- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:80.15-81.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯概述了性质范畴教学的序论,包括其位次、对定义循环性的解答、题标用语的由来,以及性质的四个种(状态与素质、能力与无能、感受性性质与感受、形状与形态)的划分。
Τῷ αὐτῷ τρόπῳ τῆς διδασκαλίας ἐπὶ τῆς ποιότητος κεχρήμεθα, ᾧ καὶ ἐπὶ τῶν πρός τι. δεῖ οὖν ἡμᾶς καὶ ἐνταῦθα προλαβεῖν τινα τῆς διδασκαλίας καὶ ζητῆσαι πρότερον τὴν τάξιν τῆς κατηγορίας, δεύτερον τὸν ὁρισμόν, εἶτα τὴν ἐπιγραφὴν περὶ ποιοῦ καὶ ποιότητος, τέταρτον δὲ ἐπὶ τούτοις καὶ περὶ τῆς διαιρέσεως αὐτῆς. καὶ ἡ μὲν τάξις τῆς κατηγορίας ἤδη ἡμῖν δήλη ἐκ τῶν εἰρημένων ἐν τοῖς πρός τι. περὶ δὲ τοῦ ὁρισμοῦ ζητοῦμεν διὰ τί τῆς ποιότητος τὸν ὁρισμὸν ἀποδιδοὺς φησιν ὅτι καθ’ ἣν οἱ μετέχοντες αὐτῆς ποιοὶ λέγονται, αὐτὸ δὲ ὅπερ ἐζητοῦμεν ὡς σαφὲς παρέλαβε καὶ ὁμολογούμενον.1 ἐροῦμεν ὅτι οὗτος ὁ λόγος εἰς ἔννοιαν ἡμᾶς ἄγει τῆς ποιότητος διὰ τοῦ ποιοῦ· σαφέστερον γάρ ἐστι τὸ ποιὸν ἅτε δὴ αἰσθήσει ληπτόν, καὶ ὅλως ἀπ’ αὐτοῦ εἰς ἔννοιαν τῆς ποιότητος ἐρχόμεθα· θεασάμενοι γὰρ τὸ ἐν γάλακτι λευκὸν καὶ τὸ ἐν χιόνι καὶ τὸ ἐν ψιμυθίῳ εἰς ἔννοιαν ἐρχόμεθα λευκότητος, ὁμοίως γευσάμενοι μέλιτος καὶ φοίνικος καὶ ἰσχάδος εἰς ἔννοιαν ἐρχόμεθα τῆς γλυκύτητος. ἐκ τοῦ ποιοῦ οὖν τοῦ δεδεγμένου τὰς προειρημένας ποιότητας, λευκότητα λέγω καὶ γλυκύτητα, ὡς σαφεστέρου ὄντος τὴν διδασκαλίαν ποιεῖται.2 ἔστι δὲ ποιὸν μὲν αὐτὸ τὸ μετέχον ποιότητος, τὸ δὲ μετεχόμενον ἡ ποιότης· διὰ γὰρ τοῦτο καὶ προέταξε τὸ ποιὸν ἐν τῇ ἐπιγραφῇ ὡς ἐν τούτῳ τῆς ποιότητος θεωρουμένης. Δεῖ δὲ ἐπὶ τούτοις καὶ τὴν διαίρεσιν τῆς κατηγορίας εἰπεῖν. ἰστέον ὅτι τῆς ποιότητος ὁ Ἀριστοτέλης τέσσαρα ἡμῖν παραδίδωσιν εἴδη, πρῶτον ἕξιν καὶ διάθεσιν, δεύτερον δύναμιν καὶ ἀδυναμίαν, τρίτον παθητικὴν ποιότητα καὶ πάθος, τέταρτον σχῆμα καὶ μορφήν. καὶ ἕξις μέν ἐστιν, ὡς ὅταν λέγωμεν τὸν γεωμέτρην ἕξιν ἔχειν εἰς τὰ γεωμετρικὰ θεωρήματα, διάθεσις δέ ἐστιν, ὡς ὅταν εἴπωμέν τινα παρακούσματα3 ἔχειν γεωμετρικῶν θεωρημάτων. καὶ τοῦτο μὲν τὸ πρῶτον εἶδος τῆς ποιότητος. τὸ δὲ δεύτερον δύναμις καὶ ἀδυναμία, ὅ ἐστιν ἐπιτηδειότης καὶ ἀνεπιτηδειότης πρὸς τὰ φυσικὰ πράγματα, καὶ τὴν μὲν δύναμιν ἐπιτηδειότητα τὴν δὲ ἀδυναμίαν ἀνεπιτηδειότητα καλοῦμεν. τρίτον δὲ εἶδος παθητικὴ ποιότης καὶ πάθος· ἔστι δὲ παθητικὴ ποιότης ὡς ἡ ἐν τῇ χιόνι ψυχρότης καὶ ἡ ἐν τῷ πυρὶ θερμότης. αὕτη δέ ἐστι διττή, ἢ ὡς πάθος ποιοῦσα ἢ ὡς ἀπὸ πάθους ἐγγινομένη· ἡ μὲν οὖν ψῦξις τῆς χιόνος καὶ ἡ τοῦ πυρὸς θερμασία λέγεται παθητικὴ ποιότης, οὐχ ὡς ἀπὸ πάθους ἐγγινομένη ἀλλ’ ὡς πάθος ἐμποιοῦσα (οὔτε γὰρ τροπή τις ἐγένετο περὶ τὸ ὑποκείμενον, ἵνα δέξωνται ταύτας τὰς ποιότητας τό τε πῦρ καὶ ἡ χιών, ἀλλὰ μᾶλλον ταῦτα ἐν ἄλλοις ἐντιθέασι πάθη, θερμότητα καὶ ψυχρότητα), ἡ δὲ ἐν τῷ τεθερμασμένῳ σιδήρῳ θερμασία λέγεται παθητικὴ ποιότης ὡς ἀπὸ πάθους ἐγγινομένη. πάθος δὲ λέγομεν, ἡνίκα τὸν πρότερόν τις χρόνον ὠχρὸς ὢν δι’ αἰδῶ ἐρυθριάσῃ· τὸ ἔρευθος τοῦτο ἐροῦμεν εἶναι πάθος. τέταρτον δὲ εἶδος τὸ σχῆμα καὶ ἡ μορφή. καὶ εἰδέναι δεῖ ὅτι τὸ μὲν σχῆμα ἐπὶ τῶν ἀψύχων λέγεται, ἡ δὲ μορφὴ ἐπὶ τῶν ἐμψύχων.
