- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:73.1-75.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《范畴篇》7a22–7b24,论述恰当应答与换位的必然联系、通过剥除偶性对相关关系的检验,以及相关者本性上同时这一特征与可知者先于知识之疑难及其例外。
" Πάντα οὖν τὰ πρός τι." Πάντα γὰρ οἰκείως ἀποδοθέντα ἀντιστρέφει. ἐὰν δὲ μὴ οἰκείως ἀποδοθῇ, οὐδὲ τὰ ὁμολογουμένως ἀντιστρέφοντα ἔτι δύναται ἀντιστρέφειν· οἷον οἰκείως ἀποδίδομεν καὶ λέγομεν ‘ὁ δοῦλος δεσπότου δοῦλος’, καὶ ἀντιστρέφει ‘ὁ δεσπότης δούλου δεσπότης’. ἐὰν μέντοι ὁ δοῦλος μὴ οἰκείως ἀποδοθῇ, ἤγουν δεσπότου, ἀλλὰ ἀνθρώπου, οὐκέτι ἀντιστρέφει· οὐδὲ γὰρ δυνατὸν λέγειν ‘ὁ ἄνθρωπος δούλου ἄνθρωπος’. ὥστε ἐὰν μὴ οἰκείως 〈ἀποδοθῇ〉, οὐκέτι ἀντιστρέφει· ἡ γὰρ ἀντιστροφὴ ἐν μόνῃ καὶ πάσῃ τῇ οἰκείᾳ ἀποδόσει γίνεται.
“因此所有的相关者。” 因为一切被恰当地应答者皆换位。但若非被恰当地应答,甚至公认换位的事物亦不再能够换位;例如我们恰当地应答并说“奴隶是主人的奴隶”,并且换位为“主人是奴隶的主人”。然而,如果奴隶并非被恰当地应答——即并非应答为主人的[奴隶],而是人的[奴隶]——便不再换位;因为甚至不可能说“人是奴隶的人”。因此,若非被恰当地〈应答〉,便不再换位;因为换位仅在且全在恰当的应答中发生。
"Ἔτι δὲ ἐὰν μέν τι οἰκείως ἀποδεδομένον ᾖ." Ἐάν, φησίν, οἰκείως τὰ πρός τι ἀποδοθῇ, τῶν ἄλλων πάντων περιαιρουμένων καταλιμπανομένου δὲ μόνου τοῦ πρὸς ὃ οἰκείως ἀποδοθήσεται σῴζεται ἡ ἀντιστροφὴ καὶ ὅλως τὰ πρός τι· οἷον ὁ δοῦλος ἐὰν τοῦ δεσπότου ἀποδοθῇ, ἀφαιρεθῇ δὲ τὸ δίπουν εἶναι ἢ τὸ ἐπιστήμης δεκτικόν, ὁμοίως μένει δοῦλος πρός τι λεγόμενος, ἐὰν δὲ ἀφαιρεθῇ ὁ δεσπότης, οὐκέτι λέγεται δοῦλος.
“再者,如果某物已被恰当地应答。” 他说,如果相关者被恰当地应答,在剥除所有其他事物而仅留下它所将恰当地与之应答的那一事物时,换位乃至总体上的相关者依然得以保全;例如,如果奴隶被应答为主人的[奴隶],而两足的或能接纳知识的属性被除去,奴隶同样依然作为相关者而被说,但如果主人被除去,便不再被称为奴隶。
"Περιαιρουμένων τῶν ἄλλων ὅσα." Καὶ οὐδὲν θαυμαστὸν ὅτι ταῦτα συμβεβηκότα εἶπεν· οὐχ ἁπλῶς γὰρ συμβεβηκότα εἶπεν, ἀλλὰ ταῦτα ὅσα πρὸς τὴν τοῦ δούλου σχέσιν εἶεν ἂν συμβεβηκότα καὶ δευτέρως κατηγορούμενα, πρώτως δὲ καὶ καθ’ ἑαυτὸ ὁ δεσπότης φύσει.1
“在剥除其他凡是[偶性]之物时。” 而他将这些称为偶性绝非怪事;因为他并非无条件地称之为偶性,而是指凡对于奴隶的这种关系而言属于偶性且属于次要述说的事物,而主人则是出于本性在首要意义上且就自身而言[被述说的]。
"Δοκεῖ δὲ τὰ πρός τι ἅμα." Ἕτερον παρακολούθημα τῶν πρός τί φησι τὸ ἅμα αὐτὰ τῇ φύσει εἶναι καὶ μηδέποτε δύνασθαι τοῦ ἑτέρου ὄντος τὸ ἕτερον μὴ εἶναι· ἅμα γὰρ τῷ εἰπεῖν δοῦλον ἀνάγκη τὸν δεσπότην ἐπινοεῖν, καὶ εἰ ἔστι διπλάσιον, ἀνάγκη καὶ ἥμισυ εἶναι καὶ τοὐναντίον. δῆλον δὲ ὡς ἐπὶ τῶν πλείστων εἶπεν, ἐπειδὴ ἐπί τινων ἄλλων μέλλει ἀπορεῖν.
“相关者看似是同时的。” 他说,相关者的另一个相伴属性是它们在本性上同时,并且绝不可能在其中一方存在时另一方不存在;因为在说到奴隶的同时必然在思想中构想出主人,而且如果存在两倍,必然亦存在一半,反之亦然。显然他是就绝大多数情况而言的,因为关于某些其他情况他即将提出疑难。
"Καὶ συναναιρεῖ δὲ ταῦτα ἄλληλα." Οὐ μόνον ταῦτα ἅμα ἐστὶ τῇ φύσει, ἀλλὰ καὶ συναναιρεῖ ἄλληλα· ἐὰν γὰρ μὴ ᾖ δοῦλος, οὐδὲ δεσπότης ἐστί, καὶ δεσπότου μὴ ὄντος δοῦλος οὐκ ἔστιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
“而且这些事物亦相互共毁。” 这些事物不仅在本性上同时,而且亦相互共毁;因为如果不存在奴隶,亦不存在主人,而在主人不存在时,奴隶亦不存在。在其他事物上同样如此。
"Τὸ γὰρ ἐπιστητὸν πρότερον δόξειε τῆς ἐπιστήμης εἶναι." Νῦν ἀπορεῖ πρὸς τὰ εἰρημένα, εἰ ἄρα τὰ πρός τι ἅμα ἐστὶ τῇ φύσει καίτοι δοκοῦντος τοῦ ἐπιστητοῦ προτέρου εἶναι τῆς ἐπιστήμης. τὸ μὲν οὖν πρότερον διττόν, τὸ μὲν χρόνῳ τὸ δὲ φύσει. καὶ πρότερον μὲν χρόνῳ ἐστὶν οὗ πρὸς τὸ νῦν πλείων ἡ ἀπόστασις ὡς ἐπὶ τοῦ παρεληλυθότος· διὰ τοῦτο γὰρ λέγομεν τὰ Μηδικὰ πρότερα τῶν Πελοποννησιακῶν, ὅτι αὐτῶν πλείων ἡ ἀπόστασίς ἐστιν ἀπὸ τοῦ νῦν ἢ τῶν Πελοποννησιακῶν. ἐπὶ δὲ τοῦ μέλλοντος τὸ ἐναντίον πρότερόν ἐστιν οὗ ἐλάττων ἀπὸ τοῦ νῦν ἡ ἀπόστασις· πρότερον γὰρ τὸ αὔριον τοῦ μεταύριον. καὶ οὕτω μὲν τὸ τῷ χρόνῳ πρότερον. τὸ δὲ φύσει πρότερόν ἐστι τὸ συναναιροῦν μὲν μὴ συναναιρούμενον δὲ καὶ τὸ συνεισφερόμενον μὲν μὴ συνεισφέρον δέ,2 ὡς ἐπὶ τοῦ ζῴου καὶ ἀνθρώπου. τὸ γὰρ ἐπιστητὸν τῆς ἐπιστήμης πρότερον ἂν δόξειεν εἶναι· μὴ ὄντος γὰρ ἐπιστητοῦ οὐδὲ ἐπιστήμη ἐστίν, ἐπιστήμης δὲ μὴ οὔσης τὸ ἐπιστητὸν δύναται εἶναι. ὡσαύτως αἰσθητοῦ μὴ ὄντος οὐδὲ αἴσθησίς ἐστιν, αἰσθήσεως μέντοι μὴ οὔσης οὐδὲν κωλύει τὰ αἰσθητὰ εἶναι, οἷον πῦρ γῆν καὶ τὰ ὅμοια.
“因为可知者看似在先于知识。” 现在他针对已说之事提出疑难:相关者是否确实在本性上同时,尽管可知者看似在先于知识。那么,“在先”是双重的,一种在时间上,另一种在本性上。在时间上在先者,是指距离“现在”更远者,正如在过去的情况中;因为正因如此我们说波希战争先于伯罗奔尼撒战争,因为它们距离现在的跨度比伯罗奔尼撒战争更大。而在未来的情况中则相反,距离现在跨度更小者在先;因为明天先于后天。在时间上在先者便是如此。而在本性上在先者,是指共毁对方却不被共毁者,以及作为前提被引入却不引入对方者,正如在动物与人的情况中。因为可知者看似先于知识;因为若不存在可知者,亦不存在知识,但若知识不存在,可知者仍能够存在。同样,感知对象若不存在,亦不存在感知,然而感知若不存在,绝不妨碍感知对象——如火、土及类似之物——存在。
"Ὡς γὰρ ἐπὶ τὸ πολὺ προϋπαρχόντων." Τὸ ὡς ἐπὶ πολὺ αὐτὸς ἐξηγήσατο εἰπὼν ἐπ’ ὀλίγων γὰρ ἢ ἐπ’ οὐδενὸς ἴδοι τις ἅμα τῷ ἐπιστητῷ τὴν ἐπιστήμην γινομένην. ταῦτα δὴ εἶπε διὰ τὰ ἀπό τινος τέχνης καὶ ἐπινοίας εὑρισκόμενα· οἷον ὡς εἴ τις ἐπιτηδεύσει ἄλλον χαρακτῆρα γραμμάτων παρὰ τὸν κοινόν· τότε γὰρ οὐ προϋπάρχει τὸ ἐπιστητόν, ἀλλ’ ἅμα τῷ ἐκ τῆς ἐπινοίας προαχθῆναι ἔχει τὴν ἐπιστήμην.3
“因为绝大多数由于预先存在。” 他自己解释了“绝大多数”这一表述,说道“因为在极少数情况下或根本没有情况下,人们会看到知识与可知者同时产生”。他之所以这么说,是由于那些出于某种技艺和构思而被发现的事物;比如有人在通用的字形之外另行设计了另一种字母形态;因为在那时可知者并非预先存在,而是在由构思被引出的同时即具有了知识。
- 4.17πρὸς τὴν τοῦ δούλου σχέσιν εἶεν ἂν συμβεβηκότα καὶ δευτέρως κατηγορούμενα, πρώτως δὲ καὶ καθ’ ἑαυτὸ ὁ δεσπότης φύσει.
εἶεν ἄν 是潜势希求法(希求法+ἄν),作关系分句的谓语。在随后对比的分句 πρώτως δὲ καὶ καθ’ ἑαυτὸ ὁ δεσπότης φύσει 中,承前省略了与分词 κατηγορούμενα 对应的动词(如 κατηγορεῖται),意即“主人则是出于本性在首要意义上且就自身而言[被述说的]”。
- 4.20τὸ συναναιροῦν μὲν μὴ συναναιρούμενον δὲ καὶ τὸ συνεισφερόμενον μὲν μὴ συνεισφέρον δέ
此处通过严格的语态对比定义了“本性上在先者”的非对称依存关系:主动分词 συναναιροῦν(连带消灭他者)与被动分词 συναναιρούμενον(被连带消灭),以及被动分词 συνεισφερόμενον(伴随被引入)与主动分词 συνεισφέρον(连带引入他者)。
- 4.21ἅμα τῷ ἐκ τῆς ἐπινοίας προαχθῆναι ἔχει τὴν ἐπιστήμην
ἅμα τῷ 搭配不定词(προαχθῆναι)构成表示时间的句式,意为“在……的同时”。主句 ἔχει τὴν ἐπιστήμην 的主语承接前句的发明者(τις),指该发明者在认知对象由构思引出的同时便拥有了关于它的知识。
