← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《范畴篇》注释

§92.4-93.6

其余六个范畴的派生及其定义与种区分

阿摩尼奥斯阐明了其余六个范畴如何通过实体与前四个原初范畴的结合而派生,并对亚里士多德所省略的其余六个范畴逐一系统地给出了定义与种的区分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

" Ἐπιδέχεται δὲ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ἐναντιότητα. " Δεῖ εἰδέναι ὅτι αἱ κυρίως καὶ πρῶται κατηγορίαι τέσσαρές εἰσιν αἱ εἰρημέναι, οὐσία ποσὸν ποιὸν πρός τι, αἱ δὲ ἄλλαι ἓξ γίνονται ἐκ τῆς συμπλοκῆς τῆς οὐσίας πρὸς τὰς λοιπὰς τρεῖς· ἐκ γὰρ τῆς συμπλοκῆς τῆς οὐσίας καὶ τοῦ ποσοῦ ἐγένοντο δύο κατηγορίαι ἥ τε ποῦ καὶ ἡ ποτέ, καὶ πάλιν ἐκ τῆς μίξεως τῆς οὐσίας καὶ τοῦ ποιοῦ γίνονται ἕτεραι δύο τὸ ποιεῖν καὶ τὸ πάσχειν, ἐκ δὲ τῆς συμπλοκῆς τῆς οὐσίας καὶ τῶν πρός τι γίνονται αἱ λοιπαὶ δύο κατηγορίαι τὸ κεῖσθαι καὶ τὸ ἔχειν. ἀποδοὺς δὲ τῶν τεσσάρων κατηγοριῶν τούς τε ὅρους καὶ τὰ παρακολουθήματα τῶν λοιπῶν ἓξ οὔτε τὰ ἴδια εἶπεν οὔτε τοὺς ὁρισμοὺς ἀπέδωκεν οὔτε τὴν εἰς τὰ εἴδη διαίρεσιν ὡς δυναμένων ἡμῶν ἐκ τῶν ῥηθέντων καὶ ταύταις ἐπιστῆσαι.1 δεῖ οὖν ἡμᾶς ἑκάστου τόν τε ὁρισμὸν ἀποδοῦναι καὶ τὴν εἰς τὰ εἴδη διαίρεσιν. ἔστιν οὖν ποιεῖν μὲν τὸ εἴς τι ἐνεργεῖν. τούτου δὲ εἴδη δύο· τὸ γὰρ ποιοῦν ἢ εἰς ἑαυτὸ ποιεῖ ὥσπερ ἡ ψυχὴ ἑαυτὴν γινώσκουσα ἢ εἰς ἕτερον ὡς τὸ θερμαίνειν. πάσχειν δέ ἐστι τὸ ὑπό τινος ἀλλοιοῦσθαι. ὁμοίως δὲ καὶ τούτου εἴδη δύο· ἢ γὰρ ὡς εἰς φθορὰν ἀγόμενον πάσχει ὡς τὸ καίεσθαι ἢ ὡς εἰς τελειότητα ἀναγόμενον, ὡς ὅταν εἴπωμεν πάσχειν τὴν ὅρασιν ὑπὸ τοῦ ὁρατοῦ. κεῖσθαι δέ ἐστιν ἡ τοιάδε τοῦ σώματος θέσις, τούτου δὲ εἴδη τρία, ἀνακεῖσθαι καθῆσθαι ἑστάναι. ποτὲ δέ ἐστι χρόνου δηλωτικόν, καὶ τούτου εἴδη τρία, ἐνεστὼς παρεληλυθὼς μέλλων. ποῦ δέ ἐστι τόπου δηλωτικόν, καὶ τούτου εἴδη ἕξ, ἄνω κάτω δεξιὰ ἀριστερὰ ἔμπροσθεν ὄπισθεν. ἔχειν δέ ἐστιν οὐσίας περὶ οὐσίαν περίθεσις·2 σημαίνει γὰρ τὸ ὑποδεδέσθαι τὸ ὡπλίσθαι καὶ ἄλλα τοιαῦτα.

“能动与受动亦容纳相反性。” 应当知道,严格意义上的原初诸范畴是所说的四种:实体、量、质、关系,而其余六种则产生于实体与剩下的三种的结合;因为实体与量的结合产生了两种范畴,即“何处”与“何时”;而实体与质的混合又产生了另外两种:“能动”与“受动”;实体与关系者的结合则产生了剩下的两种范畴:“位置”与“所有”。然而,[亚里士多德]在给出了四种范畴的定义与伴随属性之后,对于其余六种既没有说明其专有属性,也没有给出其定义,更没有给出它们到种的区分,因为他假定我们能够根据已经谈论的内容也注意考察这些范畴。因此,我们必须给出每一种的定义以及到种的区分。于是,能动就是向着某物活动。这有两个种;因为能动者要么朝向自身能动,如认识自身的灵魂,要么朝向他物,如加热。另一方面,受动就是被某物改变。同样地,这也有两个种;因为受动者要么作为被引向毁灭者而受动,如被焚烧;要么作为被提升至完满者而受动,如当我们说视觉受可见物影响时那样。而“位置”就是身体的这般姿态,这有三个种:卧、坐、立。“何时”是时间的指示者,这有三个种:现在、过去、将来。“何处”是空间的指示者,这有六个种:上、下、右、左、前、后。而“所有”是实体环绕实体的披戴;因为它表示穿鞋、武装以及其他此类事情。

语法注2 条
  1. 6.1ὡς δυναμένων ἡμῶν ἐκ τῶν ῥηθέντων καὶ ταύταις ἐπιστῆσαι

    此为带有 ὡς 的属格绝对结构,表示主句主语(亚里士多德)的主观假设或考量(“假定我们能够……”)。不定式 ἐπιστῆσαι 作不及物用法支配与格 ταύταις(指其余六个范畴),意为“将注意力/考察转向它们”。

  2. 6.1οὐσίας περὶ οὐσίαν περίθεσις

    名词 περίθεσις(环绕披戴、加置)统摄了两个实体之间的关系:前面的属格 οὐσίας 指被披戴的客体(如鞋子、铠甲等实体),而介词短语 περὶ οὐσίαν 则指承受披戴的基底(即作为实体的身体)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:92.4-93.6