- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:77.3-78.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼乌阐注《范畴篇》8a13–31,梳理了在古人的相关者定义下次级实体的部分(如头和手)会沦为相关者的疑难,并解释了亚里士多德修正后的新定义,即唯有其存在本身就在于对另一者之关系的事物才是严格意义上的相关者。
" Ἔχει δὲ ἀπορίαν πότερον οὐδεμία." Συμπεπλήρωκε τὸν τῶν παλαιῶν ὁρισμὸν καὶ τὰ τούτου παρακολουθήματα· μέλλων τοίνυν τὸν ἑαυτοῦ ὁρισμὸν παρεισφέρειν βούλεται πρότερόν τινα ἄτοπα ἑπόμενα τούτῳ τῷ ὁρισμῷ δεῖξαι· ἔστι δ’ ἄτοπον τὸ τὰ μέρη τῶν δευτέρων οὐσιῶν πρός τι εὑρίσκεσθαι, τοῦτ’ ἔστι τὰς οὐσίας συμβεβηκότα.1 διαίρεσις δὲ παραδίδοται τοιαύτη· ἡ οὐσία ἢ καθόλου ἐστὶν ἢ μερικὴ καὶ ἢ ὅλον ἢ μέρος. τέσσαρες οὖν γίνονται δηλονότι συζυγίαι, μία μὲν καθόλου μέρος οἷον κεφαλὴ χείρ, ἑτέρα δὲ ὅλον μερικὸν οἷον Σωκράτης καὶ τὰ τοιαῦτα, ἄλλη δὲ καθόλου ὅλον οἷον ἄνθρωπος, καὶ μερικὸν μέρος ὡς ἡ τὶς χεὶρ καὶ ἡ τὶς κεφαλή. τούτων αἱ μὲν τρεῖς οὐκ εἰσὶ τῶν πρός τι, ἡ δὲ μία τὸ καθόλου μέρος, ὅ ἐστι κεφαλὴ χείρ, δόξει τῶν πρός τι εἶναι· τινὸς γὰρ κεφαλὴ καὶ τινὸς χεὶρ λέγεται. τοῦτο οὖν φησιν ἀδύνατον ἢ δυσχερὲς λῦσαι κατὰ τὸν προαποδεδομένον τῶν πρός τι ὁρισμόν.
“但这包含一个疑难,究竟是否没有任何[实体被说为相关者]。” 他已经完成了古人的定义及其相伴属性;那么,既然他将要引入他自己的定义,他希望首先指出跟随此定义而来的若干荒谬之处。而荒谬之处就在于第二实体的部分被发现是相关者,也就是说,实体[被发现成为]偶性。区分是如此给出的:实体要么是普遍的要么是个别的,且要么是整体要么是部分。因此显然产生四种组合:其一是普遍部分,例如头、手;其二是个别整体,例如苏格拉底及诸如此类之物;另一则是普遍整体,例如人;以及个别部分,如某只手和某个头。在这些之中,三种不属于相关者,但其中之一即普遍部分(即头、手)将看似属于相关者;因为被称为某人的头和某人的手。因此他说,按照先前给出的相关者定义,解决这一问题是不可能的或困难的。
"Ὁ γάρ τις ἄνθρωπος οὐ λέγεταί τινός τις ἄνθρωπος." Ὅταν γὰρ λέγηται ἄνθρωπος ἢ βοῦς τινος εἶναι, οὐ καθὸ ἄνθρωπος οὐδὲ καθὸ βοῦς, ἀλλ’ ὡς κτῆμα.
“因为某个人并不被称为某人的某个人。” 因为无论何时人或牛被说是某人的,并不是就其为人而言亦非就其为牛而言,而是作为所有物[被说的]。
"Εἰ μὲν οὖν ἱκανῶς ὁ τῶν πρός τι." Φησὶν ὅτι κατὰ τὸν προαποδοθέντα τῶν πρός τι ὁρισμὸν ἀδύνατον λῦσαι τὸ ἄπορον ἢ τῶν πάνυ χαλεπῶν. τοῦτο δὲ εἶπε τὸ τῶν πάνυ χαλεπῶν2 διὰ τὸ δύνασθαί τινα ἀπολογίαν ἔχειν· ἔφη γὰρ ὁ ὁρισμὸς ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται· ἡ οὖν κεφαλὴ οὐ καθὸ κεφαλὴ τῶν πρός τί ἐστιν, ἀλλὰ καθὸ μέρος· τὸ γὰρ μέρος τοῦ ὅλου λέγεται μέρος.
