- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:78.17-80.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《范畴篇》8a35–8b21,阿摩尼乌阐明“认识相关者之一必认识另一者”的推论,并据此证明实体的部分(如手、头)非相关者,随后论述了疑难(aporia)在探求真理中的哲学价值。
" Ἐκ δὲ τούτων δῆλόν ἐστιν ὅτι." Ἐκθέμενος τὸν ἴδιον ὅρον πόρισμά τι συνάγει ἀκόλουθον τοῖς προειρημένοις· πόρισμα δέ ἐστι τὸ ἀποδείξει ἑτέρου συναναφαινόμενον καὶ αὐτὸ μέντοι χρήσιμον· οἷον ὡς ἂν εἰ εἰπών τις καὶ προθέμενος δεῖξαι ὅτι ἀθάνατός ἐστιν ἡ ψυχή, λογίσηται1 ὅτι εἰ μὴ ἦν αὐτὴ κατὰ τὸ ἀληθὲς ἀθάνατος, ἀλλὰ μετὰ τὴν ἀναχώρησιν τοῦ σώματος διεσκεδάννυτο, οὐδὲν διέφερον οἱ σπουδαῖοι ἄνθρωποι τῶν κακῶν, ἐπειδὴ δὲ κατὰ τὸ ἀληθὲς ἅπαντες ἴσμεν ὅτι ἔστι πρόνοια ἀπονέμουσα ἑκάστῃ ψυχῇ ἀμοιβὴν τῶν πράξεων καὶ διὰ τοῦτό τινες τῶν εὐζωίᾳ ζώντων ἐπείγονται τὰς ἀρετὰς κτᾶσθαι ὡς διὰ τοῦτο τὴν ψυχὴν οἰκειοτέραν ποιεῖν τῇ προνοίᾳ (οὐδεὶς γὰρ ἠλίθιός ἐστιν οὕτω τῇ διανοίᾳ ὡς τοῦτο ὅλον ἀγνοῆσαι), ἐὰν οὖν τὰ ἑπόμενα τῇ ψυχῇ λάβῃ καὶ δείξῃ ὅτι κρίνεται, πάντως τῇ τούτου ἀποδείξει συναναφαίνεται ὅτι ἔστι καὶ πρόνοια. φησὶ τοίνυν ὅτι ἐάν τις τῶν πρός τι τὸ ἕτερον εἰδῇ ὡρισμένως, καὶ τὸ ἕτερον ὡρισμένως εἴσεται, κἂν ἀορίστως, ὁμοίως καὶ τὸ ἕτερον ἀορίστως εἴσεται, κἂν ἁπλῶς, ἁπλῶς, καὶ καθόλου ὡς ἄν τὸ ἕτερον εἰδῇ, καὶ τὸ ἕτερον εἴσεται· εἰ γὰρ μὴ οἶδεν ὅλως πρὸς ὃ τοῦτό πως ἔχει, οὐδ’ εἰ πρός τί πως ἔχει εἴσεται· εἰ γάρ τις ἐπίσταται τὸν Σωφρονίσκον ὄντα πατέρα, πάντως καὶ τὸν Σωκράτην εἴσεται· εἰ δὲ τοῦτο μὴ εἰδείη, οὐδ’ εἰ πατήρ ἐστι Σωφρονίσκος εἴσεται.
“从这些事情中显然可见。” 在阐明了固有的定义之后,他推导出一个跟随前述诸事的推论。而推论乃是随着另一者的证明一同显现、且其自身亦是有用的东西;正如若有人主张并提议证明灵魂是不朽的,他考虑到如果灵魂在真实中并非不朽,而是在脱离身体之后散逸,那么善人就与恶人毫无二致,但既然在真实中我们众人都知道存在着给每个灵魂按其行为分配报应的摄理,并且正因如此,那些过着良好生活的人中的某些人急于获取德性,以便以此使灵魂与摄理更为相称(因为没有任何人意智如此愚蠢,以至于对这整体全然不知),那么,如果他采取灵魂的相伴属性并证明它受审判,那么必然随着这一论证一同显现出摄理亦存在。因此他说,如果有人确定地认识相关者之一,他也将确定地认识另一者;若不确定地[认识],同样他也将不确定地认识另一者;若单纯地[认识],则单纯地[认识];概括而言,无论以何种方式认识这一者,也将认识另一者。因为如果他全然不知道这者以某种方式所相对之物,他甚至不会知道它是否以某种方式相对于某物而存在。因为如果有人深知索佛洛尼斯科斯是一位父亲,他也必然认识苏格拉底;但如果他不知道这一点,他甚至不会知道索佛洛尼斯科斯是否是一位父亲。
"Ὡσαύτως δὲ καὶ τόδε τι εἰ οἶδεν." Εἰ γὰρ οἶδέ τις μέγεθός τι ὡς διπλάσιον, εἴσεται, φησί, καὶ τίνος διπλάσιον· εἰ γὰρ μή, οὐδὲ τὸ διπλάσιον ἐπίσταται. καὶ εἰ οἶδεν ὅτι κάλλιόν ἐστιν, ὀφείλει εἰδέναι καὶ τίνος κάλλιον· εἰ γὰρ μή, ἀλλὰ μόνον ὅτι χείρονος κάλλιον, ἀπατηθήσεται οὕτω τὴν ἁπάντων χείρονα ὕλην πολλάκις λέγων κάλλιον.
