← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《范畴篇》注释

§86.1-88.8

质的第三种被动性质与第四种图形和形态

阿摩尼奥斯注解了《范畴篇》第8章中质的第三个种(被动性质与情感,9a28–10a10)和第四个种(图形与形态,10a11–10a16)。他依据持久性及与感觉的关系梳理了被动性质的分类,并阐明了图形与形态在具灵与无灵事物之间的外延包含关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.5

" Τρίτον δὲ γένος ποιότητος." Πάλιν ὧδε γένος ἀντὶ εἴδους εἶπεν. τοῦτο δὲ θεωρεῖται τετραχῶς· ἢ γὰρ παντὶ τῷ εἴδει πάρεστι καὶ λέγεται παθητικὴ ποιότης ὡς ἡ ἐν τῇ χιόνι λευκότης, ἢ οὐ παντὶ μὲν ἀλλὰ τισί, φυσικῶς μέντοι καὶ ἐκ γενετῆς, καὶ ὁμοίως λέγεται παθητικὴ ποιότης ὡς τοῖς Αἰθίοψιν ἡ μελανία, ἢ οὐ φύσει μὲν ἀλλ’ ἐπίκτητον καὶ δυσαπόβλητον καὶ λέγεται πάθος ὑπὸ τὴν ποιότητα ἀναφερόμενον ὡς ἡ ὑπὸ μακρᾶς νόσου ἢ ἰκτερικοῦ νοσήματος ὠχρίασις, ἢ ἐπίκτητον καὶ εὐαπόβλητον ὡς ἡ ἐρυθρότης, ὡς ἄν τις ἢ δι’ αἰδῶ ἐρυθριάσῃ ἢ διὰ δέος ὠχριάσῃ, καὶ λέγεται πάθος ὑπὸ τὸ πάσχειν ἀναφερόμενον· οὐ γὰρ δὴ τὰ μετέχοντα ποιὰ κατὰ ταῦτα λέγεται. ἰστέον δὲ ὅτι ταῦτα οὐ μόνον περὶ τὸ σῶμα θεωρεῖται, ἀλλὰ καὶ περὶ τὴν ψυχήν. Διχῶς δὲ αἱ παθητικαὶ ποιότητες· ἤτοι γὰρ ἀπὸ τοῦ αὐτὰ πεπονθέναι καὶ διὰ πάθους πεποιῶσθαι παθητικὴν ἔχειν ποιότητα λέγεται ἢ ἀπὸ τοῦ τὴν αἴσθησιν ἡμῶν πάσχειν κατὰ τὴν τούτων ἀντίληψιν, ὥσπερ ἐπὶ τοῦ πυρός· οὐ γὰρ αὐτὸ τὸ πῦρ πέπονθεν, ἵνα θερμανθῇ, ἀλλ’ ἡμεῖς τοῦτο πάσχομεν κατὰ τὴν ἀντίληψιν αὐτοῦ θερμαινόμενοι, καὶ τὸ μέλι ὁμοίως. καὶ τὰ μὲν τοιαῦτα ποιότητές εἰσιν ὡς εἶδος καὶ οὐσία ἐν τῷ ὑποκειμένῳ, καὶ ἀπὸ τοῦ τὴν αἴσθησιν πάσχειν ὑπὸ τούτων παθητικὰς ποιότητας ἔχειν λέγεται· τὸ μέντοι σῶμα τὸ αὐτὸ λευκὸν γεγονέναι παθὸν παθητικὴν ἔχειν ποιότητα·1 συμβεβηκὸς γὰρ αὐτῷ τὸ λευκὸν καὶ ἐπίκτητον, ἀλλ’ οὐκ ἐν τῇ οὐσίᾳ αὐτοῦ οὐδὲ εἶδος. πάσχει μὲν οὖν καὶ ἐπὶ τούτων ἡ αἴσθησις, ἀλλ’ ἐπεὶ κυριώτερον παθητικὸν λέγεται τὸ αὐτὸ πεπονθὸς τοῦ πάθος ἐμποιοῦντος,2 ἐφ’ ὧν ἐστιν ἄμφω, ἐπὶ τούτων ἴσως ἄμεινον ἀπὸ τοῦ κυριωτέρου τὴν ἐπίκλησιν αὐτοῖς γενέσθαι.

