← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《范畴篇》注释

§88.9-90.12

疏密归属与质之相反性及程度特征

阿摩尼奥斯注解了亚里士多德《范畴篇》第8章中疏与密何以实际上属于位置、质的种类的可扩展性、质与具质之物的区分及派生名问题,继而考察了作为质之伴随特性的相反性与程度差异(更多与更少)的容纳问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.15

" Τὸ δὲ μανὸν καὶ τὸ πυκνόν." Δόξειεν εἶναί φησιν, ἐπεὶ κατὰ ἀλήθειαν οὐκ εἰσὶ ποιότητες·1 πυκνὸν γάρ ἐστιν οὗ τὰ μόρια σύνεγγυς κεῖται ὡς μὴ δύνασθαι δέξασθαι ἑτερογενὲς σῶμα, μανὸν δὲ τὸ διεστηκότα ἔχον τὰ μόρια ὡς δύνασθαι δέξασθαι ἑτερογενὲς σῶμα. οὐκοῦν θέσιν τινὰ μᾶλλον φαίνεται τὰ μόρια αὐτῶν δηλοῦντα. μανὸν δὲ ἔλαβε τὸ ἐξ ἐπιτεχνήσεως, οἷον ἐάν τις τὴν χεῖρα πληρώσῃ καρύων, καὶ φαίημεν τὸ ἐκ πάντων συγκείμενον σῶμα μανὸν διὰ τὴν ἀραίωσιν· αὐτὸς γὰρ ἐν τῇ Φυσικῇ ἀκροάσει ἄλλως διορίζει τὸ μανὸν καὶ τὸ πυκνόν.

“而疏与密。” 他说这似乎是如此,因为在真理上它们并不是质;因为密是其各部分紧密排列以至于不能容纳异类物体的东西,而疏则是其各部分彼此分开以至于能够容纳异类物体的东西。因此,它们的各部分似乎更多地表明了某种位置。而他所取的疏是出于人为制作的疏,例如某人把手装满坚果,我们因其稀松而说由全体构成的物体是疏的;因为他自己在《物理学》中是以另一种方式界定疏与密的。

§5.16

"Ἴσως μὲν οὖν καὶ ἄλλος." Παραστήσας ἡμῖν τὰ τέσσαρα τῆς ποιότητος εἴδη ἐπάγει τὸ συμπέρασμα καί φησιν ὅτι οὗτοι οἱ τρόποι τῆς ποιότητος. βουλόμενος δὲ ἡμᾶς μὴ ἐπαναπαύεσθαι τοῖς παρὰ τῶν ἀρχαίων λεγομένοις μηδ’ ἀργοὺς μένειν ἀλλὰ καθ’ αὑτοὺς ζητεῖν, φησὶν ὅτι ἴσως ἂν καὶ ἄλλος φανείη τρόπος ποιότητος.

“因此也许还有另一种……” 在向我们展示了质的四种种之后,他引出结论并说这些就是质的方式。但是,他希望我们不要安于古人所说的言论,也不要保持无所作为,而是要凭我们自己去探求,因而他说也许还会出现质的另一种方式。

§5.17

"Ποιότητες μὲν οὖν εἰσι αἱ εἰρημέναι." Ποιότητες, φησίν, οἷον λευκότης μελανία καὶ τὰ τοιαῦτα, ποιὸν δὲ τὸ μετέχον τῶν ποιοτήτων, οἷον λευκὸν σῶμα καὶ μέλαν καὶ γλυκὺ καὶ τἆλλα. καὶ αἱ μὲν ποιότητες μετέχονται, τὰ δὲ ποιὰ μετέχει καὶ παρωνύμως ἀπ’ αὐτῶν λέγεται. ἐπειδὴ δὲ οὐκ ἐπὶ πάντων τοῦτό ἐστιν ὡς ἐπὶ τῆς ἀρετῆς (οὐ γὰρ λέγεται ὁ μετέχων παρωνύμως ἐκ ταύτης ἀρεταῖος ἀλλὰ σπουδαῖος), διὰ τοῦτο εἶπεν ἢ ὁπωσοῦν ἄλλως.

“因此,所说的那些就是质。” 据他说,质例如白、黑以及诸如此类的事物,而具有某种质者则是分有质的事物,例如白的身体、黑的、甜的以及其余物体。质是被分有的,而具有质者则是分有者,并且依派生名从质而来被言说。但是,既然这并非在所有情形下都成立,正如在德性那里一样(因为分有者并不是依派生名从它而来被称为‘德性者’,而是被称为‘优良者’),正因如此他说了“或者以无论何种其他方式”。

§5.18

"Οἷον ὁ δρομικός." Ὁ γὰρ πυκτικὸς ὁ κατ’ ἐπιτηδειότητα λεγόμενος, ἥν φησιν αὐτὸς δύναμιν, οὐκ ἀπό τινος ὠνομάσθη ποιότητος· οὐ γὰρ δὴ ἀπὸ τῆς πυκτικῆς· ἐπιστήμη γὰρ αὕτη. καὶ μὴν οἱ τελείως καὶ ἕξει μετέχοντες αὐτῆς οὗτοι καλοῦνται ἀπ’ αὐτῆς πύκται παρωνύμως. ὁμοίως δὲ καὶ ὁ δρομικός· καὶ γὰρ αὐτὸς ἀπὸ τῆς ποιότητος καλεῖται.

“例如善跑者。” 因为按适应能力而言的拳击手——他自己将这种能力称为潜能——并不是从某种质命名的;因为他决不是从拳击术命名的;因为这是一种科学。然而,完全地且以习性分有拳击术的人,正是这些人依派生名从它而来被称为拳击手。善跑者亦同样如此;因为他也是从质而来被称呼的。

§5.19

"Ἐνίοτε δὲ καὶ ὀνόματος κειμένου." Πολλάκις δὲ καὶ ὀνόματος κειμένου τῇ ποιότητι οὐ λέγεται παρωνύμως ἐξ αὐτῆς ὁ μετέχων αὐτῆς· οὐδὲ γὰρ λέγομεν ἀρεταῖον ἀλλὰ σπουδαῖον.

“但有时即便确立了名称。” 虽然经常为质确立了名称,但分有它者却不依派生名从它而来被言说;因为我们也不说‘德性者’,而是说‘优良者’。

§5.20

"Οἷον ἡ δικαιοσύνη." Ἐπὶ τὸ ἴδιον τῆς ποιότητος μέτεισι· φησὶν οὖν ἴδιον τῆς ποιότητός ἐστι τὸ ἐπιδέχεσθαι ἐναντιότητα. ἐκβάλλει δὲ αὐτό· οὐ πάσαις γὰρ ὑπάρχει ταῖς ποιότησι· τῷ γὰρ ὠχρῷ ποιῷ ὄντι οὐδέν ἐστιν ἐναντίον, οὐδὲ τῷ πυρρῷ καὶ ὁμοίως οὐδὲ ταῖς ἄλλαις τοιαύταις ποιότησι. δῆλον δέ ἐστι, φησίν, ὅτι ὑφ’ ἣν κατηγορίαν ἀνάγεται ἕτερον τῶν ἐναντίων, ὑπὸ ταύτην ἀνάγεται καὶ τὸ ἕτερον ἐκ τοῦ μὴ δύνασθαι ἡμᾶς ὑπὸ ἄλλην κατηγορίαν αὐτὸ ἀναφέρειν.

“例如正义。” 他进而转向质的专有特性;于是他说,容纳相反性是质的专有特性。但他排除了这一点;因为这并不属于一切质;因为对于作为具质之物的苍白而言没有任何相反者,对于黄红而言也没有,同样对于其他此类质也没有。他说,相反者之一被归入哪一个范畴之下,另一个也同样被归入这同一个范畴之下,这是显而易见的,其依据在于我们不能把它归入另一个范畴之下。

