← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《范畴篇》注释

§13.6-15.3

阅读次序题名由来看法及三分结构

阿摩尼奥斯阐明了亚里士多德逻辑学著作的研读次序以及《范畴篇》题名的缘由,确立了该书的真实性及其三分结构(范畴前、范畴本身、范畴后),驳斥了将其后直接衔接《论题篇》的主张,并引出关于同名异义者的开篇论题(1a1)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#6

ἀλλὰ μὴν καὶ ἡ τάξις αὐτόθεν ἡμῖν ἀναφαίνεται, εἰρηκότων ἡμῶν1 ὅτι ἡ μὲν πρώτη θέσις τῶν ἁπλῶν φωνῶν προηγεῖται τῶν ὀνομάτων καὶ ῥημάτων, τὰ δὲ ὀνόματα καὶ τὰ ῥήματα τῶν ἁπλῶν λόγων, οὗτοι δὲ τῶν συλλογισμῶν τῶν καθόλου, οὗτοι δὲ τῶν ἀποδεικτικῶν συλλογισμῶν· πρὸς τοίνυν τὴν τάξιν τούτων καὶ τὰ βιβλία πεποίηνται. Ζητητέον δὲ τί δή ποτε Κατηγορίας ἐπέγραψε τὸ βιβλίον. λέγομεν τοίνυν ὅτι πρόκειται αὐτῷ διδάξαι περὶ γενῶν καὶ εἰδῶν καὶ ὅτι τὰ μὲν εἴδη τοῖς αὑτῶν γένεσιν ὑπόκειται, τὰ δὲ γένη κατηγορεῖται τῶν εἰδῶν ἑαυτῶν, ὥστε τὰ μὲν ἄτομα μόνως ὑπόκειται, τὰ δὲ ὑπάλληλα τοῖς μὲν πρὸ αὐτῶν ὑπόκειται, τῶν δὲ μετ’ αὐτὰ κατηγορεῖται, τὰ δὲ γενικώτατα μόνως κατηγορεῖται. ἐπειδὴ τοίνυν αἱ δέκα φωναὶ τῶν γενικωτάτων εἰσὶ καὶ μόνως κατηγοροῦνται μηδενὶ ὑποκείμεναι, διὰ τοῦτο Κατηγορίας ἐπέγραψεν. Εἰδέναι δὲ δεῖ ὅτι ἐν ταῖς παλαιαῖς βιβλιοθήκαις τῶν μὲν Ἀναλυτικῶν τεσσαράκοντα βιβλία εὕρηνται, τῶν δὲ Κατηγοριῶν δύο· τὸ μὲν ἕτερον εἶχεν ἀρχὴν “τῶν ὄντων τὰ μὲν ὁμώνυμα λέγεται τὰ δὲ συνώνυμα”, τὸ δὲ δεύτερον, ὅπερ νῦν προκείμενον ἔχομεν· καὶ προτετίμηται τοῦτο ὡς τάξει καὶ πράγματι πλεονεκτοῦν καὶ πανταχοῦ πατέρα τὸν Ἀριστοτέλην κηρῦττον· ὅτι δὲ γνήσιον τοῦ φιλοσόφου τὸ σύγγραμμα πάντες ὁμολογοῦσι· φαίνεται γὰρ ἐν πᾶσι τοῖς αὑτοῦ βιβλίοις μεμνημένος τῶν ἐνταῦθα θεωρημάτων· διόπερ εἰ τοῦτο νόθον, κἀκεῖνα, εἰ δὲ ἐκεῖνα γνήσια, καὶ τοῦτο γνήσιον ἔσται. δεῖ μέντοι εἰδέναι ὅτι τὰ εὑρήματα τῶν κατηγοριῶν οὐκ ἔστιν αὐτοῦ ἀλλὰ προϋπῆρχεν, ἡ δὲ τούτων σύνταξις ὑπάρχει αὐτοῦ. Διαιρεῖται δὲ τὸ βιβλίον εἰς τρία, εἰς τὰ πρὸ τῶν