- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:102.33-104.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯逐一考察了将四种限定辞(全称与特称、肯定与否定)分配给主词和谓词所生成的十六个命题,探讨了它们的真假,并论证了为何其中有四个命题始终为假。
ἔστω οὖν πρῶτον ὁ πᾶς προσδιορισμὸς συντεταγμένος τῷ ὑποκειμένῳ· εἰ οὖν ἐθέλοιμεν καὶ τῷ κατηγορουμένῳ συντάττειν τινὰ προσδιορισμόν, ἐροῦμεν ἢ ‘πᾶς ἄνθρωπος πᾶν ζῷον’ ἢ ‘πᾶς ἄνθρωπος οὐδεὶς λίθος’ ἢ ‘πᾶς ἄνθρωπος τὶ ζῷον’1 ἢ ‘πᾶς ἄνθρωπος οὐ πᾶν ζῷον’. καὶ φανερὸν ὅτι τῶν λοιπῶν τριῶν παρὰ τὴν ἀποκεκριμένην ὑπὸ τοῦ Ἀριστοτέλους ἑκάστη ἀληθής. ἀλλὰ δὴ ὁ οὐδείς προσδιορισμὸς συντετάχθω τῷ ὑποκειμένῳ· πάλιν οὖν ἐροῦμεν ἢ ‘οὐδεὶς ἄνθρωπος πᾶν ζῷον’ ἢ ‘οὐδεὶς ἄνθρωπος οὐδὲν ζῷον’ ἢ ‘οὐδεὶς ἄνθρωπος τὶς λίθος’ ἢ ‘οὐδεὶς ἄνθρωπος οὐ πᾶν ζῷον’. καὶ φανερὸν ὅτι ἑκατέρα μὲν τῶν συνταττουσῶν τῷ κατηγορουμένῳ τῶν καθόλου τινὰ προσδιορισμῶν ἀληθής, ἐπείπερ τὶ μὲν ζῷόν ἐστιν ἄνθρωπος τὶ δὲ οὐκ ἔστιν, ὥστε διότι μὲν ἐστι τὶ ζῷον, οὐ δύναται εἶναι μηδέν, καὶ ἀληθεύει ἡ λέγουσα πρότασις ‘οὐδεὶς ἄνθρωπος οὐδὲν ζῷον’, διότι δὲ τὶ οὐκ ἔστιν, οὐ δύναται εἶναι ἅπαν, καὶ ἀληθεύει ἡ λέγουσα πρότασις ‘οὐδεὶς ἄνθρωπος πᾶν ζῷον’. ἀληθὴς δὲ ἐπὶ τῆς ἀδυνάτου ὕλης καὶ ἡ τὸν μερικὸν καταφατικὸν διορισμὸν συντάττουσα τῷ κατηγορουμένῳ, ὡς ἡ λέγουσα ‘οὐδεὶς ἄνθρωπος τὶς λίθος’. μόνη δὲ ἀεὶ ψευδὴς ἡ τὸν ἐπὶ μέρους ἀποφατικὸν προσδιορισμὸν συμπλέκουσα τῷ κατηγορουμένῳ τοῦ ὑποκειμένου τὸν καθόλου ἀποφατικὸν προσδιορισμὸν ἔχοντος, ὡς ἡ ‘οὐδεὶς ἄνθρωπος οὐ πᾶν ζῷον’ ἢ ‘οὐ πᾶς λίθος’ ἢ ‘οὐ πᾶν λευκόν᾿· ἐπεὶ γὰρ ἀεὶ ψευδὴς ἡ ἑκατέρῳ τῶν ὅρων τὸν πᾶς προσδιορισμὸν συμπλέκουσα, δῆλον ὡς ἀεὶ ἀληθὴς ἡ ἀναιροῦσα τὸ τοῦ ψεύδους αἴτιον, τοῦτ’ ἔστι τὸν συνταττόμενον