- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:9.24-13.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼乌通过指出主张事物或思想的观点必然以言词为中介,捍卫了关于《范畴篇》目的的综合观点,将该书的目的界定为“通过简单思想的中介指示简单事物的简单言词的首次确立(十个范畴)”,并阐明了其作为证明工具的逻辑学基础的功用。
ἀλλὰ δὴ καὶ οἱ περὶ πραγμάτων λέγοντες εἰς μέσον ἀγέσθωσαν. ἐπειδὴ τοίνυν καὶ τούτων τὰ μὲν ἐν ψιλῇ ἐπινοίᾳ ἐστίν, ὡς τὸ τραγέλαφος καὶ ὅσα τοιαῦτα, τὰ δὲ καὶ ὄντως ὑφεστῶτά ἐστιν, οὐ δήπου περὶ τῶν ἐν ψιλῇ ἐπινοίᾳ κειμένων ἐροῦσι διαλαβεῖν τὸν φιλόσοφον, ἀλλὰ περὶ τῶν ὄντως ὄντων καὶ ὑφεστηκότων· ταῦτα δὲ ἡμᾶς διδάξει οὐ τῷ δακτύλῳ ἐπιδεικνύς, ἀλλὰ διὰ φωνῶν τινων σημαινουσῶν αὐτὰ διὰ μέσων νοημάτων. ἀλλὰ μὴν καὶ πρὸς τοὺς λέγοντας περὶ νοημάτων μόνον εἶναι τὸν σκοπὸν ἐροῦμεν ὅτι τὰ νοήματα πραγμάτων ἐστὶ νοήματα καὶ ὁ διδάσκων αὐτὰ ταῖς σημαινούσαις αὐτὰ διδάξει φωναῖς· ὥστε ὅ τι1 ἄν τις εἴπῃ τῶν τριῶν, ἐξ ἀνάγκης ὁμολογήσει καὶ τὰ ἄλλα δύο. καλῶς τοίνυν ἡμεῖς ἐλέγομεν ὅτι σκοπός ἐστι τῷ φιλοσόφῳ διαλεχθῆναι περὶ φωνῶν σημαινουσῶν πράγματα διὰ μέσων νοημάτων. καὶ τοῦτο εἰκότως· τὸ γὰρ προκείμενον βιβλίον καὶ τῆς λογικῆς πραγματείας καὶ πάσης τῆς Ἀριστοτελικῆς φιλοσοφίας ἐστὶ πρῶτον. ὡς μὲν οὖν πρῶτον τῆς λογικῆς πραγματείας περὶ φωνῶν διδάσκει, ὡς δὲ προηγούμενον καὶ τῆς ἄλλης Ἀριστοτελικῆς φιλοσοφίας τῶν ὄντων, τοῦτ’ ἔστι τῶν πραγμάτων, ποιεῖται διαίρεσιν. ἐκ δὲ τούτου δῆλον ὅτι διὰ μέσων νοημάτων· τὰ γὰρ ἄκρα διδασκόμενα καὶ τὸ μέσον ἐξ ἀνάγκης συνδιδάσκει. Ἐλέγομεν δὲ ὀλίγον ἔμπροσθεν ὅτι τῆς φιλοσοφίας δύο ἐστὶ μέρη, τό τε θεωρητικὸν καὶ τὸ πρακτικόν, καὶ ὅτι τὸ μὲν θεωρητικὸν ἔχει περὶ τὴν κατάληψιν τοῦ ψεύδους καὶ τοῦ ἀληθοῦς, τὸ δὲ πρακτικὸν περὶ τὴν διάκρισιν τοῦ τε ἀγαθοῦ καὶ τοῦ κακοῦ. ἀλλ’ ἐπειδὴ τούτων ἑκάτερον ὑποδύεταί τινα μὲν ὡς ἀληθῆ μὴ ὄντα ἀληθῆ, τινὰ δὲ ὡς ἀγαθὰ μὴ ὄντα ἀγαθά, ἵνα μὴ ἀπατῶνται ἀπ’ αὐτῶν οἱ ἄνθρωποι, δεῖ αὐτοῖς τινος ὀργάνου διακρίνοντος αὐτοῖς τὰ τοιαῦτα, ἵνα ὥσπερ γνώμονί τινι καὶ κανόνι χρώμενοι τὰ μὴ ἐφαρμόζοντα ἀπωθῶνται· τοῦτο δέ ἐστιν ἡ ἀπόδειξις. ἡ δὲ ἀπόδειξις συλλογισμός ἐστι, ὁ δὲ συλλογισμός, ὡς ἤδη εἴρηται, οὐχ ἁπλοῦν πρᾶγμα ἀλλὰ συλλογή ἐστι λόγων καὶ συντίθεται ἐξ ὀνομάτων καὶ ῥημάτων, αἵπερ εἰσὶ προτάσεις. καὶ ὅτι ὑπόκειται τὰ ὀνόματα κατηγορεῖται δὲ τὰ ῥήματα, καὶ ταῦτα σύγκεινται ἐκ τῶν συλλαβῶν, ἀλλ’ αὐτὰ καθ’ αὑτὰ οὐδὲν σημαίνουσιν, ὅθεν οὐδεὶς περὶ τούτων τῷ φιλοσόφῳ λόγος, οὐδὲ ἐπὶ τῶν ὀνομάτων καὶ ῥημάτων στησόμεθα, οὐδὲ ἐπὶ τῶν συλλαβῶν αἵπερ εἰσὶν ἐπέκεινα. τοιγαροῦν ἀνάγκη εἶναι ἐν μέσῳ αὐτῶν τι. λέγομεν τοίνυν ὅτι ἔστι πρὸ τούτων ἡ πρώτη θέσις τῶν ἁπλῶν φωνῶν· εἰδέναι γὰρ δεῖ ὅτι ἡ φύσις γινώσκουσα ὅτι κοινωνικὸν ἔμελλε γενέσθαι τὸ ζῷον τοῦτο, ἔδωκεν αὐτῷ φωνήν, ἵνα διὰ ταύτης ἀλλήλοις σημαίνωσι τὰ ἑαυτῶν νοήματα. καὶ συνελθόντες οἱ ἄνθρωποι συνέθεντο πρὸς ἀλλήλους τόδε μέν, εἰ τύχοι, ξύλον ὀνομάζεσθαι τόδε δὲ λίθον καὶ τὴν μὲν Σωκράτης φωνὴν τῆσδέ τινος οὐσίας εἶναι σημαντικὴν τὴν δὲ περιπατεῖν τῆσδέ τινος ἐνεργείας. κατὰ τοῦτο μὲν οὖν τὸ σημαινόμενον ἅπασαι φωναὶ ὀνομάζονται. κατὰ δευτέραν δὲ ἐπιβολὴν2 ἐπεσκέψαντο ὅτι ταῖς μὲν τῶν φωνῶν δύναται συντάττεσθαι ἄρθρα, χρόνοι δὲ οὐχί, ἅπερ ἐκάλεσαν ὀνόματα, ταῖς δὲ χρόνοι μὲν συντάττονται, ἄρθρα δὲ οὔ, ἅπερ εἰσὶ ῥήματα. σκοπὸς τοίνυν ἐστὶ τῷ Ἀριστοτέλει διαλαβεῖν οὐ περὶ ὀνομάτων ἁπλῶς καὶ ῥημάτων, ἀλλὰ περὶ τῆς πρώτης θέσεως τῶν ἁπλῶν φωνῶν σημαινουσῶν ἁπλᾶ πράγματα διὰ μέσων ἁπλῶν νοημάτων. ἆρ’ οὖν περὶ πασῶν τῶν φωνῶν διαλέγεται ἐν ταῖς Κατηγορίαις; οὐ δήπου· ἄπειροι γάρ εἰσι, τὰ δ’ ἄπειρα πρὸς ἐπιστήμην οὐ παραλαμβάνεται. ἀλλ’ εἰς καθόλου τινὰς ἀνάγει φωνάς, οὐκ ἀορίστους δέ, ἀλλὰ τῷ τῆς δεκάδος ἀριθμῷ περικεκλεισμένας· ὑπὸ δὲ ταύτας ἀνάγονται πᾶσαι αἱ φωναί, αἵ εἰσιν οὐσία ποσὸν ποιὸν πρός τι ποῦ ποτὲ ποιεῖν πάσχειν κεῖσθαι ἔχειν. καὶ ὁ μὲν σκοπὸς οὗτος. Τὸ δὲ χρήσιμον αὐτόθεν δῆλον· εἰ γὰρ ἀρχή ἐστι τῆς λογικῆς πραγματείας τὸ τῶν Κατηγοριῶν βιβλίον, ἡ δὲ λογική, ὡς εἰρήκαμεν, ἡμῖν διακρίνει τὸ ἀληθὲς ἀπὸ τοῦ ψεύδους καὶ τὸ ἀγαθὸν ἀπὸ τοῦ κακοῦ, συμβάλλεται ἄρα ἡμῖν τὸ προκείμενον βιβλίον.
