- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:84.6-85.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯注释了《范畴篇》第8章中质的第二种物种(自然能力与无能力,9a10–9a21),阐明了它与状态、性向的区分(现实态与潜能态)、“属”这一词的用法,以及能力和无能力的多重含义(施加、承受与难易)。
" Εἰσὶ δὲ αἱ μὲν ἕξεις καὶ διαθέσεις." Ὥσπερ γὰρ τοῦ ὀνόματος καὶ τοῦ ῥήματος κατηγορεῖται τὸ ὄνομα, οὕτω καὶ τῆς ἕξεως καὶ τῆς διαθέσεως κατηγορεῖται ἡ διάθεσις, καὶ ἔστι μὲν ἡ ἕξις καὶ διάθεσις κατὰ τὴν κοινὴν αὐτῶν κατηγορίαν, οὐκ ἔστι δὲ ἡ διάθεσις καὶ ἕξις· τῶν γὰρ διαθέσεων ἡ μὲν διαιρεῖται εἰς ἕξιν1 καὶ διάθεσιν, ἡ δὲ ἀντιδιαστέλλεται πρὸς τὴν ἕξιν.
“而状态固然也是性向。” 因为正如对于名词和动词而言,“名词”都被谓述一样,对于状态和性向而言,“性向”也同样被谓述,并且依其共同的谓述,状态固然也是性向,性向却并不也是状态;因为在性向中,一种被区分为状态和性向,另一种则与状态相对立。
"Ἕτερον δὲ γένος ποιότητος." Τῆς ποιότητος γένους οὔσης διὰ τί τῶν εἰδῶν αὐτῆς τὸ μὲν πρῶτον λέγει τὸ δὲ δεύτερον; φαμὲν ὅτι καθὸ μὲν ποιότητες οὐκ ἔστι τὸ μὲν πρῶτον αὐτῶν τὸ δὲ δεύτερον, ἀλλὰ μόνον ἀξιώματι διαφέρει, ὡς ἂν καὶ ἄνθρωπος ἵππου. πῶς δὲ τῆς ποιότητος γένος φησί, καὶ μὴν γενικώτατόν ἐστι γένος; γένος εἶπεν ἀντὶ τοῦ εἴδους, ἵνα δείξῃ ὅτι οὐκ ἔστιν εἰδικώτατον εἶδος, ἀλλὰ γένος μὲν ὑπάλληλον, εἶδος δὲ ὑπὸ τὴν ποιότητα ἀναφερόμενον, ὡς ἂν εἴποιμεν τῆς οὐσίας γένος εἶναι τὸ ζῷον ἀντὶ τοῦ ὑπ’ αὐτὴν γένους.2 Δεύτερον οὖν τοῦτο ἀποδίδωσιν εἶδος ποιότητος τὸ κατὰ δύναμιν καὶ ἀδυναμίαν. λέγει δὲ πυκτικοὺς ἢ δρομικοὺς τοὺς φύσιν ἔχοντας ἐπιτηδείαν πρός τι τῶν τοιούτων, τοῦτ’ ἔστι τοὺς δυνάμει τοιούτους ὄντας. καὶ τὸ μὲν πρῶτον εἶδος τῆς ποιότητος ἐνεργείᾳ θεωρεῖται ἥ τε ἕξις καὶ ἡ διάθεσις, τὸ δὲ δεύτερον δυνάμει· οἱ γὰρ δυνάμει πύκται ἢ δρομικοὶ ἐπιτηδειότητα εἰς τοῦτο ἔχειν λέγονται κατὰ δύναμιν φυσικὴν ἢ ἀδυναμίαν. ἐὰν δὲ πύκτης ἢ δρομεὺς ἐνεργείᾳ ᾖ, οὐκέτι κατὰ δύναμιν φυσικὴν ἢ ἀδυναμίαν λέγεται, ἀλλ’ ἕξιν καὶ διάθεσιν.
