← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《范畴篇》注释

§99.12-101.13

缺失与具有的对立及肯定与否定的对立之区分

注释亚里士多德《范畴篇》13a4–13b12,阿摩尼奥斯将缺失与具有的对立同无中项与有中项的相反者区分开,指出了相互转化的不可能性这一普遍论证,并论证肯定与否定的对立凭借其基于结合而在任何情况下都划分真与假的固有特征,从而与其他三种对立区分开来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.17

" Οὐδὲ γὰρ ἀεὶ τῷ δεκτικῷ." Πρῶτον νῦν διακρίνει τὰ κατὰ στέρησιν καὶ ἕξιν τῶν ἀμέσων ἐναντίων λέγων ὅτι τούτων τὸ ἓν ἐξ ἀνάγκης πάρεστι τῷ ὑποκειμένῳ· ἀνάγκη γὰρ πάντα ἀριθμὸν ἢ περιττὸν εἶναι ἢ ἄρτιον, οὐκ ἐξ ἀνάγκης δὲ πᾶν σῶμα τυφλὸν ἢ ὄψιν ἔχον ῥηθήσεται· οὐ γὰρ δήπου καὶ ὁ λίθος ἢ ἁπλῶς τὰ μὴ δεκτικά.

“因为对能接受者也并非总是[现存]。” 首先,他现在把依缺失和具有的事物同无中项的相反者区分开,说在后者中,其中之一必然现存于底层中;因为必然是每一个数要么是奇数要么是偶数,但并非每一个物体都必然被说成盲目或具有视力;因为石头或根本不具接受能力的事物绝不会被这样说。

§7.18

"Ἀλλ’ οὐδὲ ὧν τί ἐστιν ἀνὰ μέσον." Νῦν τῶν ἐμμέσων ἐναντίων αὐτὰ διακρίνει λέγων τούτων οὐκ ἐξ ἀνάγκης τὸ ἕτερον παρεῖναι τῷ ὑποκειμένῳ· οὐ γὰρ ἀνάγκη πᾶν σῶμα λευκὸν εἶναι ἢ μέλαν, τῶν δὲ γινομένων κατὰ στέρησιν καὶ ἕξιν ἐξ ἀνάγκης τὸ ἓν παρεῖναι τῷ δεκτικῷ. τὸ δὲ παντὶ προσέθηκεν, ἐπειδὴ εἰσί τινα τῶν ἐμμέσων ἐναντίων, ὧν τὸ ἕτερον ἐξ ἀνάγκης πάρεστι τῷ ὑποκειμένῳ, ὡς ἡ ἐν τῷ πυρὶ θερμότης, ἀλλ’ ὅμως καὶ τούτων δείκνυσι πρὸς τὰ κατὰ στέρησιν καὶ ἕξιν τὴν διαφορὰν τῷ τούτων μὲν ἐξ ἀνάγκης ἀφωρισμένως τὸ ἕτερον παρεῖναι τῷ ὑποκειμένῳ1 (τοῦ γὰρ θερμοῦ καὶ ψυχροῦ ἐμμέσων ὄντων ἐναντίων ἀφωρισμένως ἡ θερμότης ὑπάρχει τῷ πυρὶ καὶ οὐκ ἄν ποτε ἕτερον αὐτῶν), τῶν δὲ κατὰ στέρησιν καὶ ἕξιν μὴ ὁμοίως· οὐ γὰρ ἀνάγκη ἀφωρισμένως τῷ δεκτικῷ τὴν ὄψιν παρεῖναι 〈ἢ〉 τὴν τυφλότητα, ἀλλ’ ὁπότερον ἂν ἔτυχεν.

“而且在它们之间有某种中项的场合也并非[如此]。” 现在他将它们同有中项的相反者区分开,说在这些相反者中,并非必然是其中之一现存于底层中;因为并非每一个物体都必然是白或黑,但在依缺失与具有产生的事物中,必然是其中之一现存于能接受者中。而他加上“对每一个”,是因为在有中项的相反者中,也有一些相反者其一必然现存于底层中,正如火中的热;然而即使就这些而言,他也指出了它们与依缺失和具有的事物的区别,原因在于,在这些[相反者]中,其中之一以确定的方式必然现存于底层中(因为在热与冷作为有中项的相反者时,热以确定的方式属于火,而它们中的另一个绝不可能〔属于火〕),但在依缺失与具有的事物中却并非同样;因为并非必然是视力或盲目以确定的方式现存于能接受者中,而是无论哪一个碰巧如此。

