← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《范畴篇》注释

§93.8-94.29

四种对立方式的划分及其排列顺序

阿摩尼奥斯针对《范畴篇》第10章开端(11b16)的“对立”论题,运用划分法逻辑地推导出四种对立方式(关系、相反、缺失与具有、肯定与否定),并根据对立猛烈程度递增的原由解释了亚里士多德行文次序的合理性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

" Περὶ δὲ τῶν ἀντικειμένων ποσαχῶς." Σκοπός ἐστιν ἐνταῦθα τῷ Ἀριστοτέλει διδάξαι ἡμᾶς περὶ τῶν φωνῶν, ὧν ἐν τῇ διδασκαλίᾳ τῶν κατηγοριῶν ἐμνημόνευσεν, οὐ παντάπασι μὲν ἡμῖν ἀγνώστων οὐσῶν ἐκ τῆς συνηθείας, δεομένων δὲ ὅμως τινὸς διαρθρώσεως καὶ διδασκαλίας.1 καὶ πρῶτον περὶ τῶν ἀντικειμένων φησί· καὶ γὰρ ἐμνημόνευσεν ἐν τοῖς πρός τι τῶν ἀντικειμένων, ἡνίκα ἔλεγε τὸ μέγα τῷ μικρῷ ἀντικεῖσθαι οὐχ ὡς τὰ ἐναντία, ἀλλ’ ὡς τὰ πρός τι. βούλεται τοίνυν διδάξαι ποσαχῶς λέγεται τὰ ἀντικείμενα καί φησιν ὅτι τετραχῶς ἀντίκειται, ἢ ὡς τὰ πρός τι ἢ ὡς τὰ ἐναντία ἢ ὡς στέρησις καὶ ἕξις ἢ ὡς κατάφασις καὶ ἀπόφασις. ἵνα δὲ πραγματικῶς τοῦτο μάθωμεν, πῶς τὰ ἀντικείμενα τετραχῶς λέγεται, λάβωμεν αὐτὰ ἐκ διαιρέσεως. τὰ ἀντικείμενα ἢ ἐν λόγοις ἀντίκειται ὡς κατάφασις καὶ ἀπόφασις, οἷον Σωκράτης περιπατεῖ — Σωκράτης οὐ περιπατεῖ, ἢ ἐν πράγμασι, καὶ τούτοις ἢ σχέσιν ἔχουσιν ἢ ὡς καθ’ αὑτὰ θεωρουμένοις· καὶ τὰ μὲν κατὰ σχέσιν λέγονται ἀντικεῖσθαι ὡς τὰ πρός τι οἷον δεξιὸν ἀριστερόν, τὰ δὲ οὐ κατὰ σχέσιν ἀλλὰ καθ’ αὑτὰ ἀντίκειται, καὶ ταῦτα ἢ μεταβάλλει εἰς ἄλληλα ἢ οὐ μεταβάλλει, καὶ εἰ μὲν μεταβάλλει, ἀντίκειται ὡς τὰ ἐναντία οἷον τὸ μέλαν τῷ λευκῷ, εἰ δὲ μὴ μεταβάλλει, ἀντίκειται κατὰ στέρησιν καὶ ἕξιν οἷον ὡς ὄψις καὶ τυφλότης. Τίνος δὲ ἕνεκεν ταύτῃ τῇ τάξει ἐχρήσατο; φαμὲν ὅτι ἀπὸ τῶν μαλακωτέραν ἐχόντων τὴν ἀντίθεσιν, λέγω δὴ τῶν πρός τι, ἤρξατο· ταῦτα γὰρ σχεδὸν οὐδὲ πέφυκεν ἄλληλα πολεμεῖν· ἀμέλει καὶ συνεισάγει ἄλληλα καὶ τοῦ ἑτέρου ὄντος πάντως ἐστὶ καὶ τὸ ἕτερον καὶ τοὐναντίον μὴ ὄντος τοῦ ἑτέρου οὐδὲ τὸ ἕτερον ἔσται.2 δεύτερον δέ φησι περὶ τῶν ἐναντίων· σφοδρότερον γὰρ ἀντίκειται τὰ ἐναντία· ταῦτα γὰρ ἀναιρεῖ ἄλληλα, καὶ τοῦ ἑτέρου ὄντος πάντως τὸ ἕτερον ἔφθαρται. ἔτι δὲ τούτων σφοδρότερα τὰ κατὰ στέρησιν καὶ ἕξιν· τὰ γὰρ ἐναντία εἰ καὶ ἀναιρεῖ ἄλληλα, ὡς ἐλέγομεν, ἀλλὰ καὶ εἰς ἄλληλα μεταβάλλει (λευκὸν γὰρ ἐκ μέλανος καὶ τοὐναντίον γίνεται), τὰ δὲ κατὰ στέρησιν καὶ ἕξιν ἀντικείμενα οὐ μεταβάλλει εἰς ἄλληλα· οὔτε γὰρ τυφλός τις ἀναβλέψαι ἂν οὔτε φαλακρὸς φύσαι τρίχας. ἔτι δὲ τούτων σφοδροτέρα ἡ περὶ κατάφασιν καὶ ἀπόφασιν ἀντίθεσις· αὕτη γὰρ μόνη ἐπὶ πάντων τῶν ὄντων θεωρεῖται, αἱ δ’ ἄλλαι οὐδαμῶς· ἡ γὰρ τῶν πρός τι ἀντίθεσις οὐκ ἐπὶ πάντων λέγεται· ἂν γὰρ τύχῃ τις μόνος ὤν, οὐ λέγεται δεξιὸς εἶναι ἢ ἀριστερός. οὔτε τὰ ἐναντία δὲ ἐπὶ πάντων· τῇ γὰρ οὐσίᾳ οὐδέν ἐστιν ἐναντίον καὶ ἡ φωνὴ οὐ λέγεται λευκὴ εἶναι ἢ μέλαινα κατὰ τὴν τῶν χρωμάτων ἐναντίωσιν. ὁμοίως οὔτε ἡ κατὰ στέρησιν καὶ ἕξιν ἀντίθεσις λέγεται ἐπὶ πάντων· ὁ γὰρ λίθος οὐ λέγεται τυφλὸς εἶναι ἢ ὄψιν ἔχειν ἢ φαλακρὸς εἶναι. ἡ δέ γε τῆς καταφάσεως καὶ ἀποφάσεως ἀντίθεσις ἐπὶ πάντων θεωρεῖται· λέγεται γὰρ ὁ Σωκράτης ἢ δεξιὸς εἶναι ἢ μὴ εἶναι δεξιός, καὶ ἡ οὐσία ἢ ἔχειν ἐναντίον ἢ μή, καὶ ὁ λίθος ἢ ὄψιν ἔχειν ἢ μὴ ὄψιν ἔχειν, ὁμοίως καὶ ἐπὶ πάντων δὲ τῶν ὄντων εὐπορήσεις καὶ καταφάσεως καὶ ἀποφάσεως3 [ταύτην τὴν ἀντίθεσιν ὑπάρχουσαν]. εἰκότως οὖν πρώτην μὲν εἶπε τὴν τῶν πρός τι, δευτέραν δὲ τὴν τῶν ἐναντίων, τρίτην δὲ τὴν κατὰ στέρησιν καὶ ἕξιν, τετάρτην δὲ τὴν κατάφασιν καὶ ἀπόφασιν.