此外,那些主张是关于事物的人也应当被引到台前。那么,既然在这些[事物]中,有些仅存在于纯粹的思想之中,例如羊鹿以及所有诸如此类的事物,而另一些则是真实持存的,他们断然不会说哲学家所论及的是那些处于纯粹思想之中的事物,而必然会说是关于真实存在且持存的事物;而他教导我们这些事物,不是用手指指示,而是通过某些凭借思想的中介指示它们的言词。再者,对于那些主张目的仅仅在于思想的人,我们也要说,思想是事物的思想,教导这些思想的人将通过指示它们的言词来进行教导;因此,无论任何人说出这三者中的哪一个,他都必然会赞同其余两者。因此,我们说哲学家的目的在于论述凭借思想的中介指示事物的言词,是完全正确的。这也是合乎情理的:因为摆在面前的这部书,既是逻辑学论考的第一部,也是亚里士多德全部哲学的第一部。因此,作为逻辑学论考的第一部,它讲授关于言词的知识;而作为先于亚里士多德其余哲学的著作,它对存在者,即事物进行了划分。由此显而易见,它是通过思想的中介来进行的;因为在讲授两端时,中介也必然一同被讲授。 我们在不久前曾说过,哲学有两个部分,即理论部分和实践部分;理论部分关涉于对假与真的把握,实践部分关涉于对善与恶的辨别。但是,既然在这两者各自之中,有些事物不是真的却作为真的潜入进来,有些事物不是善的却作为善的潜入进来,为了使人们不被它们欺骗,人们就需要某种为他们辨别此类事物的工具,以便他们如同使用角尺和规矩一样,将不契合之物排除在外;这就是证明。证明是三段论,而三段论正如之前已经说过的,不是简单的事物,而是陈述的汇集,由名词和动词构成,而这些陈述正是命题。并且[必须认识到],名词作为主词,动词作为谓词,而它们是由音节构成的,但音节本身并不表示任何意义,因此哲学家对它们不做任何论述,我们也不会停留在名词和动词上,也不会停留在位于它们之后的音节上。因此,在它们之间必然存在某种东西。于是我们说,在这些之前存在着简单言词的首次确立;因为必须知道,自然知道这一动物注定要过共同生活,便赋予了它声音(言词),以便他们通过声音相互指示各自的思想。人类聚集在一起,彼此约定例如这件东西被称为木头,那件东西被称为石头,并且“苏格拉底”这个言词是指示某个实体的,而“行走”是指示某种现实活动的。因此,依照这一意义,所有的言词都被称为名称(名词)。但在第二次审视中,他们注意到,在言词中,有些可以与冠词连用,但不能与时态连用,他们将这些称为名词;而另一些可以与时态连用,但不能与冠词连用,这些就是动词。因此,亚里士多德的目的并不是单纯论述名词和动词,而是论述通过简单思想的中介指示简单事物的简单言词的首次确立。 那么,他是否在《范畴篇》中论述了所有的言词?断然不是;因为它们是无限的,而无限的事物是不能被纳入科学知识的。相反,他将它们归结为某些普遍的言词,这些言词不是不确定的,而是被十这一数目所界定的;所有言词都被归入这十者之下,它们是实体、量、质、关系、何处、何时、主动、受动、位置、具有。这就是其目的。 功用从这里本身就是显而易见的:因为如果《范畴篇》这一部书是逻辑学论考的开端,而正如我们所说,逻辑学为我们辨别真与假、善与恶,那么摆在面前的这部书显然对我们大有裨益。
- 1.0καὶ ὅτι ὑπόκειται τὰ ὀνόματα κατηγορεῖται δὲ τὰ ῥήματα, καὶ ταῦτα σύγκεινται ἐκ τῶν συλλαβῶν, ἀλλ’ αὐτὰ καθ’ αὑτὰ οὐδὲν σημαίνουσιν, ὅθεν οὐδεὶς περὶ τούτων τῷ φιλοσόφῳ λόγος, οὐδὲ ἐπὶ τῶν ὀνομάτων καὶ ῥημάτων στησόμεθα, οὐδὲ ἐπὶ τῶν συλλαβῶν αἵπερ εἰσὶν ἐπέκεινα. τοιγαροῦν ἀνάγκη εἶναι ἐν μέσῳ αὐτῶν τι.
由 καὶ ὅτι 引导的从句最初作为与前文并列的补足从句(即三段论由命题构成,命题由名词和动词构成),但随后通过有限动词 οὐδὲ στησόμεθα 和若干连词(ἀλλά, ὅθεν)形成了破格(anacoluthon)的松散句式。句子的逻辑骨架在于对比“命题=名词/动词”与“无意义的构成部分=音节”,从而推导出位于二者之间的层面,即“简单言词的首次确立”。
- 1.0κατὰ δευτέραν δὲ ἐπιβολὴν
与前文的 κατὰ τοῦτο μὲν οὖν τὸ σημαινόμενον(首次确立/命名的阶段)形成对比的状语短语。ἐπιβολή 意为“心灵的投向”或“观察/审视”,指在最初将言词赋予事物(πρώτη θέσις)之后,反思性地考察其语法形态特征(能否与冠词或时态结合)的第二认知阶段。
