← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《范畴篇》注释

§95.1-96.28

相反者的区分与缺失和具有的条件

安摩尼乌阐明了亚里士多德对关系者对立与相反者对立的区分,继而讨论了相反者之中无中项与有中项的划分及其在底层中的必然性,并梳理了缺失与具有之对立成立的三项条件(具接受能力的底层、适宜部位以及适宜时期)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.2

" Ὅσα οὖν ἀντίκειται." Βούλεται διὰ τούτων δεῖξαι ὅτι ἡ τῶν πρός τι ἀντίθεσις οὐκ ἔστιν ἡ αὐτὴ τῇ τῶν ἐναντίων, καὶ δείκνυσιν αὐτὸ οὕτως· τὰ ὡς πρός τι ἀντικείμενα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται1 οἷον τὸ δεξιὸν ἀριστεροῦ δεξιόν, τὰ δ’ ὡς ἐναντία ἀντικείμενα αὐτὰ ἅπερ ἐστὶν οὐ λέγεται ἑτέρων· τὸ γὰρ λευκὸν οὐ λέγεται μέλανος λευκόν· τὰ ἄρα ὡς πρός τι ἀντικείμενα ἕτερα παρὰ τὰ ὡς ἐναντία ἀντικείμενα.

“因此,凡是相对立的。” 他希望通过这些话表明,关系者的对立并不等同于相反者的对立,并且他如此证明这一点:作为关系者相对立的事物,被说成恰就其所是而言是其他事物的东西(例如,右是左的右);而作为相反者相对立的事物,则不被说成恰就其所是而言是其他事物的东西;因为白并不被称为黑的白。因此,作为关系者相对立的事物不同于作为相反者相对立的事物。

§7.3

"Ὅσα δὲ τῶν ἐναντίων." Διακρίνας τὴν τῶν πρός τι ἀντίθεσιν τῆς τῶν ἐναντίων βούλεται νῦν αὐτὴν καὶ τῶν λοιπῶν διακρῖναι. πρὸ δὲ τούτου διαίρεσίν τινα τῶν ἐναντίων παραδίδωσι συμβαλλομένην αὐτῷ τοιαύτην· τῶν ἐναντίων τὰ μὲν ἄμεσά ἐστιν ὡς ἄρτιον καὶ περιττόν, τὰ δὲ ἔμμεσα ὡς τὸ λευκὸν καὶ τὸ μέλαν καὶ εἴ τι τοιοῦτον. καὶ τὰ ἔμμεσα τὰ μὲν οὕτως ἔχει ὥστε μὴ ἐξ ἀνάγκης τὸ ἕτερον αὐτῶν παρεῖναι τῷ ὑποκειμένῳ ὡς ἐπὶ λευκοῦ καὶ μέλανος (οὔτε γὰρ ἀνάγκη πᾶν σῶμα λευκὸν εἶναι ἢ μέλαν· δύναται γὰρ καὶ φαιὸν εἶναι ἢ ἄλλο τι, ὅσα ἔμμεσα), τὰ δὲ οὕτως ἔχει ὥστε ἐξ ἀνάγκης τὸ ἕτερον αὐτῶν παρεῖναι τῷ ὑποκειμένῳ,2 ὡς τῷ πυρὶ ἡ θερμότης· οὐ γὰρ ἄν ποτε αὐτῷ προσγένοιτο ἡ ψῦξις· ὁμοίως δὲ καὶ τῇ χιόνι 〈ἡ〉 ψυχρότης καὶ οὐκ ἄν ποτε τὸ ἐναντίον.

“但在相反者之中。” 在把关系者的对立与相反者的对立区分开之后,他现在希望把前者同其余的对立也区分开。但在此之前,他提出了某种对他有用的关于相反者的划分,其内容如下:在相反者之中,有些是无中项的,如偶数与奇数;有些是有中项的,如白与黑以及诸如此类的东西。而在有中项的相反者之中,有些处于这样的状态,即并非它们中的一个必然现存于底层中,如同在白与黑的场合那样(因为并不是所有物体都必然是白的或黑的;因为它也可以是灰的,或是属于中项的任何其他颜色);而另一些则处于这样的状态,即它们中的一个必然现存于底层中,如热现存于火;因为冷却绝不会附加于它;同样冷现存于雪,而绝不会是相反者。

§7.4

"Καὶ περιττὸν δὲ καὶ ἄρτιον." Πᾶς γὰρ ἀριθμὸς ἢ περιττὸς ἢ ἄρτιος, καὶ οὐκ ἂν εὑρεθείη ἀριθμὸς μὴ ὢν τοιοῦτος.

