肯定的命题:因为特称肯定命题被全称肯定所包摄,而否定命题则通过双重否定归结于肯定命题。
Ὥστε ταῖς ἓξ καὶ δέκα προτάσεσιν ἐπεξελθόντες τέτταρας μὲν εὕρομεν ἀεὶ ψευδομένας τέτταρας δὲ ἀεὶ ἀληθεῖς, τὰς δὲ λοιπὰς καὶ ἀληθεύειν καὶ ψεύδεσθαι κατ’ ἄλλην καὶ ἄλλην ὕλην δυναμένας, καὶ ἐν ταῖς ἀεὶ ψευδομέναις δύο μὲν καταφάσεις κοινωνούσας μὲν κατὰ τὸ συμπλέκειν τῷ κατηγορουμένῳ τὸν πᾶς προσδιορισμὸν διαφερούσας δὲ κατὰ τοὺς συντεταγμένους τῷ ὑποκειμένῳ καταφατικοὺς προσδιορισμούς, τήν τε ‘πᾶς ἄνθρωπος πᾶν ζῷον’ καὶ τὴν ‘τὶς ἄνθρωπος πᾶν ζῷον’, δύο δὲ ἀποφάσεις κοινωνούσας μὲν κατὰ τὸ συμπλέκειν τῷ κατηγορουμένῳ τὸν οὐ πᾶς προσδιορισμὸν διαφερούσας δὲ κατὰ τοὺς συντεταγμένους τῷ ὑποκειμένῳ ἀποφατικοὺς προσδιορισμούς, τήν τε ‘οὐδεὶς ἄνθρωπος οὐ πᾶν ζῷον’ καὶ τὴν ‘οὐ πᾶς ἄνθρωπος οὐ πᾶν ζῷον’, ἐν δὲ ταῖς ἀεὶ ἀληθευούσαις δύο μὲν πάλιν καταφάσεις τὰς ἀντιφασκούσας ταῖς ἀεὶ ψευδομέναις ἀποφάσεσι, τὴν ‘πᾶς ἄνθρωπος οὐ πᾶν ζῷον’ καὶ τὴν ‘τὶς ἄνθρωπος οὐ πᾶν ζῷον’ ἢ ‘οὐ πᾶς λίθος’ ἢ ‘οὐ πᾶν λευκόν’, δύο δὲ ἀποφάσεις τὰς ἀντιφασκούσας ταῖς ἀεὶ ψευδομέναις καταφάσεσι, τὴν ‘οὐδεὶς ἄνθρωπος πᾶν ζῷον’ καὶ ‘οὐ πᾶς ἄνθρωπος πᾶν ζῷον’ ἢ ‘πᾶς λίθος’ ἢ ‘πᾶν λευκόν’. αἱ δὲ ἄλλαι πᾶσαι καὶ ἀληθεύουσαι καὶ ψευδόμεναι κατ’ ἄλλην καὶ ἄλλην ὕλην, ὥσπερ ἐλέγομεν, καταλαμβάνονται· τῶν γοῦν τῷ μὲν ὑποκειμένῳ τὸν ἕτερον τῶν καταφατικῶν προσδιορισμῶν συμπλεκουσῶν τῷ δὲ κατηγορουμένῳ μόνον τὸν ἐπὶ μέρους καταφατικὸν ἡ μὲν ἐπὶ μέρους κατά τε τὴν ἀναγκαίαν καὶ τὴν ἐνδεχομένην ὕλην ἀληθεύουσα καταλαμβάνεται, ἡ δὲ καθόλου κατὰ μόνην τὴν ἀναγκαίαν (ἐπὶ ταύτης γὰρ μόνης δύναται τὸ κατηγορούμενον ἅπασι τοῖς ὑπὸ τὸ ὑποκείμενον ἀτόμοις ὑπάρχειν), κατὰ δὲ τὰς λοιπὰς δῆλον ὅτι ψευδομένη. καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. Ἀλλ’ ὅπερ ἐξ ἀρχῆς ἐπισκέψασθαι προεθέμεθα, διὰ τίνα αἰτίαν πλειόνων οὐσῶν