§5.21

"Ἐπιδέχεται δὲ τὸ μᾶλλον." Ἕτερον παρακολούθημα τοῦ ποιοῦ τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. καὶ εἰκότως οὐδὲ τοῦτο πάντως παρακολουθεῖ· εἴρηται γὰρ ὅτι ὅπου ἐναντιότης θεωρεῖται, ἐκεῖ τὸ μᾶλλον καὶ τὸ ἧττον, ὅπου δὲ οὐκ ἔστιν αὕτη, οὐδὲ τὸ μᾶλλον καὶ τὸ ἧττον. ἐπεὶ γοῦν ὑπάρχει ἐν τῷ ποιῷ ἐναντιότης, ὑπάρχει τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐπειδὴ δὲ οὐ πᾶσιν, οὐδὲ τὸ μᾶλλον καὶ τὸ ἧττον πᾶσιν ὑπάρχει· δικαιοσύνην γὰρ δικαιοσύνης οὐ πάνυ φασὶ μᾶλλον καὶ ἧττον λέγεσθαι, ἧττον μέντοι καὶ μᾶλλον μετέχειν τοὺς μετέχοντας τῆς δικαιοσύνης καὶ τῆς ὑγείας λέγεται.

“它还容纳程度的更……” 具质之物的另一个伴随属性是容纳更多与更少。顺理成章地,这也绝非伴随着一切具质之物;因为已经说过,在考察到相反性的地方,那里就有更多与更少,而在没有相反性的地方,也没有更多与更少。因此,既然相反性属于具质之物,更多与更少便属于它;但既然它不属于一切,更多与更少也就不属于一切;因为他们说正义决不会被说成比正义更多或更少,然而分有正义和健康的人却被说成分有得更少或更多。

§5.22

"Ἀναμφισβητήτως ἐπιδέχεται." Ὅσα μέντοι ἀπὸ τούτων παρωνύμως λέγεται, ὁμολογουμένως ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. ἀπορήσας δὲ δι’ ὃ οὐ λέγεται δικαιοσύνη μᾶλλον καὶ ἧττον, εἴασεν αὐτὸ ἀδιάρθρωτον.2 φαμὲν τοίνυν ὅτι ἐπιδέχεται ἡ δικαιοσύνη τὸ μᾶλλον καὶ τὸ ἧττον· ἡνίκα γὰρ λέγομεν μᾶλλον δίκαιον τόνδε τοῦδε, δῆλον ὅτι καθὸ μετέχει οὗτος μᾶλλον δικαιοσύνης ἤπερ ὅδε· ὥστε ἐπιδέχεται ἡ δικαιοσύνη τὸ μᾶλλον καὶ τὸ ἧττον.

“无可争辩地容纳……” 然而,凡是从这些依派生名被言说的事物,公认都容纳更多与更少。但在对因何缘故正义不被称为更多和更少提出疑难之后,他任由这一问题未经明确剖析。于是我们主张,正义确实容纳更多与更少;因为当我们说这个人比那个人更正义时,显然这是由于这个人比那个人更多地分有了正义;因此正义容纳更多与更少。

语法注2 条
  1. 5.15Δόξειεν εἶναί φησιν, ἐπεὶ κατὰ ἀλήθειαν οὐκ εἰσὶ ποιότητες

    阿摩尼奥斯针对亚里士多德正文中的潜在祈愿语气(δόξειε μὲν ἄν),以伴有 ἐπεί 的原因从句予以阐释:“他说‘这似乎是如此’,因为在真理上它们并不是质。”他将原文选用祈愿语气而非直陈语气的原因归结于表象与真实(κατὰ ἀλήθειαν)的不一致。

  2. 5.22ἀπορήσας δὲ δι’ ὃ οὐ λέγεται δικαιοσύνη μᾶλλον καὶ ἧττον, εἴασεν αὐτὸ ἀδιάρθρωτον

    δι’ ὅ 在此引导间接疑问从句(相当于 διὰ τί),充当分词 ἀπορήσας 的宾语(“在对因何缘故正义不被称为更多和更少提出疑难之后”)。主句为 εἴασεν αὐτὸ ἀδιάρθρωτον(“他任由这一问题未经明确剖析”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:88.9-90.12