“同样,如果[有人]认识这一特定事物。” 因为他说,如果有人知道某个大小作为两倍,他也将知道是对什么的两倍;因为若非如此,他甚至没有理解两倍本身。并且如果他知道它是更美的,他也应当知道比什么更美;因为若非如此,而仅仅[知道]比劣者更美,他将以此方式受骗,屡屡将万物中最劣的质料称为更美。
"Ὑπόληψις γὰρ τὸ τοιοῦτο γίνεται, οὐκ ἐπιστήμη." Ἡ μὲν γὰρ ὑπόληψις ἀμυδρὰ καὶ ἀβέβαιός ἐστι γνῶσις, ἡ δὲ ἐπιστήμη γνῶσίς ἐστιν ἄπταιστος.
“因为这样的东西成为信念,而非确知。” 因为信念是模糊且不稳定的认知,而确知则是不致犯错的认知。
"Οὐδέν ἐστι χεῖρον αὐτοῦ." Οὐδὲν γὰρ ἀπεικὸς ὃ λέγομεν κάλλιον κατὰ τύχην εἶναι πάντων χεῖρον ὡς ἐπὶ τῆς ὕλης.
“没有什么比它更劣。” 因为我们所说的更美者偶然是万物中最劣者,这绝非不可能,正如在质料的情形中那样。
"Τὴν δέ γε κεφαλὴν καὶ τὴν χεῖρα." Ἐκ τούτων ἀποδείκνυσι λοιπὸν πῶς ἥ τε κεφαλὴ καὶ ὁ ποὺς καὶ ἡ χεὶρ οὐκ ἔστι τῶν πρός τι· ὑποκείσθω γὰρ ὁ Σωκράτης τὸ μὲν ἄλλο σῶμα ἐγκεκαλυμμένος, μόνην δὲ τὴν χεῖρα γυμνὴν ἔχων,2 ἐνταῦθα ὡρισμένως μὲν οἶδα ὅτι ἐστὶ χείρ, τίνος δέ ἐστιν οὐκ οἶδα. τῶν δὲ πρός τι ὁ τὸ ἕτερον ὡρισμένως εἰδὼς καὶ τὸ ἕτερον ὡρισμένως εἴσεται· τὴν δὲ χεῖρα ὡρισμένως εἰδὼς τίνος ἐστὶν ὡρισμένως οὐκ οἶδα· δῆλον οὖν ὅτι ἡ χεὶρ οὐκ ἔστι τῶν πρός τι. ὁμοίως δὲ ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων μερῶν.
