← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《范畴篇》注释

§7.15-9.24

研读经典的六个论题与范畴篇的目标

阿摩尼奥斯阐述了在阅读亚里士多德著作前需考察的六个预备论题(目的、功用、次序、题名、真伪与分章)及解说者的准则,随后切入《范畴篇》的目标,列举古代解说者的三种观点(言词、事物、概念),并将其综合为“通过概念中介指示事物的言词”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#4

Ἑπόμενον δὲ ἔννατόν ἐστι ζητῆσαι πόσα καὶ ποῖα δεῖ προλαμβάνεσθαι τῆς ἐξηγήσεως παντὸς Ἀριστοτελικοῦ βιβλίου. καὶ λέγομεν ὅτι ἓξ τὸν ἀριθμόν· τὸν σκοπὸν τοῦ βιβλίου (ὥσπερ γὰρ ὁ τοξότης, εἰ τύχοι, σκοπόν τινα ἔχει πρὸς ὃν βάλλει καὶ οὗ θέλει τυχεῖν, οὕτω καὶ ὁ γράφων τι πρός τι τέλος ἀφορᾷ κἀκείνου σπουδάζει τυχεῖν· δεῖ τοίνυν τοῦτο ἐπιζητεῖν ὅ τι ποτέ ἐστι), δεύτερον ἐπὶ τούτῳ τί χρήσιμον ἕξομεν ἐκ τοῦ συγγράμματος, εἰ μὴ συναναφαίνοιτο τῷ σκοπῷ (ἐπὶ πολλῶν γὰρ τοῦτο συμβαίνει), τρίτον τίς ἡ τάξις, τέταρτον τίς ἡ αἰτία τῆς ἐπιγραφῆς, εἰ μὴ καὶ αὕτη πρόδηλος εἴη, ὡς ἐν τῷ Περὶ οὐρανοῦ ἢ ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς, πέμπτον εἰ νόθον ἢ γνήσιον τοῦ φιλοσόφου τὸ βιβλίον (πολλοὶ γὰρ αὐτῶν συντιθέντες ἐπέγραφον τῷ Ἀριστοτέλους ὀνόματι, οὓς ἐλεγκτέον ἔκ τε τοῦ εἴδους καὶ τῆς ὕλης· εἶδος μὲν οὖν ἐστιν ἡ ποικιλία τῶν νοημάτων καὶ ἡ ἐπανθοῦσα τοῖς λόγοις ἀλήθεια, ὕλη δὲ ἡ φράσις καὶ ἡ τῆς ἀπαγγελίας διδασκαλία), ἕκτον δεῖ ζητεῖν τίς ἡ εἰς τὰ κεφάλαια διαίρεσις· ὥσπερ γὰρ ὁ ἐπεσκεμμένος ἕκαστον τῶν τοῦ ἀνθρώπου μελῶν τε καὶ ἄρθρων οὗτος ἄριστα ἂν εἰδείη καὶ τὸ ἐξ αὐτῶν συντεθειμένον ὅλον τὸν ἄνθρωπον, οὕτω καὶ ὁ τὰ κεφάλαια τοῦ λόγου διελθὼν εἰς ἃ διῄρηται ἄριστα καὶ αὐτὸν εἴσεται τὸν λόγον. Δέκατον ἐπὶ πᾶσι δεῖ ζητεῖν ὁποῖον δεῖ εἶναι τὸν ἐξηγούμενον τὰ Ἀριστοτέλους συγγράμματα. καὶ λέγομεν ὅτι δεῖ καὶ ἄριστα εἰδέναι αὐτὸν ἃ μέλλει ἐξηγεῖσθαι, εἶναι μέντοι καὶ ἄνδρα ἔμφρονα, ὡς τὸ μὲν παριστᾶν τὴν τοῦ φιλοσόφου διάνοιαν τὸ δὲ τὴν ἐν τοῖς λεγομένοις ἀλήθειαν ἐξετάζειν·1 οὐδὲ γὰρ δεῖ ὥσπερ ἐκμεμισθωκέναι πάντως ἑαυτὸν καὶ ἀνέχεσθαι ὅ τι ἂν λέγηται καὶ σπουδάζειν πάντως ἐκεῖνα κρατῦναι ἃ ἐξηγεῖται ὡς ἀληθῆ πάντα, κἂν μὴ οὕτως ἔχῃ, ἀλλὰ δεῖ ἕκαστον κρίνοντα