← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《范畴篇》注释

§90.13-92.2

图形的程度性与质的固有特性及与关系的重叠

阐明几何图形不容纳程度差异(更多与更少)的理由,将“相似与不相似”确定为质的真正固有特性,并针对关系范畴与质范畴重叠的难题,通过区分属(属于关系者)与种(属于质)等方式展开双重解决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.23

" Τρίγωνον δὲ καὶ τετράγωνον." Οὐδὲ γὰρ τρίγωνον τριγώνου μᾶλλον καὶ ἧττόν ἐστι τρίγωνον οὐδὲ τὸ πεντάγωνον τοῦ τετραγώνου μᾶλλον κύκλος ἐστί· δεῖ γὰρ εἰ μέλλοιεν ὡς κύκλοι συγκρίνεσθαι ἀμφότερα ἐπιδέχεσθαι τὸν τοῦ κύκλου λόγον. εἰ δ’ οὐκ ἐπιδέχονται, οὐδὲ συγκρίνεσθαι τὴν ἀρχὴν δυνήσονται. οὐδὲ γὰρ εἴποι τις τὸν βοῦν μᾶλλον τοῦ ἵππου εἶναι ἄνθρωπον, ἐπεὶ μηδέτερος αὐτῶν τὸν τοῦ ἀνθρώπου ὁρισμὸν ἐπιδέχεται. οὐκοῦν καὶ ἐπὶ τῶν σχημάτων ὡσαύτως· πάντα γὰρ τὰ σχήματα τὰ ἐπιδεχόμενα τὸν τοῦ κύκλου ὁρισμὸν ὁμοίως κύκλοι εἰσί, καὶ ὅσα τὸν τοῦ τριγώνου ὁρισμὸν ἐπιδέχεται, ὁμοίως τρίγωνά εἰσι, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.

“而三角形与四角形。” 因为三角形既不比三角形更多或更少地是三角形,五边形也不比四角形更多地是圆;因为如果它们将作为圆来比较,两者就必须都容纳圆的定义。但如果它们不容纳,那么它们甚至根本无法被比较。因为也没有人会说牛比马更是人,因为它们两者都不容纳人的定义。因此在图形上亦是同样如此;因为凡容纳圆之定义的所有图形都同样是圆,凡容纳三角形之定义的图形都同样是三角形,其余亦然。

§5.24

"Τῶν δὲ μὴ ἐπιδεχομένων." Ὅσα δὲ οὐκ ἐπιδέχεται τὴν ἀρχήν,1 οὐδὲ συγκρίνεται· διὸ οὐ πάντα τὰ ποιὰ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον.

“而对于那些不容纳的……” 凡根本不容纳[定义]的事物,甚至根本不被比较;因此并非所有具质之物都容纳更多与更少。

§5.25

"Τῶν μὲν οὖν εἰρημένων οὐδέν." Ἀποδοκιμάζει ἐνταῦθα τὰ δύο παρακολουθήματα τοῦ ποιοῦ ὡς μὴ πάντῃ τῷ ποιῷ παρακολουθοῦντα. μεταβαίνει δὲ εἰς τὸ κυρίως ἴδιον καί φησιν ὅμοια δὲ καὶ ἀνόμοια· ἐπ’ οὐδεμιᾶς γὰρ τῶν ἄλλων κατηγοριῶν ἁρμόζει τοῦτο τὸ ἴδιον.

“因此所说的那些无一……” 在此,他排除了具质之物的这两种伴随属性,因为它们并不在一切情形下伴随质。他进而转向严格意义上的专有特性,说“相似与不相似”;因为在其他范畴中没有一个适合这一专有特性。

§5.26

"Οὐ δεῖ δὲ ταράττεσθαι." Ἐπειδὴ ᾔσθετο πολλὰ τῶν πρός τι ἀπαριθμησάμενος διαλαμβάνων περὶ ποιοῦ, φησὶν ὅτι οὐ δεῖ περὶ τούτου ἀπορεῖν, ἐπειδὴ περὶ ποιοῦ ἦν ὁ λόγος· πολλὰ γὰρ τῶν πρός τι ὑπὸ τὸ ποιὸν ἀνηγάγομεν οἷον ἕξιν καὶ διάθεσιν· ἡ γὰρ ἕξις τινὸς ἕξις λέγεται καὶ ἡ διάθεσίς τινος διάθεσις. ἐπιλύεται δὲ τοῦτο διχῶς.

“但不必感到困惑。” 既然他意识到在讨论质时列举了许多属于关系者的事物,他就说对于这一点不必疑难,因为论述是关于质的;因为我们把许多属于关系者的事物归入了质之下,例如习性与状态;因为习性被称为某物的习性,状态也被称为某物的状态。他从两方面来解决这个问题。

