← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《范畴篇》注释

§97.1-99.11

缺失与具有的对立及其与其他对立的区分

阿摩尼奥斯阐释了具有某种状态与状态本身之间的区分,以及肯定/否定的陈述与所指事态之间的区分;随后详细分析了亚里士多德如何依据换位性将关系者与缺失和具有的对立区分开,并进一步依据有无中项的相反者分类将缺失与具有从相反者中区分出来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.9

" Τὸ δὲ ἐστερῆσθαι καὶ τὸ τὴν ἕξιν ἔχειν οὐκ ἔστι στέρησις καὶ ἕξις." Διὰ τούτων βούλεται ὁ φιλόσοφος δεῖξαι ὅτι οὐκ ἔστι ταὐτὸν τὸ ἐστερῆσθαι τῇ στερήσει οὔτε τὸ ἔχειν ἕξιν τῇ ἕξει, παρωνύμως δὲ ἀπ’ αὐτῶν λέγεται, ἐπεὶ εἰ ἦν τὸ αὐτό, κατηγορεῖτο ἂν ἀμφότερα κατὰ τοῦ αὐτοῦ·1 εἰ γὰρ ἦν ταὐτὸν ἕξις καὶ ἕξιν ἔχειν, κατηγορεῖτο ἂν ἀμφότερα κατὰ τοῦ αὐτοῦ, καὶ ἐπὶ τῆς στερήσεως δὲ ὡσαύτως. νῦν δὲ οὐχ οὕτως ἔχει· οὔτε γὰρ τὸν τυφλὸν τυφλότητα λέγομεν.

“而被剥夺与拥有具有并不是缺失与具有。” 哲学家希望通过这些话表明,被剥夺与缺失并不是同一的,拥有具有与具有也不是同一的,而是从它们同源派生而言说的;因为如果它们是同一的,二者就都会述谓于同一个事物。因为如果具有与拥有具有是同一的,二者就都会述谓于同一个事物,在缺失的场合也是同样。但事实并非如此;因为我们不说盲人是盲目。

§7.10

"Ὁμοίως δὲ καὶ οὐκ ἔστι τὸ ὑπὸ τὴν ἀπόφασιν καὶ κατάφασιν." Ὅτι ἡ κατάφασις καὶ ἀπόφασις οὐκ ἔστι ταὐτὰ τοῖς ὑπ’ αὐτῶν σημαινομένοις δείκνυσιν ἐκ τοῦ τὴν μὲν κατάφασιν καὶ ἀπόφασιν λόγους εἶναι, τὰ δὲ ὑπ’ αὐτῶν σημαινόμενα πράγματα. λέγεται δὲ καὶ ταῦτα ἀντικεῖσθαι [τὸ Σωκράτης κάθηται τῷ Σωκράτης οὐ κάθηται] ὡς κατάφασις καὶ ἀπόφασις, λέγω δὴ ταῦτα τὰ πράγματα οἷον τὸ κάθηται καὶ τὸ οὐ κάθηται.2

“同样,处于否定和肯定之下的东西也不是[肯定与否定]。” 他从肯定与否定是言述,而由它们所表示的东西是事态这一事实,证明肯定与否定并不等同于由它们所表示的东西。并且这些东西——我是指诸如‘他坐着’和‘他不坐着’这样的事态——也被说成如同肯定与否定那样相对立[正如‘苏格拉底坐着’对立于‘苏格拉底不坐着’]。

§7.11

"Ὅτι δὲ ἡ στέρησις καὶ ἡ ἕξις." Διακρίνας τὰ πρός τι τῶν ἐναντίων νῦν αὐτὰ διακρίνει ἀπὸ τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων καὶ ἄρχεται ἀπὸ τοῦ σαφεστέρου καὶ ὁμολογουμένου, λέγω δὴ ἀπὸ τοῦ τὴν ὄψιν μὴ λέγεσθαι τυφλότητος ὄψιν, ὕστερον δὲ δείκνυσι, καὶ τοῦτο ἀμφίβολον, ὅτι οὐδὲ ἡ τυφλότης ὄψεως λέγεται· τοῦτο γὰρ δοκεῖ καὶ λέγεσθαι.

“而缺失与具有[并不作为关系者相对立]。” 在把关系者与相反者区分开之后,他现在把关系者同依缺失和具有相对立的事物区分开,并从更清晰且公认的事情开始,我是指视力不被称为盲目的视力;随后他证明——而且这是有争议的——盲目也不被称为视力的[盲目];因为这似乎也能被这样说。

§7.12

"Οὐδ’ ἄλλως οὐδαμῶς πρὸς τοῦτο λέγεται." Ἀντὶ τοῦ ‘ὡς 〈ἂν〉 ὀνοματοποιήσῃς, οὐδαμῶς πρὸς ἀντιστρέφοντα λέγεται’.