“而质的第三个属。” 他在此处同样说“属”以代“种”。而这是在四种意义上被考察的:因为它要么现存于整个种中,并被称为被动性质,如雪中的白色;要么并非现存于全体,而是现存于某些个体,然而却是自然且先天的,并同样被称为被动性质,如埃塞俄比亚人的黑色;要么并非出于自然,而是后天获得的且难以去除的,并被称为归于质之下的情感,如久病或黄疸病引起的苍白;要么是后天获得的且容易去除的,如红晕——正如某人因害羞而脸红或因恐惧而面色发白那样——并被称为归于“受影响”之下的情感;因为分有这些情感者决不会依其被称为具有质的。应当知道,这些不仅在关于身体方面被考察,而且在关于灵魂方面也被考察。被动性质是在两种意义上[被言说]的:因为它们被称为具有被动性质,要么是由于它们自身受过影响并通过情感被赋予了质,要么是由于我们的感觉在领会它们时受到影响,正如在火的情形中一样;因为并不是火本身为了变热而受到了影响,而是我们在领会它时被加热而承受了这一影响,蜂蜜亦同样如此。此类事物是底层物中作为形式和实体的质,且由于感觉受到它们的影响,它们被称为具有被动性质;然而,因自身受到影响而变白的身体[据称]具有被动性质;因为白色对它而言是偶性且是后天获得的,既不在其实体之中,也不是形式。因此在这些情形中感觉固然也受到影响,但既然自身受到影响者比产生情感者更严格地被称为“受动性的”,那么在二者兼备的情形中,依照更严格的含义给予它们这一称谓或许更为恰当。

§5.6

"Οὔτε γὰρ τὸ μέλι τῷ πεπονθέναι τι λέγεται γλυκύ." Οὔτε γὰρ πρότερον δίχα ὂν γλυκύτητος ὕστερον ταύτην ἐδέξατο ἀπό τινος πάθους, ἀλλ’ αὐτὴ ὥσπερ οὐσιώδης ἐστίν.

“因为蜂蜜也不是由于受到了某种影响才被称为甜的。” 因为蜂蜜并非起初没有甜味而后来从某种情感中接受了甜味,相反,甜味本身可以说是实体性的。

§5.7

"Ὅτι μὲν οὖν γίνονται διά." Εἰπὼν τὰ χρώματα παθητικὰς ποιότητας εἶναι τῷ ἀπὸ πάθους ἐγγίνεσθαι τοῦτο κατασκευάζει καὶ δείκνυσιν οὕτως ἔχον.

“因此,由于……而产生的事情。” 在说明了颜色是通过由情感产生而是被动性质之后,他确立了这一点并证明确实如此。

§5.8

"Ὅσα μὲν οὖν τῶν τοιούτων συμπτωμάτων." Τὰ χρώματα συμπτώματα εἶπε διὰ τὸ ἄλλοις πάθεσιν ἐπισυμβαίνειν.

“因此,在这类偶发事件中。” 他将颜色称为偶发事件,是因为它们依附于其他情感而发生。

§5.9

"Ὁμοίως γὰρ ποιοὶ κατὰ ταῦτα λεγόμεθα." Ποιότης γάρ ἐστι καθ’ ἣν ποιοὶ λέγονται· 〈εἰ οὖν οὐ λέγονται ποιοὶ〉 ἀπὸ τῶν εὐαποβλήτων παθῶν, δῆλον ὅτι οὐδὲ ποιότητες ταῦτα λέγονται.

“因为我们同样根据这些被称为具有某种质的。” 因为质就是据以使事物被称为具有某种质的东西;[因此,如果不根据]容易去除的情感[被称为具有某种质],显然这些情感也不会被称为质。

§5.10

"Ὁμοίως δὲ τούτοις καὶ κατὰ τὴν ψυχήν." Οὐ μόνον, φησί, περὶ τὸ σῶμα θεωροῦνται αἱ παθητικαὶ ποιότητες καὶ τὰ πάθη, ἀλλὰ καὶ περὶ τὴν ψυχήν.

“与这些相似,在灵魂方面亦然。” 他说,被动性质与情感不仅在关于身体方面被考察,而且在关于灵魂方面也被考察。

§5.11

"Ὅσα γὰρ ἐν τῇ γενέσει εὐθύς." Ὥσπερ γὰρ ἡ ἐν τῷ Αἰθίοπι μελανία ἐκ γενετῆς οὖσα παθητικὴ ποιότης λέγεται, οὕτω καὶ ἡ ἐκ γενετῆς ἔκστασις ἢ ἡ ὀργὴ παθητικαὶ ποιότητες λέγονται.

