- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:5.13-7.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在完善了工具性著作(逻辑学)的构成与次序后,注解者依次讨论了引入亚里士多德哲学的六个预备性论题:学习顺序、终极目的、进阶学科、学习者的准备、文体特征以及故意使用晦涩表达的目的。
ἀλλὰ καὶ αὗται σύγκεινται ἐξ ὀνομάτων καὶ ῥημάτων, ἃ διδάξουσιν αἱ Κατηγορίαι, τὰς δὲ προτάσεις τὸ Περὶ ἑρμηνείας, τὸν δὲ καθόλου συλλογισμὸν τὰ Πρότερα ἀναλυτικά. ταῦτα τοίνυν εἰσὶν αἱ ἀρχαὶ τῆς μεθόδου· τὰ δὲ Δεύτερα ἀναλυτικὰ αὐτὴν ἡμᾶς διδάξει τὴν μέθοδον, τοῦτ’ ἔστι τὸν ἀποδεικτικὸν συλλογισμόν. ἀλλὰ πάλιν ὥσπερ οἱ ἰατροὶ τὰ ἰατρικὰ παραδιδόντες τοῖς νέοις μαθήματα μέμνηνται σὺν τοῖς ὠφελοῦσι καὶ τῶν δηλητηρίων ὑπὲρ τοῦ τὰ μὲν ἑλεῖν τὰ δὲ φυγεῖν, οὕτω κἀνταῦθα, ἐπειδὴ οἱ σοφισταὶ πράγματα παρέχουσι τοῖς τῆς ἀληθείας εὑρεταῖς σοφιστικοῖς τισι συλλογισμοῖς αὐτοὺς ἐθέλοντες παρακρούεσθαι, γράφει καὶ τούτους ὁ φιλόσοφος, ἵνα φεύγωμεν αὐτούς, καὶ λέγονται οὗτοι ἄλλως συμβάλλεσθαι τῇ μεθόδῳ, ὥσπερ εἴ τις θελήσας διδάξαι πῶς δεῖ λόγον συντάξαι, πρότερον διέλθοι περὶ ὀνομάτων καὶ ῥημάτων καὶ πρὸ ἐκείνων περὶ τῶν συλλαβῶν καὶ ἔτι πρὸ ἐκείνων περὶ τῶν στοιχείων, καὶ λέγεται τὰ μὲν στοιχεῖα καὶ αἱ συλλαβαὶ καὶ τὰ ὀνόματα καὶ τὰ ῥήματα ἀρχαὶ τῆς μεθόδου τῆς ὅπως δεῖ λογοποιεῖν, τὰ δὲ περὶ αὐτῆς τῆς λογοποιίας περὶ αὐτῆς τῆς μεθόδου· εἰ δ’ ἀπαριθμήσαιτο καὶ τὰς τοῦ λόγου κακίας, λέγοιτ’ ἂν οὗτος διειλέχθαι καὶ περὶ τῶν ἄλλως συμβαλλομένων τῇ μεθόδῳ. καὶ αὕτη ἡ τῶν Ἀριστοτελικῶν συγγραμμάτων διαίρεσις. Ζητήσωμεν τρίτον πόθεν ἀρκτέον. ἀκόλουθον μὲν ἦν1 ἀπὸ τῆς ἠθικῆς ἄρξασθαι πραγματείας, ὡς ἂν πρότερον τὰ ἑαυτῶν ἤθη κοσμήσαντες οὕτω τῶν ἄλλων ἐντὸς γενώμεθα λόγων. ἀλλ’ ἐπειδὴ καὶ ἐν ἐκείνῃ κέχρηται ἀποδείξεσι καὶ συλλογισμοῖς, ἐμέλλομεν δὲ αὐτοὺς ἀγνοεῖν ἀνήκοοι τῶν τοιούτων ὑπάρχοντες λόγων, διὰ τοῦτο ἄρα ἀπὸ τῆς λογικῆς ἀρκτέον, προκοσμήσαντας μέντοι τὰ ἑαυτῶν ἤθη2 καὶ δίχα τῆς ἠθικῆς πραγματείας. μετὰ δὲ τὴν λογικὴν ἰτέον ἐπὶ τὴν ἠθικήν, καὶ οὕτως ἀντιληπτέον τῶν φυσικῶν, καὶ μετ’ ἐκεῖνα τῶν μαθηματικῶν, καὶ οὕτως ἐσχάτων τῶν θεολογικῶν. Τέταρτον ἐπὶ τούτοις ζητητέον τί τὸ τέλος καὶ τὸ ἀναφαινόμενον ἡμῖν χρήσιμον ἐκ τῆς Ἀριστοτελικῆς φιλοσοφίας. καὶ λέγομεν ὅτι τὸ ἀνενεχθῆναι ἐπὶ τὴν κοινὴν ἁπάντων ἀρχὴν καὶ γνῶναι ὅτι μία ἐστὶν αὕτη ἀσώματος ἀμερὴς ἀπερίληπτος ἀπεριόριστος ἀπειροδύναμος αὐτοαγαθότης· οὐ γὰρ μόνον ἀγαθόν· ἰστέον γὰρ ὅτι ὥσπερ λευκὸν λέγομεν τὸ δεδεγμένον σῶμα τὴν λευκότητα, λευκότητα δὲ αὐτὴν τὴν ποιότητα, οὕτως ἀγαθὸν μὲν λέγεται τὸ δεδεγμένον σῶμα τὴν ἀγαθότητα καὶ μετέχον αὐτῆς, ἀγαθότης δὲ οἷον οὐσία καὶ ὕπαρξίς τις οὖσα. Πέμπτον ἐπὶ τούτοις ζητήσωμεν τίνα τὰ ἀνάγοντα ἡμᾶς ἐπὶ τὴν εἰρημένην ἀρχήν. καὶ λέγομεν ὅτι πρῶτον μὲν ἡ ἠθικὴ πραγματεία, ἔπειτα μετ’ ἐκείνην ἡ περὶ τῶν φυσικῶν, καὶ οὕτως ἡ μαθηματική, καὶ ἐσχάτης ἐπὶ τούτοις ἀντιληψόμεθα τῆς θεολογίας. Ἕκτον ζητήσωμεν πῶς δεῖ παρασκευάσασθαι τὸν μέλλοντα ἀκροάσασθαι τῶν Ἀριστοτελικῶν συγγραμμάτων. καὶ λέγομεν ὅτι δεῖ πεπαιδευμένον τὰ ἤθη εἶναι καὶ τὴν ψυχὴν κεκαθαρμένον· ‘μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι οὐχὶ θεμιτόν,’ ὁ Πλάτων ἔφησεν. Ἕβδομον ἡμῖν πρόκειται ζητῆσαι τί τὸ εἶδος τῆς ἀπαγγελίας. καὶ λέγομεν ὅτι διαφερόντως ὁ φιλόσοφος ἑρμηνεύσας φαίνεται· ἐν μὲν γὰρ τοῖς ἀκροαματικοῖς κατὰ μὲν τὰ νοήματα πυκνός ἐστι καὶ συνεστραμμένος καὶ ἀπορητικός, κατὰ δὲ τὴν φράσιν ἀπέριττος διὰ τὴν τῆς ἀληθείας εὕρεσίν τε καὶ σαφήνειαν, ἔστι δὲ ὅπῃ καὶ ὀνοματοθετῶν, εἰ δέοι· ἐν δέ γε τοῖς διαλογικοῖς, ἃ πρὸς τοὺς πολλοὺς αὐτῷ γέγραπται, καὶ ὄγκου φροντίζει τινὸς καὶ περιεργίας λέξεων καὶ μεταφορᾶς, καὶ πρὸς τὰ τῶν λεγόντων πρόσωπα μετασχηματίζει τὸ εἶδος τῆς λέξεως, καὶ ἁπλῶς ὅσα λόγου καλλωπίζειν οἶδεν ἰδέαν. ἐν δέ γε ταῖς ἐπιστολαῖς φαίνεται κατωρθωκὼς τὸν ἐπιστολιμαῖον χαρακτῆρα, ὃν καὶ σύντομον εἶναι δεῖ καὶ σαφῆ καὶ ἀπηλλαγμένον πάσης περισκελοῦς συνθέσεώς τε καὶ φράσεως. Ὄγδοον ζητήσωμεν τί δή ποτε τοιαύτην ἀσαφῆ διδασκαλίαν ἠγάπησεν ὁ φιλόσοφος. καὶ λέγομεν ὅτι καθάπερ ἐν τοῖς ἱεροῖς κέχρηνται παραπετάσμασί τισιν ὑπὲρ τοῦ μὴ πάντας ἤδη καὶ τοὺς βεβήλους ἐντυγχάνειν τοῖς ὧν οὐκ εἰσὶν ἄξιοι τυχεῖν,3 οὕτω καὶ ὁ Ἀριστοτέλης προκαλύμματι τῆς αὑτοῦ φιλοσοφίας κέχρηται τῇ ἀσαφείᾳ, ἵνα οἱ μὲν σπουδαῖοι δι’ αὐτὸ τοῦτο ἔτι μᾶλλον τὰς ἑαυτῶν συντείνωσι ψυχάς, οἱ δὲ κατερρᾳθυμημένοι τε καὶ χαῦνοι τοῖς τοιούτοις προσιόντες λόγοις ὑπὸ τῆς ἀσαφείας διώκωνται.
