- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:81.25-82.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯述及“性质”一词在柏拉图处的起源及亚里士多德将其扩展至灵魂,随后针对亚里士多德的四分法提出身体状态(如健康)难以归类的疑难,并基于适宜性与现实态提出了一个更完备的系统划分。
εἰδέναι δὲ δεῖ ὅτι καὶ ὁ Πλάτων ἐχρήσατο τῷ τῆς ποιότητος ὀνόματι ἐν τῷ διαλόγῳ τῷ Θεαιτήτῳ καὶ αὐτὸς γέγονε πρῶτος δημιουργὸς τοῦ ὀνόματος· φησὶ γὰρ ὅτι ‘δοκεῖς μοι ἀγνοεῖν τί σημαίνει τὸ τῆς ποιότητος ὄνομα διὰ τὸ ἀθρόως εἰρῆσθαι’. ὁ δὲ Ἀριστοτέλης ἐπέτεινε τὸ τῆς ποιότητος ὄνομα οὐ μόνον ἄχρι σωμάτων ἀλλὰ καὶ ἐπὶ τὴν ψυχήν, λέγων ποιότητας εἶναι ἐν ψυχῇ ἐπιστήμην καὶ ἀρετήν. Ἔστι δὲ † ἀπορῆσαι τῷ Ἀριστοτέλει λέγοντας1 μὴ δεόντως αὐτὸν πεποιῆσθαι τὴν διαίρεσιν· λέγομεν γὰρ ἕξιν οὐ μόνον ἐπὶ τῆς ψυχῆς ἀλλὰ καὶ ἐπὶ τοῦ σώματος· τὴν γὰρ ὑγείαν ἕξιν λέγομεν εἶναι τοῦ σώματος, καὶ πάλιν ἑκτικὸν πυρετόν. ταύτας οὖν τὰς ποιότητας ὑπὸ ποῖον τῶν τεττάρων εἰδῶν τῆς ποιότητος τῶν ὑπὸ Ἀριστοτέλους εἰρημένων ἀνάγομεν; ἵνα οὖν τελεία ᾖ ἡ διαίρεσις, εἴπωμεν οὕτως· τῆς ποιότητος ἡ μέν ἐστι κατ’ ἐπιτηδειότητα ἡ δὲ κατ’ ἐνέργειαν, καὶ αὕτη μὲν ἡ κατ’ ἐπιτηδειότητα ποιεῖ τὸ δεύτερον εἶδος τὸ ὑπὸ Ἀριστοτέλους εἰρημένον τὸ κατὰ δύναμιν καὶ ἀδυναμίαν, ἡ δὲ κατ’ ἐνέργειαν ἢ τελειωτική ἐστιν ἢ κακωτικὴ ἢ οὔτε τελειωτικὴ οὔτε κακωτική. τῆς δὲ τελειωτικῆς ἡ μὲν πάθος ἐμποιεῖ περὶ τὴν ἡμετέραν αἴσθησιν ἡ δὲ οὐ ποιεῖ πάθος. αὕτη ἡ μὴ ποιοῦσα πάθος ἢ δυσαπόβλητός ἐστιν ἢ εὐαπόβλητος. καὶ εἰ μὲν δυσαπόβλητός ἐστι, γίνεται ἕξις, καὶ γίνεται ἢ ἐν ψυχῇ ἢ ἐν σώματι, εἰ δὲ εὐαπόβλητος, γίνεται διάθεσις. ἕξις δὲ ἐν ψυχῇ μὲν ἐπιστήμη ἀρετή, ἐν σώματι δὲ ὡς ὑγεία. εἰ δέ τις εἴποι τὴν ὑγείαν πάθος ἐμποιεῖν (αἰσθανόμεθα γὰρ αὐτῆς), ἐροῦμεν ὅτι οὐ τῆς ὑγείας αἰσθανόμεθα, ἀλλὰ τῶν παθητικῶν ποιοτήτων τῶν ἡγουμένων τῆς ὑγείας·2 οἱ μὲν γὰρ πυρέττοντες αἰσθάνονται τῆς παρὰ φύσιν θερμασίας παρούσης καὶ πάλιν ἀπούσης, τῆς μέντοι ὑγείας αὐτῆς οὐκ αἰσθάνονται· διὸ καὶ ὅσοι ἀνίατοι, νόσου παρούσης ἀμυδρᾶς οὐκ αἰσθάνονται· οὐ γάρ ἐστι τότε κατάδηλος ἡ νόσος εἰ μὴ μόνοις τοῖς ἰατροῖς, καὶ αὐτοὶ δὲ οἱ ἰατροὶ διαγνώσεως σημεῖά τινα ἔχουσι, δι’ ὧν θηρῶνται τὴν νόσον καὶ τὴν ὑγείαν. τῆς δὲ πάθος ἐμποιούσης ἡ μὲν δυσαπόβλητός ἐστιν ἡ δὲ εὐαπόβλητος, καὶ εἰ μὲν εὐαπόβλητος εἴη, τὸ ἓν τμῆμα τοῦ τρίτου εἴδους ποιεῖ τοῦ ὑπὸ Ἀριστοτέλους εἰρημένου, φημὶ δὴ τὸ πάθος, οἷόν ἐστι τὸ ἔρευθος τοῦ δι’ αἰδῶ ἐρυθριάσαντος· ἡ γὰρ φύσις τοῦ ἀνθρώπου συνειδυῖα τῷ ἑαυτῆς πταίσματι μὴ βουλομένη ἄτιμα μηδ’ ἔρημα εἶναι τὰ ἐπιπολῆς τὰ τιμιώτερα ἑαυτῆς εἰς προκάλυμμα πέμπει τοῦ πάθους· τιμιώτερα δὲ πάντων τῇ φύσει τό τε πνεῦμα καὶ τὸ αἷμα. καὶ ἡ μὲν φύσις ἀποστέλλει τὸ αἷμα εἰς τὰ ἐπιπολῆς, τὸ δὲ χρῶμα τοῦ χυμοῦ ποιεῖ τὸ ἔρευθος. εἰ δὲ δυσαπόβλητος εἴη, ποιεῖ τὸ ἕτερον τμῆμα τοῦ τρίτου εἴδους, τὴν παθητικὴν ποιότητα τὴν πάθος ἐμποιοῦσαν. εἰ δὲ μήτε τελειωτικὴ εἴη μήτε κακωτική, ἢ περὶ τὴν ἐπιφάνειαν θεωρεῖται ἢ διὰ βάθους κεχώρηκε τοῦ ὑποκειμένου.
应当知晓,柏拉图在对话录《泰阿泰德》中亦曾使用“性质”这一名称,并且他本人正是该名称的首创者;因为他说:“在我看来,你似乎由于该词被统括性地言说而不知性质这一名称意味着什么”。而亚里士多德则将性质这一名称不仅扩展至物体,亦扩展至灵魂,称灵魂中的性质乃是知识与德性。 然而,可以对亚里士多德提出疑难,说他并未恰当地进行划分;因为我们不仅在灵魂上言说“状态”,亦在身体上言说[状态];因为我们将健康称为身体的一种状态,又将消耗热称为[一种状态]。那么,我们把这些性质归入亚里士多德所言的四种性质中的哪一种呢?因此,为了使划分完全,我们当这样说:性质一部分是依照适宜性的,一部分是依照现实态的;而依照适宜性者构成了亚里士多德所说的第二种,即依照能力与无能的种,依照现实态者则要么是完善性的,要么是致损性的,要么既非完善性亦非致损性。而在完善性者中,一部分就我们的感觉引起感受,一部分则不引起感受。这种不引起感受者,要么难以脱离,要么易于脱离。若它难以脱离,便成为“状态”,并且要么在灵魂中产生,要么在身体中产生;若易于脱离,便成为“素质”。而在灵魂中的状态乃是知识与德性,在身体中的状态则如健康。若有人说健康引起感受(因为我们感知到它),我们将说,我们所感知的并非健康,而是先于健康的感受性性质;因为发热者在不合自然的热度出现及再次消退时感知到它,但对健康本身却并未感知;正因如此,那些不可救药之人当微弱的疾病存在时亦感知不到;因为此时疾病除了对医生而言外并不明显,而医生们自己亦拥有某些诊断的表征,凭借这些表征他们寻获疾病与健康。而在引起感受者中,一部分难以脱离,一部分易于脱离;若易于脱离,它便构成了亚里士多德所言第三种的一个部分,我指的是“感受”,正如因羞怯而脸红者的潮红;因为人的自然本性意识到自身的失误,不愿表面部分受辱或孤立无援,便将自身中更为珍贵之物送出以作为感受的遮蔽;而在万物中对自然本性而言最为珍贵者乃是气息与血液。自然本性将血液派遣至表面,而体液的颜色便造成了潮红。若难以脱离,它便构成了第三种的另一部分,即引起感受的感受性性质。若既非完善性亦非致损性,它要么围绕表面被观察,要么贯穿至底层物的深处。
- 5.0Ἔστι δὲ † ἀπορῆσαι τῷ Ἀριστοτέλει λέγοντας
非人称动词 ἔστι(“可以/可能”)带不定词 ἀπορῆσαι,其后连接表示质疑对象的与格 τῷ Ἀριστοτέλει(“对亚里士多德”),以及表示言说行为的宾格现在分词复数 λέγοντας。分词 λέγοντας 与不定词在逻辑上隐含的通称主体(宾格不定词结构,“人们/我们说……”)相一致。尽管底本标有残损符号(crux),骨干结构仍可解读为“人们可以通过说……而向亚里士多德提出疑难”。
- 5.0τῶν ἡγουμένων τῆς ὑγείας
属格动词 ἡγέομαι(在此处作“先于/引导”解)的中被动态属格复数分词 ἡγουμένων,修饰前面的 τῶν παθητικῶν ποιοτήτων。其后的属格 τῆς ὑγείας 是动词 ἡγέομαι 所支配的宾语成分,整句意为“先于健康的那些感受性性质”。