“因此,如果相关者的[定义已经被]充分地[给出]。” 他说,按照先前给出的相关者定义,解决这一疑难是不可能的,或是极困难的事情之一。而他说这句“极困难的事情之一”,是因为能够拥有某种辩护;因为定义曾说“凡是它们本身之所是就被说是属于他者的一切事物”。因此头并非就其为头而言是相关者,而是就其为部分而言;因为部分被称为整体的“部分”。
"Ἀλλ’ ἔστι τὰ πρός τι." Ὃ βούλεται εἰπεῖν ὁ φιλόσοφος, τοῦτό ἐστιν ὅτι πρός τί ἐστιν ὧν τὸ εἶναι καὶ ἡ οὐσία οὐδὲν ἄλλο ἐστὶν ἢ ἡ πρὸς ἄλλο σχέσις· οὐδὲ γὰρ τὸ λέγεσθαι αὐτὰ καὶ μόνον πρὸς ἄλλο σημαίνει ὅτι τῶν πρός τί ἐστι ταῦτα, ἀλλὰ καὶ τὸ σχέσιν ἔχειν αὐτὰ πρὸς ὃ λέγεται· τὸ μὲν γὰρ ὂν πρός τι οὐ μόνον λέγεται πρὸς ἄλλο, ἀλλὰ καὶ σχέσιν ἔχει πρὸς αὐτό, τὰ δὲ μὴ ὄντα πρός τι δύναται μὲν λέγεσθαι πρὸς ἄλλο, οὐ μέντοι καὶ σχέσιν ἔχει πρὸς αὐτό. ὄντος δὲ τοῦ πρός τι τοιούτου οὐκέτι τὰ μέρη τῶν δευτέρων οὐσιῶν πρός τι γίνεται· ἡ γὰρ κεφαλὴ λέγεται μὲν πρὸς ἄλλο καὶ ἄλλο, ὥσπερ οὖν καὶ πᾶν μέρος (πᾶν γὰρ μέρος ἄλλου ἐστὶ μέρος), οὐ μὴν χαρακτηρίζεται τὸ εἶναι αὐτὴν κεφαλὴν ἐκ τῆς σχέσεως3 ἧς ἔχει πρὸς ἐκεῖνο οὗ ἐστι κεφαλή. ἔστιν οὖν κεφαλῆς ὡς κεφαλῆς ἀποδοῦναι λόγον αὐτῆς καθ’ αὑτήν· οὐσία γάρ ἐστι καὶ ὑποκείμενόν τι ἡ κεφαλή. οὐδὲν δὲ τῶν πρός τι καθ’ αὑτό ἐστι πρός τι· τὸ γοῦν ὅμοιον καὶ τὸ ἴσον ὁμολογουμένως ἐστὶ πρός τι, οὐ σημαίνει δὲ πρᾶγμά τι οἰκείαν ἐπιβολὴν ἔχον, ἀλλ’ ἔστι τούτων ἑκάστῳ τὸ εἶναι ἐν σχέσει. [τὸν ἴδιον τῶν πρός τι ὁρισμὸν ἐκτίθεται· ὁ γὰρ πρῶτος ὁρισμὸς παρακολούθημα μόνον ἐστίν· εἴ τι γάρ ἐστι πρός τι, τοῦτο καὶ λέγεται, οὐ μέντοι εἴ τι λέγεται, τοῦτο καὶ ἔστι πρός τι διὰ τὰ προειρημένα].
“然而相关者乃是。” 哲学家[亚里士多德]意欲说明的乃是这一点:相关者是其存在与本质不外乎是对另一者的关系的事物。因为仅仅它们本身相对于另一者被说,并不意味着这些事物属于相关者,而且还要它们对于所相对于而被说的对象具有关系。因为作为相关者之物不仅相对于另一者被说,而且对它亦具有关系;而非相关者之物固然能够相对于另一者被说,然而对它却并不亦具有关系。当相关者是如此这般时,第二实体的部分便不再成为相关者。因为头固然相对于一个又一个他者被说,正如每个部分亦然(因为每个部分都是另一者的部分),然而它是头这一存在,却绝非由它对于它是其头的那个对象所具有的关系来表征的。因此,能够就头自身给出作为头的定义;因为头是实体并且是某种底层主体。但相关者中没有任何东西就自身而言是相关者;无论如何,“相似”与“相等”公认是相关者,但它们并不表示具有自身特定对象的某种事物,而是对它们每一个而言,其存在在于关系之中。[他阐明了相关者的固有定义;因为第一个定义仅仅是一个相伴属性;因为若某物是相关者,它亦如此被说,然而若某物如此被说,由于前述诸原因它却未必是相关者。]
- 4.28ἔστι δ’ ἄτοπον τὸ τὰ μέρη τῶν δευτέρων οὐσιῶν πρός τι εὑρίσκεσθαι, τοῦτ’ ἔστι τὰς οὐσίας συμβεβηκότα
带有定冠词的不定式短语 τὸ ... εὑρίσκεσθαι 作为 ἔστι ἄτοπον 的主语。接续的 τοῦτ’ ἔστι τὰς οὐσίας συμβεβηκότα 是对此宾格加不定式结构的同义换述,其中 τὰς οὐσίας 为主语宾格,συμβεβηκότα 为表语:“即实体[被发现成为]偶性”。
- 4.30τοῦτο δὲ εἶπε τὸ τῶν πάνυ χαλεπῶν
名词化短语 τὸ τῶν πάνυ χαλεπῶν 作为 εἶπε 的宾语 τοῦτο 的同位语(或直接引用亚里士多德的原话),使用了部分属格结构,意为“极困难的事情之一”。
- 4.31οὐ μὴν χαρακτηρίζεται τὸ εἶναι αὐτὴν κεφαλὴν ἐκ τῆς σχέσεως
带有宾格主语的冠词不定式短语 τὸ εἶναι αὐτὴν κεφαλήν(“它是头这一存在/本质”)作为被动语态动词 χαρακτηρίζεται 的主语。
