- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:101.15-102.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯注解《范畴篇》第11章关于相反者的论述,探讨了善与恶对立的不对称性(恶与恶相反的场合)、事物本身的相反者与作为相对者的相反者的区别、相反者在同一底层中的不两立性与共同从属性,以及相反的属(正义与不正义)的问题。
" Ἐναντίον δέ ἐστιν ἀγαθῷ μὲν." Πληρώσας τὸν περὶ τῶν ἀντικειμένων λόγον νῦν βούλεται εἰπεῖν ποσαχῶς τὰ ἐναντία λέγεται καί φησιν ὅτι τῷ μὲν ἀγαθῷ πάντως ἐναντίον κακὸν ἔσται, τῷ δὲ κακῷ οὐ πάντως ἀγαθόν (οὐ γὰρ ἀντιστρέφει), τῷ δὲ κακῷ ὁτὲ μὲν ἀγαθὸν ὁτὲ δὲ κακόν ἐστιν ἐναντίον· οὐ γὰρ μόνον τὸ ἀγαθόν· τῇ γὰρ ἐνδείᾳ κακῷ ὄντι1 ἡ ὑπερβολὴ ἐναντίον κακόν, ὁμοίως καὶ τῇ δειλίᾳ κακῇ οὔσῃ ἀντίκειται ἡ θρασύτης. τὰ δὲ τοιαῦτα ἐναντία σπάνια, ὡς δὲ ἐπὶ τὸ πλεῖστον τὸ κακὸν τῷ ἀγαθῷ ἐναντίον ἐστίν.
“而与善相反的[是恶]。” 在结束了关于对立者的讨论之后,他现在打算说明相反者依多少种方式言说,并说:对于善而言,相反者必定是恶,但对于恶而言,则未必是善(因为并不换位),而对于恶而言,有时善、有时恶是相反者;因为并非只有善[是恶的相反者];因为对于作为恶的不足而言,过度是相反的恶,同样,对于作为恶的怯懦而言,鲁莽与之对立。但这样的相反者是罕见的,而绝大多数情况下恶是与善相反的。
"Ἔτι ἐπὶ τῶν ἐναντίων." Δῆλον ὅτι καὶ τὰ ἐναντία νῦν ὡς πράγματα ἐξετάζει καὶ οὐχ ὡς ἐναντία· ὄντος μὲν γάρ φησι τοῦ λευκοῦ οὐκ ἀνάγκην εἶναι τὸ μέλαν,2 ὄντος δ’ αὐτοῦ ὡς ἐναντίου ἐξ ἀνάγκης εἶναι τὸ μέλαν· τὸ γὰρ ἐναντίον τινὶ λέγεται ἐναντίον εἶναι, καθὼς καὶ ἐν τοῖς πρός τι εἴρηται.
“此外,在相反者的场合。” 显然,他现在也将相反者作为事物来考察,而不是作为相反者来考察;因为他说,白存在时,黑并不必然存在,但当它作为相反者存在时,黑必然存在;因为相反者被说成是相对于某物的相反者,正如在关系者[那一章]中所说的那样。
"Ἔτι εἰ τῷ Σωκράτη ὑγιαίνειν." Τοῦτό φησιν ὅτι τὰ ἐναντία φθαρτικά ἐστιν ἀλλήλων καὶ οὐδέποτε τοῦ ἑνὸς ὄντος τὸ ἕτερον ὑποσταίη τῷ ὑποκειμένῳ κατὰ τὸ αὐτὸ μέρος ἐν τῷ αὐτῷ χρόνῳ· ὑγεία γὰρ καὶ νόσος ἐναντία καὶ οὐδέποτε τῷ αὐτῷ ὑπάρξουσιν ἅμα.
“此外,如果对于苏格拉底健康而言[苏格拉底患病是相反的]。” 他是说:相反者是相互消灭的,绝不会在一者存在时,另一者在同一时间、在同一部分上持存于底层中;因为健康与疾病是相反者,它们绝不会同时属于同一事物。
"Δῆλον δὲ ὅτι καὶ περὶ ταὐτόν." Ἕτερον παρακολούθημα τῶν ἐναντίων τὸ ἀμφότερα εὑρίσκεσθαι ἐν ἑνὶ ὑποκειμένῳ. καὶ τοῦτο εἰκότως· δεῖ γὰρ τὰ πολεμοῦντα καὶ μαχόμενα ἀλλήλοις ἐν ἑνὶ ὑποκειμένῳ ἢ τόπῳ συνελθόντα τοῦτο ποιεῖν.
“而且显然,也围绕同一事物[产生相反者]。” 两者见于单一底层之中,是相反者的另一个伴随特性。这也是合情合理的;因为互相敌对作战的事物,必须聚集在单一底层或处所中才能这样做。
"Δικαιοσύνη δὲ καὶ ἀδικία ἐν." Ἄνω εἰρηκὼς ὅτι τὰ ἐναντία ἐν τῷ αὐτῷ γένει δεῖ εἶναι, νῦν δείκνυσιν ὅτι οὐ πάντα ἐν τῷ αὐτῷ γένει εἰσίν· δικαιοσύνη γὰρ καὶ ἀδικία ἐναντία γένη οὐκ ἐν τῷ αὐτῷ γένει θεωροῦνται·3 ἡ γὰρ δικαιοσύνη ἐν γένει τῇ ἀρετῇ, ἡ δὲ ἀδικία ἐν γένει τῇ κακίᾳ. φαμὲν ὅτι καὶ αὐτὰ τὰ ἐναντία γένη κοινόν τι γένος ἔχει· καὶ γὰρ ἡ ἀρετὴ ἕξις ἐστὶν καὶ ἡ κακία ὁμοίως ἕξις.
“而正义与不正义是在[相反的属中]。” 前文说过相反者必须在同一属中,他现在表明并非一切都在同一属中;因为正义与不正义作为相反的属,并不在同一属中被观察;因为正义在德性这一属中,而不正义在恶德这一属中。我们说,即使这些相反的属本身也具有某种共同的属;因为德性也是状态,恶德同样也是状态。
- 8.1τῇ γὰρ ἐνδείᾳ κακῷ ὄντι
分词短语 κακῷ ὄντι 在语法上作中性与格,概念上指与阴性名词 ἐνδείᾳ(不足)同格的恶的一般性质;而在后半句中,分词则依正常性属配合为阴性(κακῇ οὔσῃ)。此处取为同格分词,意为“对于作为恶的不足”。
- 8.2ὄντος μὲν γάρ φησι τοῦ λευκοῦ οὐκ ἀνάγκην εἶναι τὸ μέλαν, ὄντος δ’ αὐτοῦ ὡς ἐναντίου ἐξ ἀνάγκης εἶναι τὸ μέλαν
在由 φησι 引导的间接引语中,两个独立属格结构(ὄντος... τοῦ λευκοῦ 与 ὄντος δ’ αὐτοῦ)起到条件从句的作用(“当白存在时……”与“当它作为相反者存在时……”),分别对称地后接带宾格的不定词结构作为主句。前句中的 ἀνάγκην 作 εἶναι 的宾格表语。
- 8.5δικαιοσύνη γὰρ καὶ ἀδικία ἐναντία γένη οὐκ ἐν τῷ αὐτῷ γένει θεωροῦνται
短语 ἐναντία γένη 与主语 δικαιοσύνη καὶ ἀδικία(正义与不正义)构成同格(“作为相反之属的正义与不正义”),以紧缩的方式说明《范畴篇》14a22中提出的情况,即当相反者分属相反的属时,它们并不归于同一属下。