τῶν ἀεὶ ψευδομένων προτάσεων μόνην ἀπεδοκίμασεν ὁ Ἀριστοτέλης τὴν ἑκατέρῳ τῶν ὅρων τὸν καθόλου καταφατικὸν προσδιορισμὸν συμπλέκουσαν; ἢ ἐπὶ τῶν λοιπῶν τὴν μὲν μερικὴν κατάφασιν, οἷον τὴν λέγουσαν ‘τὶς ἄνθρωπος πᾶν ζῷον’, ἐναργῶς ἑώρα διὰ τὸ περιέχεσθαι ὑπὸ τῆς καθόλου ἀεὶ ψευδομένην, τὰς δέ γε ἀποφάσεις συντρεχούσας ταῖς καταφάσεσιν, ἅτε ἀναιρούσας τὸν συντεταγμένον τῷ κατηγορουμένῳ μερικὸν ἀποφατικὸν προσδιορισμὸν διὰ τῶν σὺν τῷ ὑποκειμένῳ λεγομένων ἀποφατικῶν καὶ αὐτῶν ὄντων·1 συμβαίνει γὰρ οὕτως ἑκατέρας τῶν ἀρνήσεων ἀναιρουμένης ὑπὸ τῆς ἑτέρας περιίστασθαι2 πάλιν τὴν πρότασιν εἰς τὴν ἐξ ἀρχῆς κατάφασιν· τί γὰρ διαφέρει τὸ εἰπεῖν ‘πᾶς ἄνθρωπος πᾶν ζῷόν ἐστι’ τοῦ εἰπεῖν ‘οὐ πᾶς ἄνθρωπος οὐ πᾶν ζῷόν ἐστι’; δυνάμει γὰρ δῆλον ὅτι λέγομεν ‘πᾶς ἄνθρωπος οὐχὶ οὐ πᾶν ζῷόν ἐστιν’ ἤτοι ‘οὐχὶ πᾶς ἄνθρωπος οὐ πᾶν ζῷόν ἐστιν’ καὶ καθ’ ἑκατέραν εἰσφέρομεν τὴν ἐξ ἀρχῆς τὴν ‘πᾶς ἄνθρωπος πᾶν ζῷόν ἐστιν’. ἢ πάλιν τί διαφέρει τὸ εἰπεῖν ‘τὶς ἄνθρωπος πᾶν ζῷόν ἐστι’ τοῦ εἰπεῖν ‘οὐδεὶς ἄνθρωπος οὐ πᾶν ζῷόν ἐστι’; δυνάμει γὰρ πάλιν λέγομεν ὅτι ‘ἄνθρωπος οὐχὶ οὐ πᾶν ζῷόν ἐστιν’ ἤτοι ‘οὐχὶ οὐδεὶς ἄνθρωπος πᾶν ζῷόν ἐστι’ καὶ εἰσφέρομεν τὴν ‘τὶς ἄνθρωπος πᾶν ζῷόν ἐστι’. διὸ καὶ θεωρεῖν ἔξεστι τὰς εἰρημένας ἀποφάσεις μαχομένας πρὸς ταύτας τὰς προτάσεις τῶν ἀεὶ ἀληθῶν, πρὸς ἃς ἐμάχοντο καὶ αἱ ἀεὶ ψευδόμεναι καταφάσεις· πρὸς μὲν γὰρ τὴν ‘πᾶς ἄνθρωπος οὐ πᾶν ζῷον’ ἀεὶ ἀληθῆ κατάφασιν μάχονται ἥ τε ‘πᾶς ἄνθρωπος πᾶν ζῷον’ ἀεὶ ψευδὴς κατάφασις διὰ τὸν κατηγορούμενον καὶ ἡ ‘οὐ πᾶς ἄνθρωπος οὐ πᾶν ζῷον’ διὰ τὸν ὑποκείμενον (ὥστε συντρέχουσιν ἀλλήλαις), πρὸς δὲ τὴν λέγουσαν ‘τὶς ἄνθρωπος οὐ πᾶν ζῷον’ μάχονται ὁμοίως ἥ τε ‘τὶς ἄνθρωπος πᾶν ζῷον’ διὰ τὸν κατηγορούμενον καὶ ἡ ‘οὐδεὶς ἄνθρωπος οὐ πᾶν ζῷον’ διὰ τὸν ὑποκείμενον, ὥστε καὶ αὗται συντρέχουσιν.