κατηγοριῶν, εἰς τὰς κατηγορίας αὐτάς, εἰς τὰ μετὰ τὰς κατηγορίας. τὰ δὲ πρὸ τῶν κατηγοριῶν συμβαλλόμενα ἡμῖν ἔσται εἰς τὴν τῶν κατηγοριῶν διδασκαλίαν· ἐπειδὴ γὰρ ἔμελλεν ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ μνημονεύειν λέξεών τινων ἡμῖν ἀγνώστων, διὰ τοῦτο περὶ αὐτῶν προδιδάσκειν θέλει, ἵνα μὴ δόξῃ τὸν λόγον συνταράττειν. διαλέγεται δὲ ἐν τῷ τέλει περὶ τῶν μετὰ τὰς κατηγορίας· ἐπειδὴ γὰρ ἐν τῷ διδάσκειν τὰς κατηγορίας ἐχρήσατο λέξεσί τισιν οὐκ ἐγνωσμέναις, διαλήψεται καὶ περὶ αὐτῶν. ἀλλὰ ζητητέον τί δή ποτε καὶ πρὸ τῶν κατηγοριῶν ἐδίδαξε· καὶ λέγομεν ὅτι τῶν μὲν κατ’ ἀρχὴν ἐμνημόνευσε προλαβὼν ὡς πάντῃ ἀγνώστων, τὰ δὲ ἐφύλαξεν ἐν τῷ τέλει ὡς ἂν ἐγνωσμένα ἐν τῇ συνηθείᾳ, οὐ μὴν διηρθρωμένην ἡμῶν ἐχόντων τὴν περὶ αὐτῶν γνῶσιν,2 ὅθεν καὶ μήπω διαλαβὼν περὶ αὐτῶν ἐχρήσατο τούτοις ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ· πάντες γὰρ ἄνθρωποι χρῶνται κατὰ τὴν συνήθειαν τῇ τε ἅμα λέξει καὶ τῇ πρότερον καὶ τῷ τῆς κινήσεως ὀνόματι· παραδίδωσι τοίνυν ἀκριβῶς τίνα ποτέ ἐστι τὰ ὑπ’ αὐτῶν σημαινόμενα. τινὲς δὲ εἰρήκασι ταῦτα προσγεγράφθαι νόθα3 ὑπὸ τῶν βουλομένων ἀναγινώσκεσθαι τοὺς Τόπους μετὰ τὰς Κατηγορίας εὐθέως· ἀμέλει τοι καὶ τὸ προκείμενον βιβλίον οὕτως ἐπιγράφουσι Πρὸ τῶν τόπων. οὗτοι δὲ καὶ τῇ ἐναργείᾳ καὶ τῇ τάξει ἀντικρὺς μάχονται, εἴ γε ἐδίδαξεν ὅτι τῶν μὲν ὀνομάτων καὶ ῥημάτων προηγεῖται ἡ πρώτη θέσις τῶν ἁπλῶν φωνῶν προσεχῶς, διδάσκει δὲ ἐν ταῖς Κατηγορίαις περὶ θέσεως τῶν ἁπλῶν φωνῶν, ἐν δὲ τῷ Περὶ ἑρμηνείας περὶ ὀνομάτων καὶ ῥημάτων· ὥστε ἑκάτερα ἔχονται ἀλλήλων ὥσπερ σειρά τις, καὶ οὔτε πρὸ ἐκείνου δύναταί τις ἄλλο ἀναγινώσκειν ἢ τὰς Κατηγορίας οὔτε μετὰ ταύτας ἄλλο ἢ τὸ Περὶ ἑρμηνείας, καὶ ὁ αὐτὸς λόγος τε καὶ ἡ τάξις ἄχρι τῶν Δευτέρων ἀναλυτικῶν, τοῦτ’ ἔστι τῶν Ἀποδεικτικῶν. Ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν.4