“以及奇数与偶数。” 因为每个数要么是奇数要么是偶数,绝不可能找到不是如此的数。

§7.5

"Καὶ φαῦλον δὲ καὶ σπουδαῖον κατηγορεῖται." Οὐ μόνον γὰρ ἐπ’ ἀνθρώπου λέγομεν τὸ φαῦλον καὶ σπουδαῖον, ἀλλὰ καὶ ἐπ’ ἄλλων πολλῶν οἷον ἵππων καὶ κυνῶν καὶ τῶν τοιούτων.

“并且劣与善也被述谓。” 因为我们不仅在人的场合谈论劣与善,而且在许多其他事物的场合也这样谈论,例如马、狗以及诸如此类的事物。

§7.6

"Ἐπ’ ἐνίων μὲν οὖν ὀνόματα." Τῶν ἐμμέσων ἐναντίων τὰ μὲν τὸ μέσον ἔχουσιν ὀνομαζόμενον ὡς λευκὸν καὶ μέλαν τὸ ὠχρὸν καὶ τὸ φαιὸν καὶ τὰ τοιαῦτα, τὰ δὲ οὐκ ἔχει, τῇ δὲ τῶν ἄκρων ἀναιρέσει σημαίνεται, οἷον τὸ μεταξὺ φαύλου καὶ σπουδαίου ὀνόματι μὲν οὐκ ἔστιν εἰπεῖν, τῇ δὲ τῶν ἄκρων ἀναιρέσει τοῦτο γνωρίζομεν οἷον τὸ μήτε φαῦλον μήτε σπουδαῖον λέγοντες.

“于是在某些事物上,名称。” 在有中项的相反者之中,有些其中项具有名称,如白与黑之间的苍黄与灰以及诸如此类的颜色;另一些则没有名称,而是通过对两极的否定来表示;例如,在劣与善之间的东西不能用一个名称来说出,但我们通过对两极的否定认识这一点,如当我们说“既不劣也不善的事物”。

§7.7

"Στέρησις δὲ καὶ ἕξις λέγεται." Βουλόμενος διακρῖναι τὴν τῶν πρός τι ἀντίθεσιν τῆς κατὰ στέρησιν καὶ ἕξιν ἀντιθέσεως πρότερον περὶ αὐτῶν διδάσκει τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων καί φησιν ὅτι περὶ ὃ πρᾶγμα λέγεται ἡ ἕξις, περὶ τοῦτο καὶ ἡ στέρησις θεωρεῖται.

“缺失与具有被说。” 在希望把关系者的对立与依缺失和具有的对立区分开时,他首先教导关于依缺失和具有相对立的事物本身,并称:在关于何种事物具有被言说的场合,关于该事物缺失也被考察。