“关于对立者,以多少种方式[被说]。” 亚里士多德在这里的意图是教导我们关于他在范畴的教学中提及的那些词语,这些词语由于日常习用对我们而言并非完全未知,但仍然需要某种明确区分与讲授。首先他谈论对立者;因为在关于关系的[讨论]中,当他说大与小相对立不是作为相反者,而是作为关系者时,他曾提及对立者。因此他希望教导对立者以多少种方式被说,并称它们以四种方式对立:要么作为关系者,要么作为相反者,要么作为缺失与具有,要么作为肯定与否定。为了让我们切合事实地学会对立者如何以四种方式被说,让我们通过划分来把握它们。对立者要么在命题中对立,如肯定与否定——例如“苏格拉底在散步”与“苏格拉底不在散步”;要么在事物中对立,而在事物中,要么作为具有关联者,要么作为就其自身被考察者。依关联而对立者被称为作为关系者而对立,例如右与左;不依关联而是就其自身而对立者,则要么彼此相互转化,要么不转化。如果相互转化,它们就作为相反者而对立,例如黑与白;如果不转化,它们就依缺失与具有而对立,例如视觉与盲。但他究竟为了什么缘故采用了这种次序呢?我们说,这是因为他从具有较温和对立者开始,我指的是关系者;因为它们在自然上几乎彼此并不争斗。事实上,它们彼此共同引入,只要一方存在,另一方就必然存在,相反,若一方不存在,另一方也将不存在。其次,他谈论相反者;因为相反者对立得更为猛烈;因为它们彼此消灭,只要一方存在,另一方就必定已被毁灭。比这些更猛烈的,是依缺失与具有而对立者;因为相反者即便如我们所说彼此消灭,但它们也彼此相互转化(因为白产生于黑,反之亦然),而依缺失与具有而对立者则并不彼此转化;因为既没有瞎子能重见光明,也没有秃子能生出头发。比这些更猛烈的,是关于肯定与否定的对立;因为唯有这种对立是在一切存在者上被考察的,而其他对立绝非如此。因为关系者的对立并非在一切事物上被言说;因为如果某人碰巧独处,他就不会被称为是右或是左。相反者也不是在一切事物上被言说;因为没有任何事物与实体相反,而且声音也不会依颜色的相反性被称为是白的或黑的。同样,依缺失与具有的对立也并非在一切事物上被言说;因为石头不会被称为是瞎的、具有视觉的,或是秃的。然而,肯定与否定的对立却在一切事物上被考察;因为苏格拉底被称为要么是右要么不是右,实体要么有相反者要么没有,石头要么具有视觉要么不具有视觉;同样在一切存在者上,你也绝不难同时找到肯定与否定。因此,他理所当然地把关系者的对立列为第一,把相反者的对立列为第二,把依缺失与具有的对立列为第三,把肯定与否定列为第四。