“然而头与手。” 根据这些,他接下来证明头、脚与手如何不属于相关者。因为设想苏格拉底遮掩着身体的其他部分,唯独露出手;在此我确定地知道这是手,但我不知道它是谁的手。但在相关者中,确定地认识这一者的人,也将确定地认识另一者;然而虽然确定地认识手,我却并非确定地知道它是谁的;因此显然手不属于相关者。同样,相同的道理亦适用于其他部分。
"Ἴσως δὲ χαλεπὸν ὑπὲρ τῶν." Πάνυ ἐμφιλοσόφως φησί· βούλεται γὰρ ἡμᾶς μὴ εἰκῇ μηδὲ ὡς ἔτυχεν ἀποφαίνεσθαι καὶ μάλιστα περὶ θεωρημάτων πολλῆς ζητήσεως δεομένων, μετὰ πολλῆς δὲ βασάνου καὶ κρίσεως. ἐπειδὴ δὲ ὁδὸς εἰς εὐπορίαν μαθήσεως τὸ ἀπορεῖν, οὐκ ἄχρηστόν φησι τὸ διηπορηκέναι περὶ ἑκάστου αὐτῶν· τὸ γὰρ μὴ ἀπορεῖν δύο ταῦτα σημαίνει, τὸ πάντων ἔχειν τὰς γνώσεις ὡς ἡ πρόνοια (οὐδὲν γὰρ ἐν αὐτῇ ἄπορόν ἐστι) καὶ τὸ πανταχόθεν ἐστερῆσθαι γνώσεως· ὃ γὰρ μὴ οἶδέ τις, οὐδὲ ἀπορεῖ. ἡμεῖς δὲ μέσοι ὄντες τῶν τε ὑπὲρ ἡμᾶς καὶ τῶν μεθ’ ἡμᾶς μέσως πως γινώσκομεν ὁδῷ χρώμενοι τῇ ἀπορίᾳ· καθάπερ γὰρ τὰ πυρία πρὸς ἑαυτὰ παρατριβόμενα πῦρ ἀφιᾶσιν,3 οὕτω καὶ αἱ ψυχαὶ ἀποροῦσαι διὰ τῆς ζητήσεως ἀφιᾶσι τὸ τῆς ἀληθείας φῶς. ἐπειδὴ οὖν ὁ Ἀριστοτέλης ἐλάβετο ἀνωτέρω τοῦ ὁρισμοῦ τοῦ λέγοντος πρός τι εἶναι τὰ ἑτέρων λεγόμενα, ὡς κινδυνευουσῶν τινων οὐσιῶν γίνεσθαι τῶν πρός τι, νῦν φησιν ὅτι ἴσως οὐ δεῖ ἡμᾶς διισχυρίζεσθαι ὅτι οὐκ ἔστι πρός τι τὰ ἑτέρων λεγόμενα· πολλάκις γὰρ ἀπολογεῖταί τις πρὸς τὴν εἰρημένην ἐξ ἡμῶν ἀπορίαν.
“但在[此类事情]上或许困难。” 他说得极具哲学风范;因为他希望我们不要草率亦不要随意地下断言,尤其是在涉及需要大量探讨的理论课题上,而要在大量的考验与判断之后[再断言]。既然陷入疑难是通向学习的豁通之道路,他说彻底探讨关于它们每一者的疑难并非无益。因为不陷于疑难意味着这两件事之一:要么像摄理那样拥有对万物的认识(因为在它之中没有任何陷于疑难之事),要么从各方面全然被剥夺认识;因为一个人所不知道的东西,他甚至不会感到疑难。但我们作为处于在我们之上者与在我们之后者之间的中间存在者,以疑难为道路而以某种中间方式认知;因为正如彼此摩擦的取火木引出火来,灵魂在通过探究陷入疑难时亦引出真理之光。既然亚里士多德在上面驳斥了声称凡被称为属于他者之物皆是相关者的定义,理由是某些实体冒着变成相关者的危险,那么现在他说,或许我们不应断言被称为属于他者之物绝非相关者;因为对于由我们所陈述的疑难,常常有人提出辩解。
- 4.32οἷον ὡς ἂν εἰ εἰπών τις καὶ προθέμενος δεῖξαι ὅτι ἀθάνατός ἐστιν ἡ ψυχή, λογίσηται
οἷον ὡς ἂν εἰ... λογίσηται 引入了一个用于说明推论(πόρισμα)定义的复合假设性例证结构。分词短语 εἰπών τις καὶ προθέμενος δεῖξαι 作主语修饰语连结到主要动词 λογίσηται(不定过去时虚拟式),其下引导层叠的条件节与原因节,最终在后文的 ἐὰν οὖν... λάβῃ καὶ δείξῃ... πάντως... συναναφαίνεται 处形成句法上的破格(anacoluthon)并完成论证。
- 4.36ὑποκείσθω γὰρ ὁ Σωκράτης τὸ μὲν ἄλλο σῶμα ἐγκεκαλυμμένος, μόνην δὲ τὴν χεῖρα γυμνὴν ἔχων
ἐγκεκαλυμμένος 是中动相完成时分词,支配宾格 τὸ μὲν ἄλλο σῶμα(可作直接宾语或表示部位/关涉的宾格),与 μόνην δὲ τὴν χεῖρα γυμνὴν ἔχων 呈并列关系,用以刻画主语苏格拉底所处的状态。
- 4.37καθάπερ γὰρ τὰ πυρία πρὸς ἑαυτὰ παρατριβόμενα πῦρ ἀφιᾶσιν
πυρία 指用于摩擦生火的取火木具(中性复数)。反身代词 πρὸς ἑαυτά 在此用作相互代词(ἀλλήλων)的替代,表示“彼此相互摩擦”。