“也绝不以任何其他方式相对于此而言说。” 这是替代于:‘无论你如何造词,它绝不相对于相互换位者而言说’。

§7.13

"Ὡσαύτως δὲ οὐδὲ ἡ τυφλότης λέγοιτ’ ἂν τυφλότης ὄψεως." Δείκνυσιν ὅτι οὐδὲ ἡ τυφλότης ὄψεως λέγεται· εἰ γὰρ λέγεται, ῥηθήσεται καὶ ὄψις τυφλότητος· τὰ γὰρ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται, ὥσπερ τὸ ἀριστερὸν δεξιοῦ καὶ τὸ δεξιὸν ἀριστεροῦ.

“同样,盲目也不能被称为视力的盲目。” 他证明盲目也不被称为视力的[盲目];因为如果它被这样说,视力也将被称为盲目的[视力];因为关系者是相对于相互换位者而言说的,正如左是右的[左],右是左的[右]一样。

§7.14

"〈Ὅτι δὲ οὐδ’ ὡς τὰ ἐναντία.〉 "Ἰστέον ὅτι ἀκόλουθον ἦν τὴν τῶν πρός τι ἀντίθεσιν διακρῖναι πρὸς τὴν κατάφασιν καὶ ἀπόφασιν. ἀλλ’ ἐπειδὴ ἑνὶ λόγῳ ἐκείνην τῶν τριῶν μέλλει διακρίνειν, τοῦτο μὲν ὑπερέθετο, τῆς δὲ τῶν ἐναντίων ἀντιθέσεως διακρίνει τὴν κατὰ στέρησιν καὶ ἕξιν, καὶ πρότερον τὰ ἐναντία διαιρεῖ καὶ δείκνυσι διὰ τῶν μερῶν, ἔπειτα δὲ καὶ καθολικῷ λόγῳ· ὧν μὲν γὰρ ἐναντίων μηδέν ἐστιν ἀνὰ μέσον, ἀναγκαῖον ἐν ᾧ πέφυκε γίνεσθαι ἢ ὧν κατηγορεῖται θάτερον αὐτῶν ὑπάρχειν ἀεί·3 οὔτε γὰρ τὸ πῦρ εἴποιμεν περιττὸν ἢ ἄρτιον εἶναι οὐδὲ τὸν λίθον νοσεῖν ἢ ὑγιαίνειν, ἐπειδὴ οὔτε πέφυκε τὴν ἀρχὴν τούτων δεκτικὰ εἶναι. τὸ δὲ ὧν κατηγορεῖται θάτερον αὐτῶν ὑπάρχειν ἀεὶ διὰ τὰ ἄμεσα ἐναντία, ὡς καὶ αὐτός φησιν ἐπὶ νόσου καὶ ὑγείας καὶ ἀρτίου καὶ περιττοῦ· ἀνάγκη γὰρ πάντα ἀριθμὸν ἢ ἄρτιον εἶναι ἢ περιττὸν καὶ πᾶν σῶμα ἢ νοσεῖν ἢ ὑγιαίνειν τὸ τούτων δεκτικόν.

“〈而且也不作为相反者。〉”应当知道,本来的次序是将关系者的对立同肯定与否定区分开。但是,由于他打算用单一的论证把肯定与否定从这三者中区分开,他推迟了这一项,而将依缺失与具有的对立同相反者的对立区分开;首先他划分相反者并通过各个部分作出证明,随后也通过普遍的论证作出证明。因为在其中间没有任何中项的相反者之中,在自然适于产生它们的事物中,或者在它们被述谓的事物中,它们之一必然总是现存的;因为我们不会说火是奇数或偶数,也不会说石头患病或健康,因为它们从根本上在自然上就不具接受这些的本性。而在它们被述谓的事物中它们之一总是现存,是由于无中项的相反者,正如他自己在疾病与健康、偶数与奇数的场合所说的那样;因为必然是每一个数要么是偶数要么是奇数,并且每一个能接受这些的物体要么患病要么健康。

§7.15

"Οὔτε γὰρ λευκὸν ἢ μέλαν ἀνάγκη πᾶν εἶναι τὸ δεκτικόν." Οὐ γὰρ ἀνάγκη τὸ σῶμα ἢ λευκὸν εἶναι ἢ μέλαν (δύναται γὰρ καὶ φαιὸν εἶναι) οὔτε ψυχρὸν ἢ θερμόν (δύναται γὰρ χλιαρὸν εἶναι), εἰ μὴ ἄρα ἓν αὐτῶν ἐξ ἀνάγκης ὑπάρχει τῷ ὑποκειμένῳ4 ὡς τῇ χιόνι τὸ λευκὸν καὶ τῷ πυρὶ τὸ θερμὸν καὶ αὐτῇ τῇ ἐπινοίᾳ, ἐπειδὴ ὥσπερ συνουσίωται αὐτῷ ἡ θερμότης, ὥσπερ καὶ τῇ χιόνι ἡ ψυχρότης ἢ ἡ λευκότης.