“因为凡是出生时立即……” 因为正如埃塞俄比亚人的黑色是先天的因而被称为被动性质一样,先天的疯狂或狂怒也被称为被动性质。

§5.12

"Ὁμοίως δὲ καὶ ὅσαι ἐκστάσεις." Πάλιν ὥσπερ ἡ ἀπὸ μακρᾶς νόσου γενομένη ἄχροια λέγεται παθητικὴ ποιότης, οὕτω καὶ ἡ ἀπό τινος συμπτώματος ἔκστασις ἢ ἄλλο τι παθητικὴ ποιότης λέγεται.

“同样,凡是疯狂……” 同样,正如久病引起的苍白被称为被动性质一样,由某种偶发事件引起的疯狂或别的什么也被称为被动性质。

§5.13

"Τέταρτον δὲ γένος ποιότητος." Ἔτι δὲ τέταρτον εἶδος παραδίδωσι τῆς ποιότητος, γένος καὶ τοῦτο ἀντὶ τοῦ εἴδους εἰρηκώς. ἔστι δὲ σχῆμα καὶ μορφή. ἐπὶ πλέον δὲ τὸ σχῆμα τῆς μορφῆς·3 πᾶσα γὰρ μορφὴ καὶ σχῆμα ἔχει, οὐ πᾶν δὲ σχῆμα καὶ μορφὴν ἔχει· διὰ τοῦτο γὰρ ὡς κυριώτερον καὶ καθολικώτερον προέταξε καὶ ὁ Ἀριστοτέλης τὸ σχῆμα τῆς μορφῆς· ἡ γὰρ μορφὴ ἐπὶ τῶν ἐμψύχων μόνον λέγεται, τὸ δὲ σχῆμα καὶ ἐπὶ τῶν ἀψύχων.

“而质的第四个属。” 此外,他给出了质的第四个种,在此处也是说“属”以代“种”。这就是图形与形态。但是图形比形态的外延更广;因为一切形态都具有图形,却并非一切图形都具有形态;正因如此,亚里士多德也把图形置于形态之前,视其为更本原且更普遍的;因为形态仅就具灵之物而言,而图形亦可就无灵之物而言。

§5.14

"Ἔτι δὲ πρὸς τούτοις." Λέγεται γὰρ καὶ κατὰ ταῦτα ποιὰ τὰ μετέχοντα, οἷον ἀπὸ τῆς εὐθύτητος εὐθεῖα λέγεται γραμμὴ καὶ ἀπὸ τῆς καμπυλότητος ἡ καμπύλη, καὶ ἔστι πάθη τῆς γραμμῆς εὐθύτης καὶ καμπυλότης.

“此外还有这些。” 因为分有这些特性的事物也依其被称为具有某种质的,例如根据笔直性线被称为直线,根据弯曲性被称为曲线,而笔直性与弯曲性正是线的情感。

语法注3 条
  1. 5.5τὸ μέντοι σῶμα τὸ αὐτὸ λευκὸν γεγονέναι παθὸν παθητικὴν ἔχειν ποιότητα

    这是承接上文 διχῶς αἱ παθητικαὶ ποιότητες(或承接省略的 λέγεται)的“带不定式的宾格”结构。宾格主语 τὸ μέντοι σῶμα 受完成时不定式 γεγονέναι 和不定过去时分词 παθόν 的修饰,主不定式短语 παθητικὴν ἔχειν ποιότητα 构成谓语部分。

  2. 5.5ἐπεὶ κυριώτερον παθητικὸν λέγεται τὸ αὐτὸ πεπονθὸς τοῦ πάθος ἐμποιοῦντος

    比较级 κυριώτερον 所支配的比较属格是 τοῦ πάθος ἐμποιοῦντος(“产生情感者”),而主语是实体化的中性完成时分词 τὸ αὐτὸ πεπονθός(“自身受到影响者”)。通过比较句清晰地对比了致动端与受动端。

  3. 5.13ἐπὶ πλέον δὲ τὸ σχῆμα τῆς μορφῆς

    这是省略系动词 ἐστί 的短语。介词短语 ἐπὶ πλέον(“更大范围地/外延更广”)带比较属格 τῆς μορφῆς,述谓性地表达了在逻辑分类中“图形”比“形态”的外延更宽广。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:86.1-88.8