← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《范畴篇》注释

§69.22-71.8

相关者的相反性、程度容纳与相互换位

阿摩尼奥斯遵循亚里士多德的文本,注解了相关者的诸种伴随特征,即相反性、对程度的容纳(更甚与更微)以及相互换位性,并同时为柏拉图的相关者学说进行了辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.8

" Ὑπάρχει δὲ καὶ ἐναντιότης." Ἕτερον παρακολούθημά φησι τῶν πρός τι τὸ ἐπιδέχεσθαι ἐναντιότητα. καὶ τοῦτο εἰκότως· ἐπειδὴ γὰρ παραφυάσιν ἔοικεν εἶναι τὰ πρός τι καὶ πράγματα οὐκ ἔστιν ἀφωρισμένα, ἀλλ’ ἐν ταῖς ἄλλαις κατηγορίαις εὑρίσκεται, μιμεῖται ἐκείνας αἷς προσπλέκεται· οἷον ἐπειδὴ τῇ οὐσίᾳ καὶ τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον, τοιγαροῦν οὐδὲ τοῖς πρός τι τοῖς περὶ αὐτὰ ἔστιν εὑρεῖν ἐναντίον, οἷον τριπλασίῳ· τὸ γὰρ τριπλάσιον τῶν πρός τί ἐστι (τινὸς γὰρ λέγεται τριπλάσιον), καὶ ὅμως οὐκ ἔχει τι ἐναντίον, ἐπειδὴ συμπλέκεται κατηγορίᾳ μὴ τοῦτο ἐχούσῃ. ὁμοίως δὲ καὶ ἐπὶ τῆς οὐσίας 〈οἷον〉 δεσπότῃ υἱῷ δεξιῷ ἀριστερῷ· οὐδὲ γάρ τούτοις ἐστί τι ἐναντίον διὰ τὸ οἷς συμπλέκεται ὑπὸ κατηγορίαν ἀνῆχθαι μηδὲν ἔχουσαν ἐναντίον.1 ἐπειδὴ δὲ ἡ ποιότης ἐπιδέχεται ἐναντιότητα, ὁμοίως καὶ τὰ περὶ αὐτὴν πρός τι, οἷον ἀρετῇ κακία ἐναντίον καὶ τῇ ἐπιστήμῃ ἄγνοια. ἰστέον δὲ ὅτι ταῦτα μὲν ἀλλήλοις ἐστὶν ἐναντία, ἀλλ’ οὐχ ὡς πρός τι ἀποκρίνεται, οἷον ἡ ἀρετὴ 〈σπουδαίου ἀρετὴ〉 καὶ ὁ σπουδαῖος 〈ἀρετῇ σπουδαῖος〉, ὁμοίως δὲ καὶ ἡ κακία κακοῦ κακία καὶ ὁ κακὸς κακίᾳ κακός· ἐναντίον δ’ ἀρετῇ μὲν κακία, σπουδαίῳ δ’ ὁ κακός. εἰκότως τοίνυν ἐναντιότης θεωρεῖται ἐν τοῖς πρός τι, καὶ οὐ πᾶσι τοῦτο παρακολουθεῖ.

“相反性亦属于。” 他说,容纳相反性是相关者的另一伴随特征。这亦是合情合理的;因为相关者类似于旁生之枝,并非划定界限的事物,而是在其他范畴中被发现,所以它们模仿它们与之交织的那些范畴。例如,由于实体和量没有任何相反者,因此在与它们相关的相关者中亦无法发现相反者,比如“三倍”;因为三倍属于相关者(因为它被称为某物的三倍),然而它没有任何相反者,因为它与一个不具有相反者的范畴结合在一起。在实体的情况下同样亦是如此,〈比如〉主人、儿子、右、左;因为这些亦没有任何相反者,这是由于它们与之结合的事物被归入了一个没有任何相反者的范畴之下。而既然质容纳相反性,与质相关的相关者同样亦如此,比如恶是德性的相反者,无知是知识的相反者。但应当知道,虽然这些彼此相反,却并非作为相关者而互相应答;比如德性是〈有德之人的德性〉,而有德之人是〈因德性而为有德之人〉,同样恶是恶人的恶,恶人是因恶而为恶人;与德性相反的是恶,与有德之人相反的是恶人。因此,相反性在相关者中被考察到是合情合理的,并且这并不伴随着所有[相关者]。

§4.9

"Ἑκάτερον αὐτῶν πρός τι ὄν." Ἰστέον ὅτι ὅσοι λέγουσι τὸν Πλάτωνα οὕτως ὁρίζεσθαι τὰ πρός τι καὶ ἐν τῷ λέγεσθαι οἴεσθαι αὐτὸν εἶναι τὴν τῶν πρός τι ὑπόστασιν, συκοφαντοῦσι τὸν φιλόσοφον· καὶ γὰρ ἀπὸ τῶν εἰρημένων ἐν τῷ Γοργίᾳ ἔστι γνῶναι ὅτι τῷ αὐτὰ εἶναι χαρακτηρίζει·2 φησὶ γὰρ ‘εἰ ἔστι τὸ ποιοῦν, ἀνάγκη τι εἶναι καὶ τὸ πάσχον’· εἶναι γὰρ εἶπε, καὶ οὐ λέγεσθαι.