§7.19

"Ἔτι ἐπὶ μὲν τῶν ἐναντίων." Διελὼν τὰ ἐναντία εἴς τε τὰ ἔμμεσα καὶ τὰ ἄμεσα καὶ παραβαλὼν ἑκατέροις τὰ πρός τι νῦν αὐτὰ καὶ καθολικῷ λόγῳ διακρίνει λέγων ὅτι τὰ ἐναντία πάντα μεταβάλλει εἰς ἄλληλα, εἰ μὴ τῷ ὑποκειμένῳ τὸ ἓν φύσει καὶ κατ’ οὐσίαν ὑπάρχει, τὰ δὲ κατὰ στέρησιν καὶ ἕξιν οὐ μεταβάλλει εἰς ἄλληλα· ἀπὸ μὲν γὰρ ἕξεως εἰς στέρησιν, φησί, γίνεται μεταβολή, ἀπὸ δὲ τῆς στερήσεως εἰς ἕξιν ἀδύνατον. τί δέ ἐστιν εἴπερ μὴ χρόνῳ ἐξείργηται ὁ ἑαυτὸν εἰς τὴν ἐναντίαν ἕξιν ἀποκαθιστῶν;2 τοῦτ’ ἔστιν ‘εἰ μὴ γέρων ὢν φιλοσοφεῖν ἄρξηται’· τηνικαῦτα γὰρ ὁ χρόνος ἐξείργει τὴν ἐπίδοσιν ἄχρι τοῦ ἐναντίου προβῆναι.

“此外,在相反者的场合。” 在将相反者划分为有中项者和无中项者,并将[缺失与具有]同二者分别比较之后,他现在也通过普遍的论证来区分它们,说一切相反者,只要其中之一不是因本性且按本质属于底层,都会相互转化,而依缺失与具有的事物则不相互转化;因为他说,从具有向缺失会发生转化,但从缺失向具有则是不可能的。而“除非那将自己复原到相反具有的人因时间受阻”是什么意思呢?这是说:‘除非他是在成为老人时才开始从事哲学’;因为那时时间阻碍了这种进境前进到相反的状态。

§7.20

"Ὅσα δὲ ὡς κατάφασις." Διακρίνας τὰς τρεῖς ἀντιθέσεις ἀπ’ ἀλλήλων νῦν τὴν λοιπὴν πρὸς τὰς τρεῖς παραβάλλει καὶ ἑνὶ λόγῳ αὐτὴν διακρίνει λέγων· ἐπὶ μόνων γὰρ τούτων ἀναγκαῖον ἀεὶ τὸ μὲν ἀληθὲς τὸ δὲ ψεῦδος αὐτῶν εἶναι· τοῦτο γὰρ ἴδιον καταφάσεως καὶ ἀποφάσεως τὸ ἐπὶ παντὸς πράγματος διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ὡς διδάξει ἐν τῷ Περὶ ἑρμηνείας· ἐὰν γὰρ εἴπω ‘Σωκράτης κάθηται — Σωκράτης οὐ κάθηται’, ἀνάγκη τὸ μὲν ἀληθὲς εἶναι τὸ δὲ ψεῦδος, καὶ ἐπὶ πάντων δὲ τῶν κατὰ κατάφασιν καὶ ἀπόφασιν ὁμοίως.

“凡是作为肯定[与否定相对立的]事物。” 在把三种对立相互区分之后,他现在将剩余的一种同这三种进行比较,并通过单一的论证加以区分,说:因为仅在这些事物中,总是必然它们之一为真而另一为假;因为在每一个事态上划分真与假,这是肯定与否定的固有特征,正如他将在《解释篇》中所教导的那样;因为如果我说‘苏格拉底坐着——苏格拉底不坐着’,必然是一方为真而另一方为假,在一切依肯定与否定的场合也是同样。

§7.21

"Ὅλως δὲ τῶν κατὰ μηδεμίαν συμπλοκήν." Τὰ κατὰ μηδεμίαν συμπλοκὴν λεγόμενα οὔτε ἀληθὲς οὔτε ψεῦδος δηλοῖ, τὰ δὲ πρός τι καὶ τὰ ἐναντία καὶ τὰ κατὰ στέρησιν καὶ ἕξιν ἄνευ συμπλοκῆς λέγεται· ταῦτα ἄρα οὔτε ἀληθὲς οὔτε ψεῦδος δηλοῖ· ὥστε οὐκ εἰσὶ τὰ αὐτὰ τοῖς κατὰ κατάφασιν καὶ ἀπόφασιν λεγομένοις.