§7.8

"Ἐστερῆσθαι γὰρ τότε λέγομεν." Πάνυ ἀσφαλῶς ὁ φιλόσοφός φησιν ὅτι εἰ μέλλομεν λέγειν τι ἐστερῆσθαί τινος, τρία ταῦτα δεῖ σκοπεῖν· πρῶτον μὲν αὐτὸ περὶ οὗ λέγομεν εἰ δεκτικόν, ἔπειτα τὸν τόπον ἐν ᾧ πέφυκε λέγεσθαι, τρίτον τὸν καιρὸν καθ’ ὃν ἔδει τὴν ἕξιν εἶναι. οἷον δεῖ σκοπεῖν πρῶτον τὸ ὑποκείμενον διὰ τὰ ὅλως οὐ δεκτικά (οὐ γὰρ λέγομεν τὸν λίθον ἐστερῆσθαι ὄψεως, ἐπεὶ μηδὲ ἔχει ὅλως ἐπιτηδειότητα πρὸς τὸ κεκτῆσθαι ὄψιν· παραπλήσιον γὰρ ὡς εἰ ἔλεγεν αὐτὸν καὶ δικαιοσύνης ἐστερῆσθαι· ἀλλ’ οἶμαι φανερὸν ὅτι ἡ στέρησις πρὸς μόνην τὴν προϋπάρξασαν λέγεται κτῆσιν), δεύτερον δὲ καὶ τὸ μέρος καθ’ ὃ πέφυκεν ἔχειν (τοῦ γὰρ ἀνθρώπου δεκτικοῦ ὄντος ὄψεως τὸν πόδα οὐ λέγομεν ἐστερῆσθαι ὄψεως διὰ τὸ ὡς εἴρηται μὴ πεφυκέναι κατ’ ἐκεῖνο τὸ μέρος αὐτὴν ἔχειν), ἔτι δὲ πρὸς τούτοις τὸν καιρόν· τὸ γὰρ σκυλάκιον πεφυκὸς ἔχειν ὄψιν καὶ καθ’ ὃ μέρος δεῖ, ὅμως οὐχ ὁρᾷ, καὶ οὐ λέγεται ἐστερῆσθαι ὄψεως διὰ τὸ μήπω παρεῖναι τὸν καιρὸν εἰς ὃν κατ’ ἐνέργειαν ἀπολάβοι τὴν ὄψιν3 μηδὲ πρότερον μὲν ὁρᾶν αὐτὸ ὕστερον δὲ τυφλώττειν. καλῶς οὖν καὶ ἀσφαλῶς τὰ τρία ταῦτα φυλάττειν καὶ σκοπεῖν ἡμᾶς φησιν ὁ φιλόσοφος· νωδόν τε γὰρ λέγομεν οὐ τὸ μὴ ἔχον ὀδόντας (οὐ γὰρ δήπου καὶ τὸ ἄρτι τεχθέν) καὶ τυφλὸν οὐχ ἁπλῶς τὸ μὴ ἔχον ὄψιν· οὐ γὰρ δήπου καὶ τὸ σκυλάκιον.

“因为我们是在那时才说被剥夺。” 哲学家极其准确地指出,如果我们打算说某物被剥夺了某物,就必须考虑这三件事:首先是我们谈论的该事物自身是否具有接受能力;其次是它在自然上适于被言说的部位;第三是该具有本应当存在的适宜时期。例如,首先必须因为完全不具接受能力的事物而考虑底层(因为我们不说石头被剥夺了视力,因为它完全不具备占有视力的适应性;因为这类似于说它也被剥夺了正义;但我想,显然缺失只是相对于预先存在的占有而被说的);其次也必须[考虑]它在自然上适于拥有它的部位(因为尽管人能够接受视力,但我们不说脚被剥夺了视力,因为如前所述,它在自然上不适于在该部位拥有视力);此外在这些之外还要考虑适宜时期;因为幼犬虽然在自然上适于拥有视力且在应当拥有的部位上拥有,然而它看不见,却不被称为被剥夺了视力,这是因为以现实活动方式获得视力的适宜时期尚未到来,它也不是先前看得见而后来失明的。因此,哲学家很好且稳妥地指出我们应当注意并考察这三件事;因为我们不把没有牙齿的称作缺牙的(因为刚出生的当然不能如此称呼),也不把没有视力的径直称作失明的;因为幼犬当然也不能如此称呼。

语法注3 条
  1. 7.2αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται

    此表述反映了《范畴篇》第7章对关系者的定义。主格短语 αὐτὰ ἅπερ ἐστίν(“恰就其所是而言”)作为主语,搭配表示关联或所属的属格 ἑτέρων(“被说是其他事物的东西”),与后文相反者不具有这种属格关联(如白不能被称为“黑的白”)形成对比。

  2. 7.3τὰ δὲ οὕτως ἔχει ὥστε ἐξ ἀνάγκης τὸ ἕτερον αὐτῶν παρεῖναι τῷ ὑποκειμένῳ

    结构 οὕτως ἔχει ὥστε... 构成了表示结果或状态的连贯句式(“处于……的状态以至于……”)。它与前文的 μὴ ἐξ ἀνάγκης 相对照,表达了某一对立项不可分离地、必然地从属于底层(如热之于火)。

  3. 7.8εἰς ὃν κατ’ ἐνέργειαν ἀπολάβοι τὴν ὄψιν

    时间关系从句中的祈愿语气动词 ἀπολάβοι 在否定词 μήπω 引导的主干之后,表达了一种潜在的、预期的未来时刻(“本应现实地获得视力的时期”),而非对已然事实的陈述。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:95.1-96.28