- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:67.27-69.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《范畴篇》6a36–6b12,细致审查了相关者定义中的措辞(如“被称为”与格支配),并阐明了姿态及其派生词(如直立、就座等)与“处于状态”这一范畴的关系。
" Πρός τι δὲ τὰ τοιαῦτα λέγεται." Τῷ λέγεται ἐχρήσατο ὡς μὴ ἀρεσκόμενος τῷ λόγῳ·1 παρακατιὼν γὰρ δείκνυσιν ἄτοπα πολλὰ τούτῳ τῷ ὁρισμῷ ἑπόμενα, καὶ οὕτως ἄλλον τίθησιν ὁρισμόν.
“诸如此类的事物被称为相关者。” 他之所以使用“被称为”,是因为他不赞同这个表述;因为随着下文的展开,他指出了伴随这一定义的诸多荒谬之处,从而确立了另一个定义。
"Ὅσα αὐτὰ ἅπερ ἐστίν." Οἷον δεξιὸς ἄνθρωπος οὐ καθὸ ἄνθρωπος ἑτέρου λέγεται δεξιός, ἀλλὰ καθὸ δεξιός.
“凡是自身就是其所是的事物。” 例如右侧的人并非就其为人而言被称为另一者的右,而是就其为右而言。
"Ἢ ὁπωσοῦν ἄλλως." Ἐπειδὴ εἶπεν ὅσα ἑτέρων, ἵνα μὴ ὑπολάβῃς ὅτι πρὸς μόνην γενικὴν ἀποδίδοται, φησὶν ὅτι ἢ ὁπωσοῦν ἄλλως, τοῦτ’ ἔστιν εἴτε πρὸς δοτικὴν εἴτε πρὸς αἰτιατικήν.
“或者以任何其他方式。” 由于他说“凡是[被称为]其他事物的”,为了不让你以为[相关者]仅仅对应于属格,他说“或者以任何其他方式”,这就是说,无论对应于与格还是对应于宾格。
"Ἔστι δὲ καὶ τὰ τοιαῦτα τῶν πρός τι." Ἐπειδὴ γὰρ τὰ πρότερα τοῦ ποσοῦ ἐστι ταῦτα δὲ τοῦ ποιοῦ, εἰκότως ἔδοξεν αὐτὰ χωρίζειν εἰρηκὼς ἔστι δὲ καὶ τὰ τοιαῦτα, ἢ ὅτι2 ἐκεῖνα μὲν πρὸς γενικὴν ταῦτα δὲ καὶ πρὸς δοτικὴν καὶ αἰτιατικὴν ἔχει τὴν ἀντιστροφήν.
“诸如此类的事物也属于相关者。” 因为前者属于量,而这些属于质,所以他说了“诸如此类的事物也属于”看来合理地将它们区分了开来;或者是因为前者相对于属格具有换位,而这些相对于与格和宾格亦具有换位。
"〈Ἕξις〉, διάθεσις, αἴσθησις, ἐπιστήμη, θέσις." Ἐκτιθέμενος τὰ παραδείγματα τέχνας ἡμῖν παραδίδωσι τῆς ἀνακάμψεως τῶν πρός τι· ἡ γὰρ ἕξις ὅπερ ἐστὶ πρὸς γενικὴν ἀποδίδοται (ἑκτοῦ γὰρ λέγεται ἕξις) καὶ ἀνάπαλιν τὸ ἑκτὸν ἕξει ἑκτὸν ὅ ἐστι πρὸς δοτικὴν ἀποδίδοται, καὶ ἡ διάθεσις ὁμοίως διαθετοῦ διάθεσις καὶ τὸ διαθετὸν διαθέσει διαθετόν, καὶ ἡ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη καὶ τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν.
“〈状态〉、性情、感觉、知识、姿态。” 在列举这些例证时,他向我们传授了相关者互换反转的技法;因为状态作为其自身所是之物是对应于属格给出的(因为它被称为被持有者的状态),反之被持有者是因状态而被持有的(这是对应于与格给出的),性情同样是被配置者的性情,而被配置者是因性情而被配置的,知识是可知者的知识,而可知者是因知识而是可知者。
"Ἔστι δὲ καὶ ἡ ἀνάκλισις καί." Καὶ ἡ ἀνάκλισις καὶ ἡ στάσις καὶ ἡ καθέδρα, φησί, θέσεις εἰσίν· εἴδη γὰρ ταῦτα τῆς θέσεως, ἡ δὲ θέσις τῶν πρός τι, καὶ ταῦτα ἄρα τῶν πρός τι· ἢ γὰρ ὅλον τὸ σῶμα ὀρθόν ἐστι καὶ καλεῖται στάσις, ἢ ὅλον πλάγιον κεῖται καὶ καλεῖται ