- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:75.5-77.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
安摩尼乌解释了亚里士多德提出的疑难,即以化圆为方和动物的毁灭为例,可知者与感知对象看似在本性上先于知识与感知;并由安摩尼乌自身通过区分“将事物就其自身来考察”与“在关系中考察”化解了这一疑难。
" Ἔτι τὸ μὲν ἐπιστητὸν ἀναιρεθέν." Ἐκθέμενος τὸ τῷ χρόνῳ πρότερον ἐπὶ τοῦ ἐπιστητοῦ καὶ εἰρηκὼς ὡς γὰρ ἐπὶ τὸ πολὺ προϋπαρχόντων τῶν πραγμάτων τὰς ἐπιστήμας λαμβάνομεν, νῦν πάλιν ἐπὶ τοῦ ἐπιστητοῦ τὸ φύσει ἐκτίθεται πρότερον διὰ τοῦ συναναιρεῖν μὲν μὴ συναναιρεῖσθαι δέ.
“再者,可知者若被取消。” 在就可知者阐明了在时间上在先,并说过“因为绝大多数由于事物预先存在,我们才获得知识”之后,现在他再次就可知者,通过共毁对方却不被共毁,来阐明在本性上在先。
"Οἷον καὶ ὁ τοῦ κύκλου τετραγωνισμός." Οἱ γεωμέτραι τῷ δοθέντι εὐθυγράμμῳ ἴσον τετράγωνον συστησάμενοι ἐζήτουν, εἰ δυνατὸν καὶ τῷ δοθέντι κύκλῳ ἴσον τετράγωνον εὑρεῖν. καὶ πολλοὶ καὶ μέγιστοι ζητήσαντες οὐχ εὗρον. μόνος δὲ ὁ θεῖος Ἀρχιμήδης τὸ σύνεγγυς παντὶ εὗρε, τὸ μέντοι ἀκριβὲς μέχρι τοῦ νῦν οὐχ εὕρηται. καὶ τοῦτο ἴσως ἀδύνατον· διὰ τοῦτο γὰρ καὶ αὐτὸς εἶπεν εἴ γε ἔστιν ἐπιστητόν. [καὶ τάχα διὰ τοῦτο εὐθείᾳ τῇ περιφερείᾳ οὐκ ἀνόμοιον ἐγέννησεν, εἰ ἔστιν ἢ οὐκ ἔστιν ἐπιστητόν]. φησὶ τοίνυν ὅτι 〈εἴπερ〉 ἔστιν ἐπιστητὸν ὁ τοῦ κύκλου τετραγωνισμὸς τῆς ἐπιστήμης αὐτοῦ μήπω οὔσης,1 [ὅθεν] καὶ ἐκ τούτου πρότερον τὸ ἐπιστητὸν τῆς ἐπιστήμης.
“正如化圆为方也是如此。” 几何学家们在构造出与给定的直线图形相等的正方形后,曾探究是否亦可能找到与给定的圆相等的正方形。许多极伟大的人物虽曾探究,却未能找到;唯有神圣的阿基米德找到了极近的近似值,然而精确值至今仍未被发现。而这或许是不可能的;因为正因如此他自己才说“如果它至少是可知的”。[或许正因如此,关于它是否是可知的,他制作出了一条不异于圆周的直线。]因此他说,〈如果确实〉化圆为方在对其知识尚不存在时是可知的,[所以]由此可知者亦在先于知识。
"Ἔτι ζῴου μὲν ἀναιρεθέντος." Πρότερον ἐπὶ ἑνὸς παραδείγματος τῶν πρός τι σκάζειν δείξας τὸ παρακολούθημα, νῦν καθολικῶς ἐπὶ πάντων δείκνυσι· ζῴου γὰρ ἀναιρεθέντος ἀναιροῦνται καὶ αἱ ἐπιστῆμαι (ἐν τῇ ψυχῇ γάρ εἰσιν ἐν ὑποκειμένῳ αἱ ἐπιστῆμαι), τὰ μέντοι ἐπιστητὰ οὐκέτι· καθ’ αὑτὰ γάρ εἰσιν, ἀλλ’ οὐχ ὡς ἐπιστητά, ἀλλ’ ὡς πράγματα.
“再者,动物若被取消。” 此前他已在相关者的单个范例上表明相伴属性会出现破绽,现在他在一切事物上普遍地表明这一点;因为动物若被取消,各种知识亦被取消(因为知识是在作为主体的灵魂之中),然而可知之物却不再[被取消];因为它们就自身而言存在,但并非作为可知者,而是作为事物[存在]。
"Ὁμοίως δὲ τούτοις καὶ τά." Γυμνάσας τὸν λόγον ἐπὶ τῆς ἐπιστήμης νῦν ἐπὶ τὴν αἴσθησιν μεταβέβηκε καὶ δείκνυσιν ὅτι πρότερον τὸ αἰσθητὸν τῆς αἰσθήσεως οἷον σῶμα θερμὸν γλυκὺ πικρόν· κἂν γὰρ μὴ ᾖ ζῷον, σῶμα δύναται εἶναι οἷον πικρὸν ἢ γλυκὺ ἢ μέλαν ἢ λευκόν, ἅπερ ἐστὶν αἰσθητά.
“与这些相似,感知对象亦是如此。” 在对知识进行了论辩操练之后,现在他转向感知,并表明感知对象在先于感知,例如热的、甜的、苦的物体;因为即使不存在动物,亦能够存在如苦、甜、黑或白等物体,而这些正是感知对象。
"Ἔτι ἡ μὲν αἴσθησις ἅμα τῷ αἰσθητικῷ." Αἴσθησιν γὰρ οὐκ ἄν τις ἐπινοήσειεν ἄνευ σώματος, τὸ δὲ σῶμα αἰσθητὸν τῷ ἅμα τῇ αἰσθήσει γίνεσθαι,2 οὐ μέντοι τὸ ἀνάπαλιν· δυνατὸν γὰρ καὶ μὴ οὔσης αἰσθήσεως εἶναι τὸ αἰσθητὸν οἷον πῦρ γῆν ὕδωρ καὶ τὰ τοιαῦτα.
“再者,感知与具感知能力者同时。” 因为人们若脱离物体就无法构想感知,而身体作为感知对象乃在于与感知同时产生,但反之则不然;因为即使不存在感知,感知对象——例如火、土、水及诸如此类之物——依然能够存在。
"Ὥστε πρότερον ἂν τῆς αἰσθήσεως." Ἰστέον ὅτι οὐκ ἐπήγαγε τῶν προειρημένων ἀποριῶν τὴν λύσιν. πρὸς τοῦτο οὖν ῥητέον ὅτι τὰ πρός τι διχῶς νοεῖται, ἢ ὡς πράγματα αὐτὰ καθ’ αὑτὰ ἀπολελυμένα ἢ ὡς σχέσει δεσμούμενα, οἷον ὁ πατὴρ καὶ ὁ υἱός· ἐὰν γὰρ νοήσωμεν πατέρα μὲν ὡς Σωφρονίσκον τὸν δὲ υἱὸν ὡς Σωκράτην, πρότερον δεῖ εἶναι Σωφρονίσκον τοῦ Σωκράτους· πρότερος γὰρ ὁ πατὴρ ὡς αἴτιον αἰτιατοῦ. τοῦτο δὲ ἔσται, ἐὰν ὡς πράγματα νοήσωμεν αὐτῶν ἑκάτερον (πρότερος γὰρ ἔσται ὁ Σωφρονίσκος τοῦ Σωκράτους), ἐὰν δὲ ὡς πατέρα καὶ υἱόν, ἅμα ἔσται τῇ σχέσει δεσμούμενα. οὕτως οὖν καὶ ἡ ἐπιστήμη καὶ τὸ ἐπιστητόν· ἐὰν μὲν τὸ ἐπιστητὸν ὡς πρᾶγμα νοήσωμεν οἷον τὰ ἄστρα, πρότερον ἔσται τὸ ἐπιστητὸν ὡς πρᾶγμα νοούμενον (πρότερα γὰρ τὰ ἄστρα τῆς περὶ αὐτὰ ἐπιστήμης), ἐὰν δὲ ὡς πρός τι νοήσωμεν, τὸ ἐπιστητὸν ἔσται ἅμα τῇ ἐπιστήμῃ· οὐδὲν γὰρ ἄν εἴη ἐπιστητὸν ἐπιστήμης μὴ οὔσης περὶ αὐτό·3 ἅμα γὰρ ἐπιστητὸν εἶναί φησι καὶ τὴν περὶ αὐτὸ ἐπιστήμην. εἰ δέ τις εἴποι τὸ ἐπιστητὸν δυνάμει εἶναι καὶ πρὸ τῆς περὶ αὐτὸ ἐπιστήμης, φημὶ ὅτι καὶ ἡ περὶ αὐτοῦ ἐπιστήμη τηνικαῦτα ἔσται δυνάμει. καὶ καθόλου ἐν τοῖς πρός τι ὡς ἄν ἔχοι τὸ ἕτερον, οὕτω καὶ τὸ ἕτερον ἕξει. εἰ μὲν 〈γὰρ τὸ ἕτερον〉 ἐνεργείᾳ εἴη, ἐνεργείᾳ καὶ τὸ λοιπὸν ἔσται, ἐὰν δὲ τὸ ἕτερον δυνάμει, καὶ τὸ ἄλλο ἔσται δυνάμει· οἷον ὅταν τὸ ἐπιστητὸν ἐνεργείᾳ ᾖ, ἐξ ἀνάγκης καὶ ἡ περὶ αὐτὸ ἐπιστήμη ἐνεργείᾳ ἔσται, ὅταν δὲ τὸ ἐπιστητὸν δυνάμει ᾖ, καὶ ἡ ἐπιστήμη δυνάμει ἔσται. ὅταν δὲ προεπινοῶμεν τὸ ἐπιστητὸν τῆς ἐπιστήμης ἢ τὸ αἰσθητὸν τῆς αἰσθήσεως, οὐχ ὡς ἐπιστητὸν ἢ ὡς αἰσθητὸν ἀλλ’ ὡς πρᾶγμα αὐτὸ καθ’ αὑτὸ θεωροῦμεν.
“从而它看似在先于感知。” 应当知晓的是,他[亚里士多德]并未给出前述诸疑难的解答。因此对此必须说明:相关者有两种理解方式,或者作为绝对就自身而言的事物,或者作为被关系所绑定的事物;例如父亲与儿子。因为若我们将父亲理解为索弗罗尼斯科,将儿子理解为苏格拉底,则索弗罗尼斯科必定先于苏格拉底;因为父亲作为原因先于结果。而唯有当我们把他们各自理解为事物时,情况才会是如此(因为索弗罗尼斯科将先于苏格拉底);但若[理解]为父亲与儿子,由于被关系所绑定,它们将是同时的。因此对于知识与可知者亦同样如此:若我们将可知者理解为事物(例如天体),则作为事物被理解的可知者将在先(因为天体先于关于它们的知识);但若我们将它理解为相关者,可知者将与知识同时。因为若不存在关于它的知识,便没有任何东西会是可知者;因为他说作为可知者与关于它的知识是同时的。如果有人说可知者在关于它的知识之前亦在潜能中存在,我说关于它的知识在彼时亦将在潜能中存在。总体而言,在相关者中,无论其中一方处于何种状态,另一方亦将处于该种状态。因为如果〈其中一方〉处于现实,余下的一方亦将处于现实;如果一方处于潜能,另一方亦将处于潜能。例如当可知者处于现实时,关于它的知识必然亦处于现实;而当可知者处于潜能时,知识亦将处于潜能。但是当我们预先构想可知者先于知识,或感知对象先于感知时,我们所考察的并不是作为可知者或感知对象,而是作为事物本身。
- 4.23φησὶ τοίνυν ὅτι 〈εἴπερ〉 ἔστιν ἐπιστητὸν ὁ τοῦ κύκλου τετραγωνισμὸς τῆς ἐπιστήμης αὐτοῦ μήπω οὔσης
在由 ὅτι 引导的名词性从句内部,校勘补充的条件从属连词 εἴπερ(“如果确实化圆为方是可知的”)嵌套了具有让步/时间意味的独立属格结构 τῆς ἐπιστήμης αὐτοῦ μήπω οὔσης(“尽管对其知识尚不存在”),并由此引向主句结论 καὶ ἐκ τούτου πρότερον τὸ ἐπιστητὸν τῆς ἐπιστήμης。
- 4.26τὸ δὲ σῶμα αἰσθητὸν τῷ ἅμα τῇ αἰσθήσει γίνεσθαι
带冠词的不定式与格(τῷ ... γίνεσθαι)表示方式或原因。在此语境下,它表明具有感知能力的身体正是通过与感知同时产生(作为感觉主体进入同时的相关关系),才构成了感知对象(αἰσθητόν)。
- 4.27οὐδὲν γὰρ ἄν εἴη ἐπιστητὸν ἐπιστήμης μὴ οὔσης περὶ αὐτό
在以 ἄν + 希求法 εἴη 表达潜在可能的主句中,带有否定词 μή 的独立属格结构(ἐπιστήμης μὴ οὔσης περὶ αὐτό)充当了条件从句(protasis)的功能(“如果不存在关于它的知识,便没有任何东西会是可知者”)。