此外,次序从这里对我们而言也自明起来,因为我们已经说过,简单言词的首次确立先于名词和动词,而名词和动词先于简单陈述,简单陈述先于普遍三段论,普遍三段论又先于证明性三段论;因此,这些著作也是按照它们的次序编排的。 还必须探究,他究竟为何将这部书题名为《范畴篇》。于是我们说,他的旨趣在于讲授属与种,并且种作为主词从属于它们自身的属,而属则被述说于它们自身的种,以至于个体仅作为主词,从属的中介项对于先于它们者作为主词,对于后于它们者则作为述词,而最高属则仅作为述词。那么,既然这十个言词属于最高属,且仅作为述词而不作为任何事物的主词,为此他题名其为《范畴篇》。 应当知道,在古代图书馆中曾发现过四十卷《分析篇》,而《范畴篇》则发现过两卷:其中一卷以“在存在者中,有些被称为同名异义的,有些被称为同名同义的”为开端,第二卷则是我们现在摆在面前的这一部;而后者被优先推重,因其在次序和内容上均占优势,且处处宣告亚里士多德为其作者。所有人都承认这部著作为这位哲学家的真作;因为他显然在自己的所有著作中都提到了这里的定理;因此,如果这部是伪作,那些著作也是伪作,但如果那些著作是真作,这部也必是真作。然而必须知道,范畴的发现并不是他自己的,而是先前就存在的,但对它们的系统编排则是属于他的。 这部书被划分为三个部分:范畴之前的部分、范畴本身、范畴之后的部分。范畴之前的部分将有助于我们对范畴的学习;因为他在讲授范畴时即将提及某些我们未知的语词,为此他希望预先讲授它们,以免显得扰乱了论述。而在末尾他论述范畴之后的部分;因为他在讲授范畴时使用了某些不为人知的语词,他也将对它们进行探讨。 但必须探究,他究竟为何也在范畴之前进行了讲授。我们说,他对于开端处的诸概念预先提及,是因为它们完全不为人知,而将末尾处的部分保留下来,是因为它们在日常习惯中看似为人所熟知,尽管我们对它们并未持有清晰明了的认识,正因如此,他即便尚未对它们进行探讨,就在范畴的讲授中使用了它们;因为所有人在习惯中都会使用“同时”这个词、“较先”这个词以及“运动”这一名称;因此他准确地传授由它们所指示的究竟是何物。 但有些人主张,这些内容是被那些希望在《范畴篇》之后直接研读《论题篇》的人伪造添加的;他们甚至确实将摆在面前的这部书题名为《论题篇之前》。但这些人公然违背了明白的事实和次序,因为他教导说简单言词的首次确立直接先于名词和动词,他在《范畴篇》中讲授简单言词的确立,在《解释篇》中讲授名词和动词;以至于两者像链条一样环环相扣,既不能在那一部之前研读除《范畴篇》之外的书,也不能在这一部之后研读除《解释篇》之外的书,而且同样的道理与次序一直延续到《后分析篇》,即《证明篇》。 “被称为同名异义的是那些仅有名称相同,”

语法注4 条
  1. 1.0εἰρηκότων ἡμῶν

    属格独立结构,充当状语从句,为前面的主句 ἡ τάξις αὐτόθεν ἡμῖν ἀναφαίνεται 提供原因依据。

  2. 1.0ὡς ἂν ἐγνωσμένα ἐν τῇ συνηθείᾳ, οὐ μὴν διηρθρωμένην ἡμῶν ἐχόντων τὴν περὶ αὐτῶν γνῶσιν

    ὡς ἄν 引出中性复数宾格分词 ἐγνωσμένα(与前面的 τὰ δέ 一致),表达表面上或主观视角的理由(“看似在日常习惯中为人所知”),紧接着由带转折否定的属格独立结构 οὐ μὴν ... ἡμῶν ἐχόντων 构成限定性转折(“但并非我们对其持有清晰的分节认识”)。

  3. 1.0προσγεγράφθαι νόθα

    在间接引语中,完成时被动态不定词 προσγεγράφθαι 与充当主语宾格 ταῦτα 的表语性补足语的中性复数宾格形容词 νόθα 结合,意为“这些部分是作为伪作被额外附加上去的”。

  4. 1.0ὧν ὄνομα μόνον κοινόν

    关系代词 ὧν 指向被省略的先行词 ταῦτα,在从句中作修饰 ὄνομα 的领属属格,关系从句内部省略了系动词 ἐστί(“[事物中]仅有名称属于共同者的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:13.6-15.3