τῷ κατηγορουμένῳ καθόλου καταφατικὸν προσδιορισμόν, οἷον ἡ λέγουσα ‘πᾶς ἄνθρωπος οὐ πᾶν ζῷον᾿· ὥστε ἡ ἐναντία πρὸς αὐτὴν ἡ λέγουσα ‘οὐδεὶς ἄνθρωπος οὐ πᾶν ζῷον’ ἀεὶ ἔσται ψευδής· οὐ γὰρ δυνατὸν τὰς ἐναντίας ἅμα ἀληθεύειν. ἀλλὰ δὴ πάλιν ὁ τίς προσδιορισμὸς συμπλεκέσθω τῷ ὑποκειμένῳ· οὐκοῦν ἐροῦμεν ἢ ‘τὶς ἄνθρωπος πᾶν ζῷον’ (καὶ αὕτη ψευδὴς ἀεί, δι’ ἣν αἰτίαν καὶ ἡ ὁλικωτέρα ταύτης ἡ ‘πᾶς ἄνθρωπος πᾶν ζῷον’ ἀεὶ ψεύδεται· ὥστε καὶ αὕτη περιεχομένη ὑπ’ αὐτῆς καὶ πάντως αὐτῇ ἑπομένη ἀεὶ ψεύσεται) ἢ ‘τὶς ἄνθρωπος οὐδεὶς λίθος’ ἢ ‘τὶς ἄνθρωπος τὶ ζῷον’ ἢ ‘τὶς ἄνθρωπος οὐ πᾶν ζῷον’· καὶ αὗται πᾶσαι ἀληθεῖς. λοιπὸς οὖν ὁ οὐ πᾶς προσδιορισμὸς συμπλεκέσθω τῷ ὑποκειμένῳ· πάλιν οὖν ἐροῦμεν ἢ ‘οὐ πᾶς ἄνθρωπος πᾶν ζῷον’ (καὶ αὕτη ἀεὶ ἀληθὴς ὡς ἀντιφάσκουσα πρὸς τὴν ἀεὶ ψευδῆ τὴν ‘πᾶς ἄνθρωπος πᾶν ζῷον’) ἢ ‘οὐ πᾶς ἄνθρωπος οὐδὲν ζῷον’ (καὶ πάλιν αὕτη ἀληθὴς ἐπί τε τῆς ἀναγκαίας καὶ τῆς ἐνδεχομένης ὕλης, διότι ψευδὴς ἐπὶ τούτων ἡ ἀντιφάσκουσα πρὸς αὐτὴν ἡ ‘πᾶς ἄνθρωπος οὐδὲν ζῷον’ ἢ ‘οὐδὲν λευκόν’) ἢ ‘οὐ πᾶς ἄνθρωπος τὶς λίθος (καὶ φανερὸν ὅτι καὶ αὕτη ἀληθὴς ἐπὶ τῆς ἀδυνάτου ὕλης, διότι ψευδὴς ἐπὶ ταύτης ἡ ἀντιφάσκουσα πρὸς αὐτὴν ἡ ‘πᾶς ἄνθρωπος τὶς λίθος’) ἢ τὸ ὑπόλοιπον ‘οὐ πᾶς ἄνθρωπος οὐ πᾶν ζῷον’· καὶ ταύτην πάλιν ἀεὶ ψευδῆ εἶναι συμβέβηκεν ὡς ἀναιροῦσαν τὴν ἀεὶ ἀληθῆ τὴν ‘πᾶς ἄνθρωπος οὐ πᾶν ζῷον’· τοῦ δὲ ἀεὶ ταύτην ἀληθεύειν τὸ αἴτιον ἤδη προείπομεν, ὅτι ἐστὶ τὸ ἀναιρεῖν τὸν κακῶς συνταττόμενον τῷ κατηγορουμένῳ καθόλου καταφατικὸν προσδιορισμὸν ὑπὸ τῆς λεγούσης ‘πᾶς ἄνθρωπος πᾶν ζῷον’ καὶ μηδὲ ἐπὶ τῆς ἀναγκαίας ὕλης, ἐφ’ ἧς ἐξ ἀνάγκης τὸ κατηγορούμενον ὑπάρχει τῷ ὑποκειμένῳ, συγχωροῦντα2 αὐτὴν ἀληθεύειν.