然而,这些[前提命题]也是由名词和动词构成的,教导它们的是《范畴篇》,而教导前提命题的是《解释篇》,教导普遍推论的是《前分析篇》。因此,这些是该方法的诸原则;而《后分析篇》将教导我们该方法本身,即论证性推论。但是再次,正如医生向年轻人传授医术知识时,为了让他们选取前者而规避后者,在提到有益之物的同时也提到毒药,在此处同样,由于诡辩家给真理的发现者带来麻烦,企图用某些诡辩性推论来欺骗他们,哲学家便也写了关于这些[诡辩]的内容,以便我们规避它们,而这些被称为以另一种方式促成该方法。这正如若有人企图教导应当如何组织言辞,他首先论及名词和动词,在它们之前论及音节,更在它们之前论及字母(元素),字母、音节、名词和动词被称为应当如何撰写言辞这一方法的诸原则,而关于言辞撰写本身的事项则被称为关于该方法本身的事项;如果他又列举了言辞的弊端,那么他便可以说是也讨论了以另一种方式促成该方法的事项。这就是亚里士多德著作的分类。 第三,让我们探讨应当从何处开始。原本顺理成章的应当是从伦理学研究开始,以便我们先修饬自身的品性,从而如此进入其他言论的内部。但既然在伦理学研究中他也使用了论证和推论,而倘若我们未曾听闻此类言论,便注定会对它们一无所知,因此,正因如此应当从逻辑学开始,然而自身的品性即便脱离伦理学研究也应当预先修饬。在逻辑学之后应当走向伦理学,由此进而着手自然哲学的事项,在它们之后是数学的事项,如此最终是神学的事项。 第四,在此之上,应当探讨从亚里士多德哲学中向我们显现的目的与功用是什么。我们说,那就是被引领升至万物的共同本原,并认识到这一[本原]是唯一的、无形体的、无部分的、不可把握的、无限定的、具有无限力量的、善性本身;因为它不仅仅是善的。因为必须知晓,正如我们把接受了白色的物体称为白的,而把性质本身称为白色,同样,接受了善性并分有它的物体被称为善的,而善性则宛如某种实体和实存。 第五,在此之上,让我们探讨是什么将我们引领升至上述本原。我们说,首先是伦理学研究,其次是在它之后的关于自然哲学事项的研究,如此是数学的研究,在此之上我们最终将着手神学。 第六,让我们探讨打算听讲亚里士多德著作的人应当如何装备自己。我们说,他必须在品性上受过教育,在灵魂上得到净化;因为柏拉图说过:“不洁者触碰纯洁者是不合神圣法则的”。 第七,摆在我们面前要探讨的是,表达的文体(样式)是什么。我们说,哲学家在不同的著作中显然有着截然不同的表述方式;因为在听讲篇中,就思想而言他是紧密、凝练且具疑难性的,就措辞而言为了发现真理与明晰而不加多余修饰,在必要之处甚至会生造词汇;然而在对话篇中——这些是他面向大众撰写的——,他也注重某种庄重、词藻的雕琢和隐喻,并根据说话者的人物性格改变措辞的形式,简言之,运用了所有懂得如何修饰言辞样态的手段。另一方面,在书信中,他显然完美地做到了书信体的风格,这种风格应当是简明、清晰,并且免于一切生硬死板的结构与措辞。 第八,让我们探讨哲学家究竟为何偏爱如此晦涩的讲授方式。我们说,正如在神庙中人们使用某些帷幔,以免所有人,尤其是凡俗不洁之人,接触到他们不配获得的事物,亚里士多德同样将晦涩用作自身哲学的屏障,以便认真的人恰恰因此更加绷紧自己的灵魂,而那些怠惰与浮躁的人在接近此类言论时,则会被晦涩所驱逐。
- 1.0ἀκόλουθον μὲν ἦν
直陈式未完成过去时 ἦν 未带小品词 ἄν,表示一种违背事实或理应如此的含义(“原本顺理成章的应当是……,但实际上并非如此”),与后文的 ἀλλ’ ἐπειδὴ... διὰ τοῦτο ἄρα ἀπὸ τῆς λογικῆς ἀρκτέον 形成对比。
- 1.0προκοσμήσαντας μέντοι τὰ ἑαυτῶν ἤθη
动词性形容词 ἀρκτέον(“应当开始”)隐含的动作主体(泛指的学习者)被预设为宾格,因此分词 προκοσμήσαντας 采用宾格形式,类似于不定式结构中的宾格主语。
- 1.0τοῖς ὧν οὐκ εἰσὶν ἄξιοι τυχεῖν
冠词 τοῖς 代替了被 ἐντυγχάνειν 支配而省略的指示代词先行词(与格 τούτοις),而关系代词 ὧν 采用属格,是由 ἄξιοι 和 τυχεῖν 所要求的格所决定的(包含其被省略的属格先行词 τούτων,或受其格吸引)。