βασανίζειν ἐπίπροσθεν Ἀριστοτέλους θέμενον, εἰ τύχοι, τὴν ἀλήθειαν. οὕτως οὖν ἐξηγεῖσθαι χρὴ τὸν ἐξηγούμενον. Ἀλλ’ ἐπειδὴ τοῦ τῶν Κατηγοριῶν βιβλίου βουλόμεθα ἄρξασθαι, φέρε τὰ μικρὸν ἀνωτέρω εἰρημένα ζητήσωμεν, καὶ πρῶτον τὸν σκοπόν. ἰστέον τοίνυν ὅτι διηνέχθησαν οἱ ἐξηγηταὶ περὶ τούτου, οἱ μὲν περὶ φωνῶν εἰρηκότες τὸν φιλόσοφον διαλαβεῖν οἱ δὲ περὶ πραγμάτων οἱ δὲ περὶ νοημάτων. καὶ κρατύνουσιν ἕκαστοι τὰ ὑφ’ ἑαυτῶν λεγόμενα ἔκ τινων τοῦ βιβλίου λέξεων, οἱ μὲν περὶ φωνῶν λέγοντες ὅτι φαίνεται διαιρῶν τὰς φωνάς, ὅταν λέγῃ ὅτι “τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται τὰ δὲ ἄνευ συμπλοκῆς”, οἱ δὲ περὶ πραγμάτων, ὅτι ταῦτα φαίνεται διαιρῶν, ὅταν λέγῃ ὅτι “τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου τινὸς λέγεται ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν”, οἱ δὲ περὶ νοημάτων, ὅτι μετὰ τὸ πληρῶσαι τὸν περὶ τῶν δέκα κατηγοριῶν λόγον φησὶ ‘περὶ τῶν γενῶν ἱκανὰ καὶ ταῦτα·’ γένη δὲ δηλονότι φησὶ τὰ ὑστερογενῆ καὶ ἐννοηματικά, ὅθεν καὶ ὁ Πορφύριος εἶπεν “οὐδὲν ἄρα περιττὸν οὐδὲ ἐλλεῖπον περιέχει ἡ τοῦ γένους ῥηθεῖσα ὑπογραφὴ τῆς ἐννοίας·” ὥστε καὶ ὁ σκοπὸς αὐτῷ περὶ μόνων νοημάτων. καὶ ταῦτα μὲν ἕκαστοι λέγοντες δοκοῦσι διαφωνεῖν, τῷ ὄντι δὲ πάντες ἀληθεύουσιν, εἰ καὶ οὐ τελείως ἀλλ’ ἐκ μέρους· ὥσπερ εἴ τις ὁριζόμενος τὸν ἄνθρωπον λέξῃ ὅτι ἄνθρωπός ἐστι ζῷον, ἄλλος δέ τις λέξῃ ὅτι λογικὸν μόνον ἀρκεῖ, καὶ ἄλλος πάλιν ὅτι θνητόν, οἱ τρεῖς ἀληθεύουσιν, ἀλλ’ οὐ τέλειον ἕκαστος εἶπεν ὅρον. Ἔστιν οὖν σκοπὸς ἐνταῦθα τῷ φιλοσόφῳ διαλαβεῖν περὶ φωνῶν σημαινουσῶν πράγματα διὰ μέσων νοημάτων. ὅτι δὲ ἀνάγκη τὸν λέγοντα περὶ ἑνὸς τούτων τῶν εἰρημένων εἶναι τὸν σκοπὸν συνάγειν καὶ τὰ λοιπὰ δύο, ταύτῃ δείξομεν· ὅ τε γὰρ περὶ φωνῶν λέγων περὶ σημαντικῶν λέγει2 (καὶ γὰρ περὶ ἀσήμων οὐδὲ εἷς παρὰ τοῖς φιλοσόφοις λόγος), αὗται δὲ αἱ σημαντικαὶ σημαίνουσι πράγματα διὰ μέσων δηλονότι νοημάτων (ὁ γὰρ λέγων τι πρᾶγμα τὴν περὶ αὐτοῦ πρῶτον ἔννοιαν ἔχων τότε αὐτό φησιν), ὥστε περὶ τῶν τριῶν ἐξ ἀνάγκης πάντως διαλέξεται.