§5.27

"Σχεδὸν γὰρ ἐπὶ πάντων." Πρώτη τῆς ἀπορίας ἐπίλυσις αὕτη· φησὶ γὰρ τὰ μὲν γένη τῶν ποιοτήτων ὑπὸ τὰ πρός τι ἀναφέρεσθαι, τὰ δὲ εἴδη ὑπὸ τὸ ποιόν, οἷον ἡ μὲν ἐπιστήμη λέγεται τῶν πρός τι (τινὸς γὰρ ἐπιστήμη λέγεται), ἡ δὲ γεωμετρία οὐκ ἔστι τῶν πρός τι· οὐ γὰρ λέγεταί τινος γεωμετρία, ἀλλ’ εἴ ἄρα, τινὸς ἐπιστήμη. καὶ αὕτη μὲν ἐπιπόλαιος ἡ λύσις. ἀκριβεστέρα δὲ ἡ ὕστερον· ἐπιστήμονες γὰρ λεγόμεθα, φησίν, οὐ τῷ μετέχειν ἁπλῶς ἐπιστήμης, ἀλλὰ τῷ μετέχειν ἢ μουσικῆς ἢ γεωμετρίας ἢ ἄλλης τινός.2 καὶ ἐκείνη μὲν τῶν πρός τι ὡς ἀόριστος οὖσα, τὰ δὲ εἴδη αὐτῆς οὐκέτι· ὥρισται γὰρ καὶ οὐ λέγομεν τὴν μουσικὴν ἢ τὴν γεωμετρίαν τινὸς μουσικὴν ἢ γεωμετρίαν ἀλλὰ ποιότητας· ποιοὶ γὰρ κατὰ ταύτας λεγόμεθα. ὥστε τὸ μὲν γένος ὑπὸ τὰ πρός τι ἀναφέρεται τὰ δὲ εἴδη ὑπὸ τὴν ποιότητα. ἵνα δὲ ἀκριβέστερον τοῦτο μάθωμεν, ἐκ διαιρέσεως λάβωμεν οὕτως· τῶν ὄντων τὰ μέν ἐστιν ὑποκείμενα ὡς ἡ οὐσία, τὰ δὲ ἐν ὑποκειμένῳ ὡς τὰ συμβεβηκότα. καὶ τῶν ἐν ὑποκειμένῳ ὄντων τὰ μὲν ἐν σχέσει ἐστὶ καὶ γίνεται τὰ πρός τι, τὰ δὲ οὐκ ἐν σχέσει. τῶν δὲ μὴ ἐν σχέσει ὄντων τὰ μὲν ἀμερίστως ὑπάρχει καὶ γίνεται ποιότης, τὰ δὲ μεριστῶς καὶ γίνεται τὸ ποσόν. οὐκοῦν οὐδὲν ἄτοπον τὸ μὲν γένος ὑπὸ τὰ πρός τι, τὰ δὲ εἴδη ὑπὸ τὸ ποιὸν ἀνάγεσθαι. καὶ αὕτη ἐστὶν ἀκριβὴς ἐπίλυσις. ἄλλως τε δὲ οὐδὲν ἄτοπον τινα τῶν ἀναφερομένων ἐπὶ ἑτέραν κατηγορίαν ἀναφέρεσθαι καὶ ὑπὸ τὰ πρός τι, μᾶλλον δὲ πᾶσα ἀνάγκη τὰ ὑπὸ τὰ πρός τι ἀναγόμενα ἀνάγεσθαι καὶ ὑπὸ ἄλλην τινὰ κατηγορίαν· εἴρηται γὰρ ὅτι ἴδια πράγματα οὐκ ἔχει τὰ πρός τι, ἀλλ’ ἐν ταῖς ἄλλαις κατηγορίαις θεωρεῖται.

“因为几乎在所有情形下……” 这是对该疑难的第一种解决;因为他说,质的属归于关系者之下,而种则归于质之下;例如,知识被称为属于关系者(因为被称为某物的知识),而几何学则不属于关系者;因为不说某物的几何学,即便说,也说是某物的知识。这一解决是浅显的。后一种则更为精确;因为他说,我们被称为有知识者,不是因单纯分有知识,而是因分有音乐或几何学或某种其他的[专门知识]。前者作为不确定的东西属于关系者,而它的诸种则不再如此;因为它们已被确定,我们不说音乐或几何学是某物的音乐或几何学,而称之为质;因为我们是根据这些被称为具质者的。所以属归入关系者之下,而诸种归入质之下。为了让我们更精确地了解这一点,让我们从区分中这样来把握:在存在者中,有些是底层物,如实体;有些则在底层物中,如偶性。而在底层物中的存在者中,有些处于关联之中而成为关系者,有些则不处于关联之中。在不处于关联之中的事物中,有些不可分地属于而成为质,有些可分地属于而成为量。因此,属被归入关系者之下,而诸种被归入质之下,绝非不可思议。这就是精确的解决。此外,归入另一范畴的某些事物也被归入关系者之下,这绝非不可思议,毋宁说,归入关系者之下的事物完全必然也被归入某种其他范畴之下;因为已经说过,关系者没有自己特有的实在物,而是在其他范畴中被考察的。

语法注2 条
  1. 5.24τὴν ἀρχήν

    宾格作状语,与否定词(οὐκ)连用,意为“根本”、“完全”。此处并非指时间上的开端,而是表示逻辑上的彻底否定(即“根本不容纳[定义]”)。

  2. 5.27οὐ τῷ μετέχειν ἁπλῶς ἐπιστήμης, ἀλλὰ τῷ μετέχειν ἢ μουσικῆς ἢ γεωμετρίας ἢ ἄλλης τινός

    带与格定冠词(τῷ μετέχειν)的动名词(不定式)表示原因或手段(“通过分有……”)。动词 μετέχειν 支配属格宾语(ἐπιστήμης, μουσικῆς 等),在句法上对比了仅仅分有一般的属与分有具体的种,指出后者才是获得具质者称谓的真正原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:90.13-92.2