“它们两者各自作为相关者。” 应当知道,凡是说柏拉图以这种方式定义相关者、并认为他主张相关者的存立依据在于“被说”的人,都是在诬蔑这位哲学家;因为即使从《高尔吉亚篇》中所说的话中亦可以得知,他是以它们“所是”来表征它们的;因为他说,“如果存在施动者,就必然亦存在某种受动者”;因为他说了“存在”,而不是“被说”。

§4.10

"Δοκεῖ δὲ καὶ τὸ μᾶλλον καὶ τό." Ἕτερον παρακολούθημα τῶν πρός τί φησι, τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. καὶ τοῦτο δὲ ὅμοιον τῷ πρὸ αὐτοῦ· ὑπάρχει γὰρ τοῖς πρός τι, οὐ πᾶσι δέ. καὶ τοῦτο εἰκότως· εἴρηται γὰρ ὅτι ὅπου ἐναντιότης θεωρεῖται, ἐκεῖ τὸ μᾶλλον καὶ ἧττον, καὶ τοὐναντίον ὅπου οὐκ ἔστιν ἐναντιότης, οὐδὲ τὸ μᾶλλον καὶ ἧττον. εἰ οὖν ἔστιν ἐν τοῖς πρός τι ἐναντιότης, ἔστιν ἐν αὐτοῖς καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον. οὐ πᾶσι δὲ τὸ τοιοῦτον παρακολουθεῖ, ἐπεὶ μηδὲ πᾶσιν ἐναντιότης εὑρίσκετο.

“而更甚与[更微]亦看似。” 他说,容纳更甚与更微是相关者的另一伴随特征。而这也类似于前一个;因为这属于相关者,但并非属于所有相关者。这亦是合情合理的;因为已经说过,在考察到相反性的地方,那里便有更甚与更微,反之,在没有相反性的地方,亦没有更甚与更微。因此,如果相关者中存在相反性,在它们之中亦存在更甚与更微。但这样的一种特征并不伴随所有相关者,因为相反性亦并非在所有相关者中被发现。

§4.11

"Πάντα δὲ τὰ πρός τι." Τοῦτο ἕτερον παρακολούθημα. ἵνα δὲ μάθωμεν τί ἐστι πρὸς ἀντιστρέφοντα λέγεσθαι, μάθωμεν πρότερον τί ἐστιν ἀντιστροφή. στροφή ἐστιν ἡ 〈ἀπὸ〉 τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀποκατάστασις. διὰ τοῦτο καὶ στρέφεσθαι λέγομεν τὸ πᾶν, ἐπειδὴ κύκλῳ κινούμενον ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀποκαθίσταται. ἀντιστροφὴ δὲ ἐστιν ἰσοστροφή·3 τὸ γὰρ ἀντὶ παρὰ τοῖς παλαιοῖς τὸ ἴσον σημαίνει, ὥσπερ τὸ ἀντίθεον ἰσόθεον καὶ ἀντιάνειρα τὴν γυναῖκα τὴν ἴσην δύναμιν τῷ ἀνδρὶ ἔχουσαν, καὶ τὸν μέγαν δάκτυλόν 〈φαμεν〉 ἀντίχειρα διὰ τὸ ἴσην ἔχειν δύναμιν τοῖς ἄλλοις τέσσαρσι δακτύλοις ἐν τῇ χειρί. * τὰ οὖν πρός τι πρὸς ἀντιστρέφοντα λέγεται, οἷον ὁ δοῦλος δεσπότου δοῦλος 〈καὶ ὁ δεσπότης δούλου δεσπότης〉. [ἤρξατο ἀπὸ τοῦ δούλου καὶ εἰς αὐτὸν πάλιν ἀποκατέστη. οὐ μόνον δὲ δοῦλος ἀντιστρέφει, ἀλλὰ καὶ δεσπότης].

“而所有的相关者。” 这是另一伴随特征。但为了让我们了解何为相对于换位者而被说,让我们先了解何为换位。回转乃是从同一者到同一者的复位。为此我们亦说全宇宙旋转,因为它作圆周运动从同一者复位到同一者。而换位乃是等转;因为在古人那里“反”意为“相等”,正如“抗神者”意为“等同于神”,“匹敌男子者”意为拥有与男子同等力量的女子,而[我们称]大拇指为“对指”,是因为它在手上拥有与其余四指同等的力量。因此,相关者是相对于换位者而被说的,例如奴隶是主人的奴隶,〈而主人是奴隶的主人〉。[他从奴隶开始,又复位回到它。不仅奴隶换位,而且主人亦换位]。

语法注3 条
  1. 4.8διὰ τὸ οἷς συμπλέκεται ὑπὸ κατηγορίαν ἀνῆχθαι μηδὲν ἔχουσαν ἐναντίον

    由介词 διά 与带冠词不定式 τὸ ... ἀνῆχθαι 构成的表原因的句式。不定式的逻辑主语是包含在关系分句 οἷς συμπλέκεται 内作为先行词的隐蔽宾格[ταῦτα]。整体表达“因它们与之结合的事物被归入无相反者的范畴之下”的因果关系。

  2. 4.9τῷ αὐτὰ εἶναι χαρακτηρίζει

    带冠词与格不定式 τῷ αὐτὰ εἶναι 作方式/标准与格使用。它与前文的 ἐν τῷ λέγεσθαι(在被说之中)形成对照,表明柏拉图是以事物的“存在/是其所是”而非语言层面的“被说”来界定和表征相关者的。

  3. 4.11ἀντιστροφὴ δὲ ἐστιν ἰσοστροφή

    通过生造复合词(ἰσοστροφή)作出的词源学阐释。此处阿摩尼奥斯将前缀 ἀντι- 解释为“相等(ἴσον)”而非“相反/反向”,从而把 ἀντιστροφή(换位)解释为对等的回转。随后的 ἀντίθεος、ἀντιάνειρα、ἀντίχειρ 均作为支持该词义理解的例证提出。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:69.22-71.8