“而质的另一个属。” 质既然是属,他为何将其物种中的一种称为第一、另一种称为第二?我们说,就它们是质而言,并不存在其中一个是第一而另一个是第二,而只是在尊位上有所差异,正如人与马有所差异一样。但是,质既然是最高属,他又为何称其为质的“属”?他说“属”以代“种”,是为了表明它不是最底层的物种,而是中间属,即归于质之下的物种,正如我们会说动物是实体的“属”,而不是说它是〔实体〕之下的属一样。因此,他所给出的这第二个质的种,是依能力与无能力而言的。他将那些拥有适合此类事物之本性的人,即潜在地是此类人的人,称为拳击手或赛跑手。质的第一种物种,即状态和性向,是在现实态中被考察的,而第二种物种则是在潜能态中被考察的;因为潜在的拳击手或赛跑手,据说是依据自然的能力或无能力而拥有对这一点的适合性。但如果某人在现实态中是拳击手或赛跑手,他就不再是依据自然能力或无能力被言说,而是依据状态和性向被言说了。
"Οὐ γὰρ τῷ διακεῖσθαί πως." Οὐ τῷ εἶναι αὐτοὺς ἐνεργείᾳ τοιούτους λέγομεν, ἀλλὰ τῷ δύναμιν αὐτοὺς ἔχειν τοιαύτην.
“因为并非由于以某种方式处于状态中。” 我们并非由于他们在现实态中是这样而如此言说,而是由于他们拥有这样的能力。
"Ὑγιεινοὶ δὲ λέγονται τῷ δύναμιν ἔχειν φυσικὴν τοῦ μηδὲν πάσχειν." Ἰστέον ὅτι λέγεται δύναμις ἢ τῷ πεφυκέναι ποιεῖν,3 καθάπερ λέγομεν πύκτην τὸν δυνάμενον πλήττειν, ἢ τῷ πεφυκέναι μὴ πάσχειν, καθάπερ λέγομεν τὸν ὑγιαίνοντα δύναμιν ἔχειν τοῦ μὴ πάσχειν καὶ πάλιν τὸν νοσοῦντα λέγομεν δύναμιν ἔχειν τοῦ πάσχειν. εἰ δέ τις εἴποι τὴν ἀδυναμίαν μὴ εἶναι ποιότητα, ἐλέγχομεν τοῦτον ἐκ τοῦ ἀντικειμένου αὐτῇ· τὴν γὰρ δύναμιν οὐδείς ἐστιν οὕτως ἠλίθιος, ὅς φησι μὴ εἶναι ποιότητα· ἀποδέδεικται δὲ ὅτι ὡς ἂν ἔχῃ τὸ ἕτερον τῶν ἐναντίων, οὕτως ἔχει καὶ τὸ ἕτερον· καὶ γὰρ ὑπὸ τὸ αὐτὸ γένος ἀνάγονται. λέγεται τοίνυν καὶ ἡ ἀδυναμία τριχῶς· λέγεται γὰρ ἀδυναμία 〈ἐπὶ〉 τοῦ μὴ πεφυκότος ποιεῖν, ὥσπερ τὸν νοσοῦντα λέγομεν ἀδυναμίαν ἔχειν τοῦ ποιεῖν. λέγεται δὲ καὶ ἐπὶ τοῦ μὴ πεφυκότος πάσχειν, ὥσπερ τὸν ὑγιαίνοντα λέγομεν ἀδυναμίαν ἔχειν τοῦ παθεῖν. λέγομεν δὲ πάλιν τὸν νοσοῦντα ἀδυναμίαν ἔχειν τοῦ μὴ παθεῖν, τοῦτ’ ἔστι τὴν τοῦ πάσχειν δύναμιν· ἡ γὰρ ἀπόφασις τοῦ μὴ παθεῖν δύναμιν εἰσάγει τοῦ παθεῖν καὶ τοὐναντίον ἡ ἀπόφασις τοῦ παθεῖν δύναμιν εἰσάγει τοῦ μὴ παθεῖν. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν· λέγεται γὰρ δύναμις ἢ πρὸς τὸ καθόλου, ὡς ἐὰν λέγωμεν δύναμιν ἔχειν πάντα ἄνθρωπον γεωμετρεῖν, ἢ πρὸς τὸ ῥᾳδίως, ὡς ὅτι ὁ δεῖνα ἄνθρωπος δύναμιν ἔχει τοῦ γεωμετρεῖν ἀντὶ τοῦ ῥᾳδίως δύναται γεωμετρῆσαι. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀδυναμίας· λέγομεν γὰρ καὶ αὐτὴν ἢ πρὸς τὸ μὴ πεφυκὸς ὅλως γεωμετρεῖν οἷον τὸν κύνα, ἢ πρὸς τὸν δυσχερῶς γεωμετροῦντα οἷον τὸν νωθῆ. οἷον οἱ μὲν νοσώδεις δύναμιν ἔχουσι τοῦ πάσχειν τι ῥᾳδίως, ἀδυναμίαν δὲ τοῦ μὴ πάσχειν, οἱ δὲ ὑγιεινοὶ τὸ ἀνάπαλιν.