“总之,在不按任何结合而言说的诸事物中。” 不按任何结合而言说的事物既不表示真也不表示假,而关系者、相反者以及依缺失和具有的事物都是在没有结合的情况下言说的;因此这些事物既不表示真也不表示假;所以它们不等于依肯定与否定而言说的事物。

§7.22

"Οὐ μὴν ἀλλὰ μάλιστα." Ἔνστασίν τινα λύει καί φησιν ὅτι δόξειε μᾶλλον ἐπὶ τῶν ἐναντίων τῶν μὴ ἄνευ συμπλοκῆς λεγομένων τὸ μὲν ἀληθὲς εἶναι τὸ δὲ ψεῦδος. οὐκ ἔχει δὲ οὕτω. τοῦτο δὲ λύει κατά τε ἔνστασιν καὶ ἀντιπαράστασιν,3 ὅτι πρῶτον μὲν οὐ πάντως διαιροῦσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· εἰ γάρ τις εἴποι ‘Σωκράτης ὑγιαίνει — Σωκράτης νοσεῖ’, εἰ μὲν ὑπάρχει ὁ Σωκράτης, διαιροῦσιν, εἰ δ’ οὐχ ὑπάρχει, συμψεύδονται καὶ ἡ λέγουσα ὑγιαίνειν καὶ ἡ λέγουσα νοσεῖν τὸν μὴ ὄντα. εἰ δέ γε διαιροῦσι, τότε ὡς κατάφασις καὶ ἀπόφασις· τοῦτο γὰρ σημαίνει τὸ λεγόμενον· ἴσμεν γὰρ ὅτι κατάφασις καὶ ἀπόφασις τῶν ἀντικειμένων ἐν λόγοις οὕτως ἀντίκεινται. ὥστε οὐ πάντως διαιροῦσιν, ὅπερ ἴδιον καταφάσεως καὶ ἀποφάσεως.

“然而最可能[显得如此的]。” 他解决了一个异论,并说,在并非不带结合而言说的相反者场合,似乎更有理由认为其中一者为真而另一者为假。但事实并非如此。他通过直接反对与反证两方面解决了这一点:首先,它们绝非在任何情况下都划分真与假;因为如果有人说‘苏格拉底健康——苏格拉底患病’,如果苏格拉底存在,它们划分[真与假],但如果他不存在,那么说不存在者健康和说他患病的[命题]就同样是假的。其次,即便它们划分真与假,那时也是作为肯定与否定来划分的;因为所说的话指的就是这个;因为我们知道,在言述中相对立的事物里,肯定与否定就是这样相对立的。所以它们绝非在任何情况下都划分真假,而这[在任何情况下都划分真假]正是肯定与否定的固有特征。

语法注3 条
  1. 7.18τῷ τούτων μὲν ἐξ ἀνάγκης ἀφωρισμένως τὸ ἕτερον παρεῖναι τῷ ὑποκειμένῳ

    带冠词不定词的与格(τῷ ... παρεῖναι)作为手段或原因与格,修饰前文的 δείκνυσι πρὸς τὰ κατὰ στέρησιν καὶ ἕξιν τὴν διαφορὰν(“通过……显示出差异”)。其后平列的 τῶν δὲ κατὰ στέρησιν καὶ ἕξιν μὴ ὁμοίως 亦处于该与格结构的管辖之下。

  2. 7.19ὁ ἑαυτὸν εἰς τὴν ἐναντίαν ἕξιν ἀποκαθιστῶν

    带冠词的分词短语 ὁ ... ἀποκαθιστῶν 充当前面条件从句 εἴπερ μὴ χρόνῳ ἐξείργηται 的主语。注释者基于亚里士多德在13a30–31的原话,将其释为从恶向善转化却因年老等时间限制而无法达成相反性状(ἕξις)的人。

  3. 7.22κατά τε ἔνστασιν καὶ ἀντιπαράστασιν

    该介词短语表示修辞学与辩证法中的两种反驳方法:ἔνστασις(直接反驳/异议)通过举出反例直接否定对方前提(若苏格拉底不存在,则二者皆假);ἀντιπαράστασις(反证/让步反驳)则先假定承认对方前提,进而论证其无法得出所要的结论(即使它们划分真假,也是依肯定与否定而划分)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:99.12-101.13