- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:71.9-72.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注亚里士多德《范畴篇》6b36–7a19,论述相关项之间必须保持外延同等才能换位,阐明在不均等时通过扩大或缩减进行调整的方法,以及在缺乏既定词汇时依据初项派生造词的规则。
" Οὐ μὴν ἀλλὰ καὶ ἐνίοτε οὐ δόξει ἀντιστρέφειν, ἐὰν μὴ οἰκείως." Τὰ πρός τι, φησίν, ἰσότητα τηρεῖν ὀφείλει πρὸς ἄλληλα, ἵνα καὶ ἀντιστρέφῃ, ὥσπερ ἀντιστρέφει ὁ ἄνθρωπος καὶ τὸ γελαστικόν. ἐὰν δὲ ὦσιν ἄνισα, τῷ μὲν ἐλάττονι τὸ πλέον ἀκολουθεῖ· ὡς τῷ ἀνθρώπῳ τὸ ζῷον, τῷ δὲ πλείονι τὸ ἔλαττον οὐχ ἕπεται· οὐκέτι γὰρ τῷ ζῴῳ ὁ ἄνθρωπος ἀκολουθεῖ. οὗτος οὖν ὁ κανὼν ἔστω τῶν πρός τι. ἔστι δὲ ἰσότης, ὡς πατὴρ υἱοῦ, διπλάσιον ἡμίσεος, 〈ἅπερ〉 καὶ ἀντιστρέφει. ἐὰν δὲ ἄνισα ὦσιν, οὐκέτι· ἐὰν γὰρ ἀποδοθῇ ὄρνις πτεροῦ, ὡς εἶναι πτερὸν ὄρνιθος, οὐκ οἰκείως ἀποδίδοται· οὐ γὰρ ἐροῦμεν τὴν ὄρνιν πτερῷ ὄρνιν, ἐπειδὴ οὐ πᾶν πτερὸν ὄρνιθός ἐστι πτερόν·1 εἰσὶ γὰρ πτηνά, ἃ οὐκ εἰσὶν ὄρνιθες· τῶν γὰρ πτηνῶν τὰ μέν εἰσι σχιζόπτερα ὡς τὰ παρ’ ἡμῖν, ἃ καὶ μόνα ὄρνιθες καλοῦνται, ὡς καὶ αὐτὸς ἔφησε ἐν τῷ Περὶ ζῴων ἱστοριῶν ‘τὰ σχιζόπτερα ὄρνεις καλεῖσθαι’, τὰ δέ εἰσι δερμόπτερα ὡς αἱ νυκτερίδες, τὰ δὲ κολεόπτερα ὡς οἱ κάνθαροι, ἅπερ οὐκ εἰσὶν ὄρνιθες. ἐπεὶ οὖν τὸ πτερὸν καὶ ἡ ὄρνις οὐκ ἐξισάζει, ἀλλ’ ἐπὶ πλέον τὸ πτερὸν τῆς ὄρνιθος, ἐὰν αὐξήσωμεν τὸ ἔλαττον, τοῦτ’ ἔστιν τὴν ὄρνιν, εἰρηκότες πτερωτὸν καὶ ποιήσωμεν οὕτω τὸ πτερὸν πτερωτοῦ πτερόν, οὕτω γὰρ ἀντιστρέφει· λέγομεν γὰρ καὶ τὸ πτερωτὸν πτερῷ πτερωτόν. ἐν τούτῳ μὲν οὖν τῷ παραδείγματι ἔλαττον ἦν ἡ ὄρνις τοῦ πτεροῦ, ὅπερ ηὐξήσαμεν, ἐν δὲ τῷ ῥηθήσεσθαι μέλλοντι ἐπὶ πλέον ἐστί· καὶ γὰρ τὸ πηδάλιον ἐὰν ἀποδοθῇ πλοίου πηδάλιον, οὐκέτι ἀντιστρέφει· οὐ γὰρ ἐροῦμεν τὸ πλοῖον πηδαλίου πλοῖον· πολλὰ γὰρ πλοῖα πηδάλια οὐκ ἔχει ὡς τὰ ἀκάτια. ἐπειδὴ οὖν ἄνισά εἰσι, δεῖ ταῦτα ἐξισῶσαι. ἐξισοῦται δὲ τὰ ἄνισα ἢ τοῦ πλείονος ἐλαττωθέντος ἢ τοῦ ἐλάττονος αὐξηθέντος. εἰ τοίνυν τὸ πλοῖον μὲν ἐπὶ πλέον, τὸ δὲ πηδάλιον ἐπ’ ἔλαττον, ἐξισώσαιμεν ἄν, εἰ τὸ πλέον ἐλαττώσομεν εἰρηκότες πηδαλιωτόν, ὅπως καὶ ἀντιστρέφῃ ἐξισωθέν. οὐκοῦν εἴπωμεν τὸ πηδάλιον πηδαλιωτοῦ πηδάλιον καὶ πάλιν τὸ πηδαλιωτὸν πηδαλίῳ πηδαλιωτόν. οὕτως οὖν ἐν μὲν τῷ πρώτῳ παραδείγματι ἐπ’ ἔλαττον ἦν ἡ ὄρνις τοῦ πτεροῦ, ὅπερ ηὐξήσαμεν, ἐν δὲ τῷ δευτέρῳ ἐπὶ πλέον ἦν τὸ πλοῖον τοῦ πηδαλίου, ὅπερ ἠλαττώσαμεν.
“然而有时亦看似并不换位,除非被恰当地[应答]。” 他说,相关者应当相互保持同等,以便它们亦能换位,正如人与能笑者换位一样。但如果它们不同等,更大者伴随更小者——正如动物伴随人——但更小者并不跟随更大者;因为人不再伴随动物。因此,让这作为相关者的准则。存在同等性,正如儿子的父亲、一半的两倍,〈这些〉亦换位。但如果它们不同等,便不再[换位];因为如果把鸟应答给翅膀,以至于成为鸟的翅膀,这就不是恰当地应答;因为我们不会说鸟因翅膀而是鸟,因为并非所有的翅膀都是鸟的翅膀;因为存在不是鸟的有翼动物;因为在有翼动物中,有些如我们身边的那些是裂翼的,它们亦独被称为鸟,正如他本人在《动物志》中所说“裂翼者被称为鸟”,而另一些如蝙蝠是皮翼的,还有一些如甲虫是鞘翅的,这些并不是鸟。因此,既然翅膀与鸟并不均等,而是翅膀比鸟更广泛,如果我们扩大更小者——即鸟——而说“具翼者”,并如此使翅膀成为具翼者的翅膀,[便能换位];因为以这种方式它便换位了;因为我们亦说具翼者因翅膀而是具翼者。因此,在这个例子中鸟小于翅膀,我们扩大了它;但在即将陈述的例子中,[其中之一]更为广泛;因为如果把舵应答为船的舵,它便不再换位;因为我们不会说船因舵而是船;因为许多船并没有舵,比如小艇。因此,既然它们不同等,就必须使它们均等。而不同等的事物,要么通过更大者被缩减,要么通过更小者被扩大而得以均等。那么,如果船更为广泛,而舵更为狭窄,如果我们通过说“具舵者”来缩减更大者,我们便能使它们均等,以便在被均等之后亦能换位。因此让我们说舵是具舵者的舵,反过来具舵者因舵而是具舵者。因此,在第一个例子中鸟小于翅膀,我们扩大了它;而在第二个例子中船大于舵,我们缩减了它。
"Ἐνίοτε δὲ καὶ ὀνοματοποιεῖν." Τότε ἡμῖν ἀνάγκη ὀνοματοθετεῖν, φησίν, ἐὰν μὴ κείμενον ᾖ ὄνομα πρὸς ὃ δεῖ ἀντιστρέφειν, οἷον ἐποίησεν ἐπὶ τοῦ πηδαλιωτοῦ. πάλιν ἡ κεφαλὴ ἐὰν ἀποδοθῇ πρὸς τὸ ζῷον καὶ εἴπωμεν ‘ζῴου κεφαλή’, οὐκ ἀντιστρέφει· οὐ γὰρ ἐροῦμεν τὸ ζῷον κεφαλῇ ζῷον· εἰσὶ γάρ τινα ζῷα κεφαλὴν μὴ ἔχοντα ὡς ὁ καρκίνος. ἀνάγκη οὖν ὀνοματοθετεῖν καὶ τὴν συνήθειαν καινοτομεῖν διὰ τὸ οἰκείως ποιεῖσθαι τὴν ἀντιστροφήν· οἰκείως οὖν ἀποδίδοται, ἐὰν οὕτως εἴπωμεν ‘ἡ κεφαλὴ κεφαλωτοῦ κεφαλή’· οὕτω γὰρ καὶ ἀντιστρέφειν δυνάμεθα τὸ κεφαλωτὸν κεφαλῇ κεφαλωτὸν εἰπόντες. καὶ καθόλου ὅταν ὀνοματοποιεῖν βουλώμεθα, ἀπὸ τῶν πρώτων καὶ ἀντιστρεφόντων2 παρώνυμον ποιήσομεν ὄνομα οἷον ἀπὸ τοῦ πηδαλίου τὸ πηδαλιωτὸν καὶ ἀπὸ τῆς κεφαλῆς τὸ κεφαλωτόν, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. καὶ οὕτω πάντα τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται.
“而有时甚至[必须]造词。” 他说,当不存在它所应当与之换位的既定名称时,我们就有必要造名,正如他在“具舵者”上所做的那样。再者,如果把头应答给动物,而我们说“动物的头”,这并不换位;因为我们不会说动物因头而是动物;因为存在某些没有头的动物,比如螃蟹。因此,为了恰当地进行换位,有必要造名并革新日常用法;那么,如果我们这样说“头是具头者的头”,它就被恰当地应答了;因为这样我们亦能够通过说具头者因头而是具头者来进行换位。总体而言,每当我们希望造词时,我们将从最初的和换位的项出发造出一个派生名,比如从舵造出“具舵者”,从头造出“具头者”,在其他情况下同样如此。如此一来,所有的相关者便都是相对于换位者而被说的。
"Εἰ ἀπὸ τῶν πρώτων." Κανόνα ἡμῖν παραδίδωσι, δι’ οὗ δυνησόμεθα ὀνοματοποιεῖν οἰκείως, ἐὰν 〈ἐν〉 τῇ κοινῇ συνηθείᾳ ὄνομα μὴ εὑρίσκηται.
“如果从最初的[事物]出发。” 他传授给我们一条准则,通过它,如果〈在〉日常用法中未发现名称,我们将能够恰当地造词。
- 4.12ἐὰν αὐξήσωμεν τὸ ἔλαττον, τοῦτ’ ἔστιν τὴν ὄρνιν, εἰρηκότες πτερωτὸν καὶ ποιήσωμεν οὕτω τὸ πτερὸν πτερωτοῦ πτερόν
条件从句 ἐὰν ... ποιήσωμεν 之后并未出现独立的归结主句,而是通过接续的说明从句 οὕτω γὰρ ἀντιστρέφει(“因为以这种方式它便换位了”)承接了换位成立的结论。各语言译文补足了这一逻辑归结以保持一致。
- 4.13ἀπὸ τῶν πρώτων καὶ ἀντιστρεφόντων
介词短语 ἀπὸ τῶν πρώτων... 表示构成派生名的词源起点(“从最初的和换位的项出发”),指先于新造派生名而已有既定名称的最初项(如“舵”“头”)。
- 4.12πτερῷ / πηδαλίῳ / κεφαλῇ
名词与格单数(πτερῷ, πηδαλίῳ, κεφαλῇ)在此充当方式或依凭的与格,表示在相关应答中某物“凭借/因”翼、舵、头而获得其名称和规定。所有语言均统译为“因……/凭借……(by a ...)”。
未在正文中定位