“健康者是由于拥有丝毫不受影响的自然能力而被言说的。” 应当知道,所谓能力,要么是由于天然适合施加作用而被言说,正如我们将能击打者称为拳击手一样;要么是由于天然适合不受影响而被言说,正如我们说健康者拥有不受影响的能力一样;而且我们又说患病者拥有受影响的能力。若有人说无能力不是质,我们就从其对立面驳斥他;因为没有人会愚蠢到说能力不是质;而且已经证明,相反的两端中一者如何,另一者亦必如何;因为它们确实被归入同一个属之下。因此,无能力也是在三种意义上被言说的:因为无能力是就天然不适合施加作用者而言的,正如我们说患病者拥有施加作用的无能力一样;它也是就天然不适合受影响者而言的,正如我们说健康者拥有受影响的无能力一样;我们又说患病者拥有不受影响的无能力,即拥有受影响的能力;因为不受影响的否定引入了受影响的能力,反之,受影响的否定引入了不受影响的能力。也可以换一种方式说:因为能力要么是就普遍者而言,如同我们说每个人都拥有研究几何学的能力一样;要么是就轻易而言,如同我们说某人拥有研究几何学的能力,以此代替说他能轻易地研究几何学一样。在无能力的情形中亦同样如此:因为我们言说它,要么是就根本不天然适合研究几何学者而言,例如狗;要么是就艰难地研究几何学者而言,例如迟钝之人。例如,多病者拥有容易受到某种影响的能力,却拥有不受影响的无能力,而健康者则恰恰相反。
- 5.1τῶν γὰρ διαθέσεων ἡ μὲν διαιρεῖται εἰς ἕξιν καὶ διάθεσιν, ἡ δὲ ἀντιδιαστέλλεται πρὸς τὴν ἕξιν
τῶν διαθέσεων 为部分属格,ἡ μέν 与 ἡ δέ 构成对比性的主语。前者指广义的“性向”(分为状态与性向),后者指与状态相对立的狭义“性向”。
- 5.2ἀντὶ τοῦ ὑπ’ αὐτὴν γένους
在介词短语 ἀντὶ τοῦ 之后,γένους 作属格出现(而非省略说动词时的宾格 γένος,即 ἀντὶ τοῦ [λέγειν] γένος ὑπ' αὐτήν),表示“代替[说]其下的属”。
- 5.4λέγεται γὰρ ἀδυναμία 〈ἐπὶ〉 τοῦ μὴ πεφυκότος ποιεῖν
校订者补入的介词 ἐπί 支配属格分词短语 τοῦ μὴ πεφυκότος ποιεῖν,表示适用的范围或对象(“就天然不适合施加作用者而言”)。随后文中的属格不定词短语(如 τοῦ ποιεῖν)则作为 ἀδυναμία 的宾格性属格修饰语。