接下来的第九项[探究]是探讨在对任何一本亚里士多德著作进行注解之前,必须预先把握的事情有几项,是哪几项。我们说,在数目上有六项:该书的目的(目标)(因为正如射手譬如有某个他射击且希望命中的目标,写作某物的人同样着眼于某个终极目的并努力达到它;因此必须探究这究竟是什么);在这之后的第二项是,如果我们不能在看到目的的同时看到功用(因为在许多情况下都是如此),我们将从该著作中获得什么功用;第三,次序是什么;第四,题名(标题)的原因是什么,倘若这也并非像在《论天》或《论生成与毁灭》中那样显而易见;第五,该书是假托之作还是哲学家的真作(因为许多人自己编撰著作,却冠以亚里士多德之名,必须从形式和质料两方面反驳他们;形式是思想的多样性以及在言论中盛开的真理性,质料则是措辞和表达的讲授方式);第六,必须探究分章的情况是什么(因为正如考察过人体的每一个肢体和关节的人,最能了解由它们构成的作为整体的人,同样,通览了言论所划分的各个章节的人,也将最清楚地了解言论本身)。 在所有这些之上的第十项,必须探讨注解亚里士多德著作的解说者应当是怎样的人。我们说,他不仅必须最透彻地知晓自己打算解说的事项,而且必须是一位明智的人,以便一方面呈现哲学家的用心,另一方面审视所言之事中的真理;因为他绝不应当如同完全把自己雇佣出去了一样,容忍无论说了什么,无论如何都极力把自己所解说的事项确立为全都是真实的,即便实际并非如此;相反,他应当作为判断者来审验每一件事,如果可能的话,将真理置于亚里士多德之上。因此,解说者应当这样来进行注解。 但是,既然我们希望开始《范畴篇》这一部书,那么来吧,让我们探讨片刻之前提到的那些事项,首先探讨目的(目标)。因此必须知晓,解说者们对此产生了分歧,一些人说哲学家论述的是言词(声音),另一些人说是事物,还有一些人说是思想(概念)。他们各自都从该书的某些词句来确立自己的说法:那些主张是关于言词的人,是因为当他说“在所说的事项中,有些是依据结合而说的,有些是没有结合而说的”时,他显然是在划分言词;那些主张是关于事物的人,是因为当他说“在存在者中,有些是就某基底而说的,但不在任何基底之中”时,他显然是在划分这些事物;那些主张是关于思想的人,是因为在结束关于十个范畴的言论之后,他说“关于诸类,这些也足够了”;而他所说的“类”显然是指后生的、概念性的类,因此波菲利也说过:“因此,关于属类的概念的上述简述,既不包含多余之物,也不包含欠缺之物”;以至于他的目的仅仅在于思想。尽管他们各自陈述这些时看似存在分歧,但实际上所有人说的都是真理,即便并非完全如此,而是片面的;正如若有人在定义人时说人是动物,另一个人说仅有理性就足够了,又一个人说是有死的,三个人说的都是真理,但每个人说的都不是完全的定义。 因此,哲学家在此处的目的,是论述通过思想的中介来指示事物的言词。至于说主张目的是关于上述三者之一的人,必然也必须把其余两者结合进来,我们将以这种方式证明:因为谈及言词的人是就具有指示意义的言词而言的(因为在哲学家那里根本没有关于无意义之词的论述),而这些具有指示意义的言词显然是通过思想的中介指示事物(因为说出某事物的人,首先在心中拥有关于它的概念,然后才说出它),因此他必然会在各个方面都论及这三者。

语法注2 条
  1. 1.0ὡς τὸ μὲν παριστᾶν τὴν τοῦ φιλοσόφου διάνοιαν τὸ δὲ τὴν ἐν τοῖς λεγομένοις ἀλήθειαν ἐξετάζειν

    连词 ὡς 后接带有中性单数宾格冠词的不定式结构(τὸ μὲν παριστᾶν... τὸ δὲ ... ἐξετάζειν),用以界定前文“明智的人(ἄνδρα ἔμφρονα)”应当具备的特征、目的或结果(“以便/使得一方面呈现……另一方面审视……”)。

  2. 1.0ὅ τε γὰρ περὶ φωνῶν λέγων περὶ σημαντικῶν λέγει

    连词 ὅτε 引导时间从句(“当……时”),在此构成一般的逻辑条件句,主句谓语为 λέγει。分词 λέγων 表示时间或伴随状况(“当谈及言词时,他是就具有指示意义的言词而言的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:7.15-9.24