← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《范畴篇》注释

§82.30-84.5

感受性性质、蚀变与第四种性质

阿摩尼奥斯讨论了贯穿深处且由感受产生的感受性性质,援引《物理学》第七卷阐明蚀变仅涉及感受性性质的原因,并界定了仅在表面观察到的第四种性质(形状与形式)及其与色彩的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.0#3

καὶ εἰ διὰ τοῦ βάθους κεχώρηκεν, ἢ εὐαπόβλητός ἐστιν ἢ δυσαπόβλητος· καὶ εἰ μὲν εὐαπόβλητος εἴη, ποιεῖ πάλιν πάθος τοῦ τρίτου εἴδους τῆς ποιότητος, εἰ δὲ δυσαπόβλητος εἴη, ποιεῖ παθητικὴν ποιότητα, οὐ τὴν πάθος ἐμποιοῦσαν ἀλλὰ τὴν ἀπὸ πάθους ἐγγινομένην, καθάπερ ἐπὶ τοῦ ἐκ γενετῆς ἐρυθροῦ· ὃν γὰρ τρόπον ὁ δι’ αἰδῶ ἐρυθριάσας κατὰ πάθος ἔσχε τὸ τοιοῦτον χρῶμα, κατὰ τὸν αὐτὸν τρόπον καὶ ὁ ἐκ φύσεως ἐρυθρὸς κατὰ φυσικὸν πάθος τοιοῦτον ἔσχε χρῶμα. Ἰστέον δ’ ὅτι ὁ Ἀριστοτέλης τὴν ἀλλοίωσιν γενέσθαι λέγει ἐν τῷ ἑβδόμῳ τῆς Φυσικῆς ἀκροάσεως οὐκ ἀπὸ πάσης ποιότητος ἀλλὰ μόνον τῶν παθητικῶν·1 αἱ γὰρ κατὰ τὴν ἕξιν ποιότητες οὐ ποιοῦσι, φησίν, ἀλλοίωσιν ἀλλ’ ὁδόν τινα ἢ ἐπὶ φθορὰν ἢ ἐπὶ γένεσιν· ἡ γὰρ τῆς ἕξεως μεταβολὴ ἐναλλαγὴ τῆς οὐσίας ἐστίν. ἐπιζητῶν γὰρ ὁ φιλόσοφος τὰ εἴδη τῆς μεταβολῆς ἔλεγεν ἓξ εἶναι, γένεσιν φθορὰν αὔξησιν μείωσιν ἀλλοίωσιν τὴν κατὰ τόπον μεταβολήν. θεωροῦνται δὲ αὗται αἱ μεταβολαὶ ἐν τέτρασι κατηγορίαις, ἐν οὐσίᾳ ἐν ποσῷ ἐν ποιῷ ἐν τῷ ποῦ. καὶ ἡ μὲν μεταβολή, φησίν, ἡ γινομένη περὶ τὴν οὐσίαν ἡ μὲν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ ὂν γινομένη λέγεται γένεσις, ἡ δὲ ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὂν λέγεται φθορά. ἡ δὲ περὶ τὴν τοῦ ποσοῦ κατηγορίαν γινομένη μεταβολὴ καλεῖται αὔξησις καὶ μείωσις, ἡ δὲ ἐν τῇ τοῦ ποῦ κατηγορίᾳ ἡ κατὰ τόπον μεταβολή, ἡ δέ γε ἀλλοίωσις οὐ κατὰ πᾶν εἶδος ποιότητος γίνεται· αἱ γὰρ κατὰ τὴν ἕξιν οὐκ ἂν λέγοιντο ἀλλοιώσεις, ἀλλ’ οἷον γενέσεις τινὲς καὶ φθοραί· εἴτε γὰρ ἐν τῇ ψυχῇ εἴη ἕξις, ὡς ἐπιστήμη ἢ ἀρετὴ ἔσται, εἴτε ἐν σώματι, ὡς ὑγεία, καὶ ἐὰν μία τούτων μεταβληθῇ, εἰ μὲν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, γίνεται γένεσίς τις, εἰ δὲ ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὄν, φθορὰ λέγεται. καὶ ταύτας, φησίν, οὐ δεῖ καλεῖν ἀλλοιώσεις. οὐκοῦν ἐροῦμεν τὴν ἀλλοίωσιν γίνεσθαι, ἡνίκα μεταβολὴ κατὰ τὰς παθητικὰς ποιότητας γένηται, τοῦτ’ ἔστιν οὐ κατὰ τὰς οὐσιώδεις ἀλλὰ κατὰ τὰς συμβεβηκυίας τῷ πράγματι. καὶ ταῦτα μὲν περὶ τούτων εἰρήσθω. Εἰ δὲ μὴ δι’ ὅλης τῆς οὐσίας κεχώρηκεν, ἀλλὰ περὶ τὴν ἐπιφάνειαν μόνην θεωρεῖται, εἰ μὲν ἐν ἀψύχοις εἴη, λέγεται σχῆμα, εἰ δὲ ἐν ἐμψύχοις, λέγεται μορφή· ταύτην γὰρ ἴσμεν διαφορὰν σχήματος καὶ μορφῆς, ἢ ὅτι2 τὸ μὲν σχῆμα ἐν τῇ φαντασίᾳ τῇ ἡμετέρᾳ θεωρεῖται, ἡ δὲ μορφὴ ἐν τοῖς φυσικοῖς πράγμασιν, ὡς φέρειν τὸ τῆς μορφῆς ὄνομα καὶ κατὰ παντὸς ἀψύχου, φημὶ δὴ λίθου καὶ ξύλου καὶ σιδήρου καὶ εἴ τι ἄλλο τῶν φυσικῶν σωμάτων μετέχει σχήματος. εἰ δέ τις εἴποι δι’ ἣν αἰτίαν μὴ καὶ τὰ χρώματα λέγομεν εἶναι μορφήν, ἐπειδὴ καὶ αὐτὰ περὶ τὴν ἐπιφάνειαν θεωροῦνται, ἐροῦμεν ὅτι τὰ χρώματα οὐχ ἁπλῶς ἐν τῇ μεταβολῇ τῆς ἐπιφανείας θεωροῦνται, ἀλλὰ πάντως ἀμείβεται καὶ περὶ τὴν κρᾶσιν τὸ σῶμα, ἐπὶ δὲ τῆς μορφῆς καὶ τοῦ σχήματος τῆς οὐσίας πάντῃ ἀτρέπτου μενούσης ἡ μεταβολὴ περὶ μόνην τὴν ἐπιφάνειαν γίνεται· ἐὰν γὰρ εἰληφότες κηρὸν ποιήσωμεν αὐτῷ τρίγωνον σχῆμα, εἶτα πάλιν μεταλλάξαντες αὐτὸν ἀπὸ τοῦ τριγώνου ποιήσωμεν σφαῖραν, οὐδεμίαν μεταβολὴν τῆς οὐσίας ποιήσαντες τὸ σχῆμα μόνον ἠμείψαμεν· οὐδὲν γὰρ ἧττον ἔσται κηρὸς καὶ τριγώνου ἔχων σχῆμα καὶ σφαιρικόν.