我们在性质上也使用了与在相关者上相同的讲授方式。因此,我们在此也必须预先把握关于讲授的某些事项,首先探讨该范畴的位次,其次探讨其定义,随后探讨题标“论具质者与性质”,第四则在此之上探讨其划分。而该范畴的位次根据在相关者中所述的内容对我们而言已属显然。但关于定义,我们探讨:为什么他在给出性质的定义时说,性质乃是依凭它、分有它者被称为具质者的东西,却把我们恰恰在探求的事物本身当作清晰且公认之物来接受?我们将说,这一说明通过具质者将我们引向性质的概念;因为具质者既然可由感觉把握,因而更为清晰,总的来说我们是从它走向性质的概念的。因为在观察了牛奶中的白、雪中的白以及铅粉中的白之后,我们便走向白这一概念;同样,在品尝了蜂蜜、椰枣与干无花果之后,我们便走向甜这一概念。因此,他是从接受了前述诸性质——我是指白与甜——的具质者出发来进行讲授的,因其更为清晰。而具质者是分有性质者本身,被分有者则是性质;正因如此,他亦在题标中把具质者列在前面,理由是性质在此者中得以被观察。在此之上还必须说明该范畴的划分。应当知晓,亚里士多德向我们传授了性质的四个种:第一是状态与素质;第二是能力与无能;第三是感受性性质与感受;第四是形状与形态。状态正如当我们说几何学家对几何学定理具有某种状态时那样;而素质正如当我们说某人对几何学定理具有某些片段的一知半解时那样。这是性质的第一种。第二种是能力与无能,即相对于自然事物的适宜性与不适宜性,我们将能力称为适宜性,将无能称为不适宜性。第三种是感受性性质与感受;感受性性质就如雪中的冷与火中的热。而这具有双重意义,要么是作为引起感受者,要么是作为从感受中产生者。雪的冷与火的热被称为感受性性质,并非作为从感受中产生者,而是作为引起感受者(因为并未就底层物发生某种转变以使火与雪接受这些性质,倒不如说它们在其他事物中植入感受,即热与冷);而在被加热的铁中的热度,则被称为感受性性质,乃作为从感受中产生者。而当我们说感受时,乃是当某人先前脸色苍白而因羞怯而脸红时;我们将说这种潮红是一种感受。第四种是形状与形态。并且应当知晓,形状是对无灵魂者而言的,而形态则是对有灵魂者而言的。
- 5.0αὐτὸ δὲ ὅπερ ἐζητοῦμεν ὡς σαφὲς παρέλαβε καὶ ὁμολογούμενον
关系代词从句 ὅπερ ἐζητοῦμεν 连同其先行词 αὐτό 一同充当主动词 παρέλαβε 的直接宾语,而 ὡς σαφὲς καὶ ὁμολογούμενον 则作为谓词性修饰语(“作为清晰且公认之物”)。该句法结构表达了对循环定义的质疑,即本应探求的被定义项(性质)却在定义项(具质者)中被预先假定为已知。
- 5.0ἐκ τοῦ ποιοῦ οὖν τοῦ δεδεγμένου τὰς προειρημένας ποιότητας, λευκότητα λέγω καὶ γλυκύτητα, ὡς σαφεστέρου ὄντος τὴν διδασκαλίαν ποιεῖται
句子的核心骨干为 ἐκ τοῦ ποιοῦ ... τὴν διδασκαλίαν ποιεῖται(“从具质者出发进行讲授”)。介词 ἐκ 所支配的属格短语 τοῦ ποιοῦ 带有定语分词 τοῦ δεδεγμένου 及其宾语(λευκότητα λέγω καὶ γλυκύτητα),随后接带有 ὡς 的属格分词结构 ὡς σαφεστέρου ὄντος(“因其更为清晰”),在性、数、格上与 τοῦ ποιοῦ 一致以表达理由。
- 5.0παρακούσματα
名词 παρακούσματα 源自动词 παρακούω(误听、道听途说)。在此处它具体说明了素质(διάθεσις)的概念,指零碎不全的耳闻或浮浅的领会,与作为稳固持久之知识的“状态”(ἕξις)相对立。