因此,在考察了十六个命题之后,我们发现四个始终为假,四个始终为真,而其余的则能够根据不同的质料既为真又为假;在始终为假的命题中,有两个是肯定命题,它们在将限定辞“每一个”与谓词结合上是相同的,但在与主词结合的肯定限定辞上有所不同,即“每一个人是每一种动物”和“某个人是每一种动物”;而有两个是否定命题,它们在将限定辞“并非每一个”与谓词结合上是相同的,但在与主词结合的否定限定辞上有所不同,即“没有任何人并非每一种动物”和“并非每一个人并非每一种动物”;在始终为真的命题中,又有两个是肯定命题,与始终为假的否定命题相矛盾,即“每一个人并非每一种动物”和“某个人并非每一种动物”(或者“并非每一种石头”,或者“并非每一个白的东西”);而有两个是否定命题,与始终为假的肯定命题相矛盾,即“没有任何人是每一种动物”和“并非每一个人是每一种动物”(或者“每一种石头”,或者“每一个白的东西”)。正如我们所说的,其余所有的命题都被发现根据不同的质料既为真又为假;无论如何,在将肯定限定辞之一与主词结合而仅将特称肯定结合于谓词的命题中,特称命题被发现在必然质料和可能质料中都为真,而全称命题仅在必然质料中为真(因为唯独在这一质料中,谓词才能属于主词下的所有个体),而在其余质料中显然为假;其余的命题也是如此。但是,正如我们从一开始就打算考察的:在始终为假的命题有多个的情况下,亚里士多德究竟出于什么原因,仅仅排斥了将全称肯定限定辞与两项相结合的那一个命题?还是说,对于其余的命题,他清楚地看到特称肯定命题(例如说“某个人是每一种动物”的命题)由于被包含在全称命题之下而始终为假,至于否定命题,则与肯定命题相吻合,因为它们通过与主词一起言说的限定辞(它们本身也是否定的)取消了与谓词结合的特称否定限定辞?因为这样一来,随着两个否定各自被另一个所取消,命题就再次回到了最初的肯定命题;因为说“每一个人是每一种动物”,与说“并非每一个人并非每一种动物”,究竟有何区别?因为显然我们在实际上说的是“每一个人是非-并非每一种动物”,或者“并非:每一个人并非每一种动物”,而在每一种情况下我们都带入了最初的“每一个人是每一种动物”。或者反过来,说“某个人是每一种动物”,与说“没有任何人并非每一种动物”,又有何区别?因为我们实际上又在说“人是非-并非每一种动物”,或者“并非:没有任何人是每一种动物”,并且带入了“某个人是每一种动物”。因此,我们也可以观察到所说的这些否定命题与始终为真的那些命题相冲突,正如始终为假的肯定命题也曾与它们相冲突一样;因为对于“每一个人并非每一种动物”这一始终为真的肯定命题,由于谓词的缘故,“每一个人是每一种动物”这一始终为假的肯定命题与它冲突,而由于主词的缘故,“并非每一个人并非每一种动物”与它冲突(因此它们彼此吻合);而对于说“某个人并非每一种动物”的命题,同样地,由于谓词的缘故,“某个人是每一种动物”与它冲突,而由于主词的缘故,“没有任何人并非每一种动物”与它冲突,因而这些也是相吻合的。
- 1.20διὰ τῶν σὺν τῷ ὑποκειμένῳ λεγομένων ἀποφατικῶν καὶ αὐτῶν ὄντων
介词 διά 的宾语是名词化分词 τῶν ... λεγομένων,后接表述性属格分词结构 ἀποφατικῶν καὶ αὐτῶν ὄντων(“它们本身也是否定的”),用以说明主词限定辞自身的否定性质。
- 1.20ἑκατέρας τῶν ἀρνήσεων ἀναιρουμένης ὑπὸ τῆς ἑτέρας περιίστασθαι
不定词 περιίστασθαι 作为非人称动词 συμβαίνει 的主语从句,前面插入了表示情况或原因的独立属格结构(ἑκατέρας ... ἀναιρουμένης)。