而若它已贯穿至深处,则要么易于脱离,要么难以脱离;若易于脱离,它便再次构成性质第三种的“感受”,而若难以脱离,它便构成“感受性性质”,不是引起感受的那种,而是由感受产生的那种,正如天生赤面者的情况;因为正如因羞怯而脸红者依感受获得了此种颜色,依同样的方式,天生赤面者亦依自然的感受获得了此种颜色。但应当知晓,亚里士多德在《物理学》第七卷中说,蚀变并非由一切性质产生,而仅由感受性性质产生;因为他说,依照状态的性质并不产生蚀变,而是产生通往毁灭或通往生成的某种途径;因为状态的改变乃是实体的更替。因为这位哲学家在探究变化的诸种时曾说变化有六种:生成、毁灭、增加、减少、蚀变以及依位置的变化。而这些变化在四个范畴中被观察:在实体中、在量中、在质中、在“何处”中。他说,在实体周围发生的变化中,由非存在通往存在者被称为生成,由存在通往非存在者被称为毁灭。在量的范畴周围发生的变化被称为增加与减少,而在“何处”范畴中的变化被称为依位置的变化,然而蚀变并非依照性质的一切种发生;因为依照状态者不会被称为蚀变,而是犹如某种生成与毁灭;因为无论是在灵魂中的状态,如将是知识或德性,还是在身体中的状态,如健康,若其中之一发生改变,若是从非存在到存在,便成为某种生成,若是从存在到非存在,便被称为毁灭。他说,不应将这些称为蚀变。因此我们将说,每当依照感受性性质发生改变,即并非依照事物所固有的实质性质,而是依照事物的偶适性质发生改变时,蚀变便产生。关于这些内容且言尽于此。 另一方面,若它并未贯穿整个实体,而仅围绕表面被观察,若在无灵魂之物中,则被称为“形状”,若在有灵魂之物中,则被称为“形式”;因为我们所知形状与形式的区别即在于此,或者在于形状是在我们的表象中被观察,而形式是在自然事物中被观察,以至于甚至将形式这一名称亦应用于一切无灵魂之物,我指的是石头、木材、铁以及在自然物体中分有形状的任何其他事物。但若有人说,究竟因何缘故我们不亦称色彩为形式,既然它们亦围绕表面被观察,我们将说,色彩不仅在表面的改变中被观察,而且物体在配比上也必定发生改变,而在形式与形状的情形下,当实体完全保持不变时,改变仅围绕表面发生;因为若我们取蜡并在其中制成三角形的形状,接着再次将它从三角形改变并制成球体,我们在并未引起实体的任何改变的情况下仅更替了形状;因为无论具有三角形的形状还是球形的形状,它都同样是蜡。

语法注2 条
  1. 5.0οὐκ ἀπὸ πάσης ποιότητος ἀλλὰ μόνον τῶν παθητικῶν

    在对比短语 ἀλλὰ μόνον τῶν παθητικῶν 中,介词 ἀπὸ 被省略(即相当于 ἀπὸ τῶν παθητικῶν [ποιοτήτων]),与前方的介词短语 ἀπὸ πάσης ποιότητος 构成并列(表示来源或起因的属格,受省略的 ἀπὸ 支配)。

  2. 5.0ταύτην γὰρ ἴσμεν διαφορὰν σχήματος καὶ μορφῆς, ἢ ὅτι

    指示代词 ταύτην 指代前文所述无灵魂之物(形状)与有灵魂之物(形式)的区别,而连词 ἢ ὅτι 引出另一种观点(“或者是因为……”),即形状存在于表象中而形式存在于自然事物中。随后的 ὡς φέρειν 则是表示结果的不定词结构(“以至于应用……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:82.30-84.5