语法注3 条
  1. 7.1ὧν ἐν τῇ διδασκαλίᾳ τῶν κατηγοριῶν ἐμνημόνευσεν, οὐ παντάπασι μὲν ἡμῖν ἀγνώστων οὐσῶν ἐκ τῆς συνηθείας, δεομένων δὲ ὅμως τινὸς διαρθρώσεως καὶ διδασκαλίας

    关系代词 ὧν 的先行词是前接的名词短语 τῶν φωνῶν,作为 ἐμνημόνευσεν 的属格补足语。其后的 οὐ παντάπασι μὲν ... οὐσῶν ... δεομένων δέ ... 是与 τῶν φωνῶν 在性、数、格上一致的属格分词结构,起着修饰和补充说明先行词的让步/对比性状语从句的作用。

  2. 7.1ἀμέλει καὶ συνεισάγει ἄλληλα καὶ τοῦ ἑτέρου ὄντος πάντως ἐστὶ καὶ τὸ ἕτερον καὶ τοὐναντίον μὴ ὄντος τοῦ ἑτέρου οὐδὲ τὸ ἕτερον ἔσται

    副词 ἀμέλει 起证实和强调作用,统领主句 συνεισάγει ἄλληλα。随后由连词 καί 并列了两个属格绝对结构充当的条件从句及其归结句(τοῦ ἑτέρου ὄντος 对应 ἐστὶ καὶ τὸ ἕτερον;μὴ ὄντος τοῦ ἑτέρου 对应 οὐδὲ τὸ ἕτερον ἔσται),对称地从肯定与否定两方面展示了关系范畴的相互蕴涵性。

  3. 7.1εὐπορήσεις καὶ καταφάσεως καὶ ἀποφάσεως

    动词 εὐπορέω(富足、容易获得/找到)支配属格补足语(καταφάσεως καὶ ἀποφάσεως)。刊本中置于方括号内的[ταύτην τὴν ἀντίθεσιν ὑπάρχουσαν]是对该属格短语进行补充说明的修饰短语或早期写本附注。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:93.8-94.29