那么,首先假定限定辞“每一个”与主词相结合。如果我们也想将某种限定辞与谓词结合,我们就会说“每一个人是每一种动物”,或者“每一个人不是任何石头”,或者“每一个人是某种动物”,或者“每一个人并非每一种动物”。显然,除了被亚里士多德所排除的那一个之外,其余三个中的每一个都是真的。然而,假定限定辞“没有任何”与主词相结合。那么我们又会说“没有任何人是每一种动物”,或者“没有任何人不是任何动物”,或者“没有任何人是某种石头”,或者“没有任何人并非每一种动物”。显然,将全称限定辞之一与谓词结合的两个命题都是真的,因为人是某种动物,又不是某种动物;所以,由于他是某种动物,他不可能不是任何动物,因而说“没有任何人不是任何动物”的命题是真的;而由于他不是某种动物,他不可能是一切动物,因而说“没有任何人是每一种动物”的命题是真的。在不可能的质料中,将特称肯定限定辞与谓词结合的命题也是真的,正如说“没有任何人是某种石头”的命题。唯独在主词带有全称否定限定辞时将特称否定限定辞与谓词相结合的命题始终为假,正如“没有任何人并非每一种动物”,或者“并非每一种石头”,或者“并非每一个白的东西”。因为既然将限定辞“每一个”与两项相结合的命题始终为假,显然,取消错误原因——即与谓词结合的全称肯定限定辞——的命题,例如说“每一个人并非每一种动物”的命题,就是始终为真的;因此,与它处于反对关系的、说“没有任何人并非每一种动物”的命题将始终为假;因为反对命题不可能同时为真。然而,再假定限定辞“某个”与主词相结合。那么我们就会说“某个人是每一种动物”(而这始终为假,其原因与比它更普遍的“每一个人是每一种动物”始终为假相同;因此这一个作为被包含于其下且完全随之而来的命题,也将始终为假),或者“某个人不是任何石头”,或者“某个人是某种动物”,或者“某个人并非每一种动物”;而这些全都为真。因此,假定剩下的限定辞“并非每一个”与主词相结合。那么我们又会说“并非每一个人是每一种动物”(而这由于与始终为假的“每一个人是每一种动物”相矛盾,因而是始终为真的),或者“并非每一个人不是任何动物”(而这在必然质料和可能质料中又都是真的,因为在这些质料中,与它相矛盾的“每一个人不是任何动物”或“不是任何白的东西”是假的),或者“并非每一个人是某种石头”(显然这在不可能质料中也是真的,因为在这一质料中,与它相矛盾的“每一个人是某种石头”是假的),或者剩下的一种“并非每一个人并非每一种动物”。而这个命题反过来恰好始终为假,因为它取消了始终为真的“每一个人并非每一种动物”。至于这后一命题始终为真的原因,我们前面已经说过:即它取消了由说“每一个人是每一种动物”的命题错误地与谓词相结合、且甚至在谓词必然从属于主词的必然质料中也不允许它为真的全称肯定限定辞。
- 1.20οὐδεὶς ἄνθρωπος οὐδὲν ζῷον
主词和谓词均带有否定限定辞的特殊命题。在此语境中,由于人是某种动物(τὶ ζῷον)而非毫无动物性(μηδέν),因此在双重否定的意义上被解释为真,即“没有任何人是非动物(零动物)”。
- 1.20συγχωροῦντα
宾格单数阳性现在分词。由 καὶ 与 συνταττόμενον 并列,修饰 τὸν ... καθόλου καταφατικὸν προσδιορισμόν,并支配宾语 αὐτὴν(说“每一个人是每一种动物”的命题)与不定式 ἀληθεύειν。