“因为并非所有能接受者都必然是白或黑。” 因为物体并非必然要么是白要么是黑(因为它可以是灰的),也不是非冷即热(因为它可以是温的),除非它们中的一个如雪之于白和火之于热那样,甚至在观念本身中就必然现存于底层中,因为热与火同居于本质,正如冷或白与雪[同居于本质]一样。

§7.16

"Ἐπὶ δὲ τῆς στερήσεως καὶ τῆς." Παραδεδωκὼς τοὺς τρόπους τῆς τῶν ἐναντίων ἀντιθέσεως νῦν δείκνυσιν ὅτι κατ’ οὐδένα τῶν εἰρημένων τρόπων δύναται ἡ αὐτὴ εἶναι τῶν ἐναντίων ἀντίθεσις τῇ κατὰ στέρησιν καὶ ἕξιν· ἐπὶ γὰρ τῶν ἀμέσων ἐναντίων ἐξ ἀνάγκης τὸ ἕτερον ὑπάρχει τῷ ὑποκειμένῳ, ἐπὶ δὲ τῶν κατὰ στέρησιν καὶ ἕξιν οὐκ ἐξ ἀνάγκης τὸ ἕτερον πάρεστιν ἀεὶ τῷ ὑποκειμένῳ· ὥστε οὐκ ἔστιν ἡ τῶν ἀμέσων ἐναντίων ἀντίθεσις ἡ αὐτὴ τῇ κατὰ στέρησιν καὶ ἕξιν, ἀλλ’ οὐδὲ τῇ ἀνὰ μέσον.

“但在缺失与[具有]的场合。” 在阐明了相反者的对立的诸种方式之后,他现在证明,按照所说的任何一种方式,相反者的对立都绝不可能与依缺失和具有的对立相同;因为在无中项的相反者场合,它们中的一个必然现存于底层中,而在依缺失与具有的场合,它们中的一个并非总是必然现存于底层中;所以无中项的相反者的对立不同于依缺失与具有的对立,更不同于有中项的相反者的对立。

语法注4 条
  1. 7.9ἐπεὶ εἰ ἦν τὸ αὐτό, κατηγορεῖτο ἂν ἀμφότερα κατὰ τοῦ αὐτοῦ

    由因果连词 ἐπεί(“因为”)引出的与事实相反的虚拟条件结构。条件从句采用未完成过去直陈式 εἰ ἦν(“如果二者是同一的”),主句则采用 ἄν 配合未完成过去直陈式 κατηγορεῖτο ἄν(“二者就都会被述谓”),表示对现在事实的假设。

  2. 7.10λέγω δὴ ταῦτα τὰ πράγματα οἷον τὸ κάθηται καὶ τὸ οὐ κάθηται

    短语 λέγω δή 作为解释性的插入语使用(意为“我是指/也就是”),用以明确前文的 ταῦτα(由它们所表示的事物),将其确指为 ταῦτα τὰ πράγματα(“这些事态”),并通过 οἷον(“例如”)同格附加名词化的动词形式 τὸ κάθηται καὶ τὸ οὐ κάθηται。

  3. 7.14ὧν μὲν γὰρ ἐναντίων μηδέν ἐστιν ἀνὰ μέσον, ἀναγκαῖον ἐν ᾧ πέφυκε γίνεσθαι ἢ ὧν κατηγορεῖται θάτερον αὐτῶν ὑπάρχειν ἀεί

    长句的核心结构为无人称句 ἀναγκαῖον [ἐστι] ... θάτερον αὐτῶν ὑπάρχειν ἀεί(“它们之一必然总是现存”)。开头的 ὧν μὲν... ἐναντίων 表现为关系从句吸纳先行词的部分属格,依附于主节的 θάτερον αὐτῶν。其后两个并列的关系从句 ἐν ᾧ πέφυκε γίνεσθαι 与 ὧν κατηγορεῖται 通过 ἤ(“或者”)限定基底的范围。

  4. 7.15εἰ μὴ ἄρα ἓν αὐτῶν ἐξ ἀνάγκης ὑπάρχει τῷ ὑποκειμένῳ

    短语 εἰ μὴ ἄρα 是用于引入例外的惯用表达(“除非确实”,“若是……则另当别论”),对前句的否定论断(“物体并非必然是白或黑”)构成限定性的例外条件从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:97.1-99.11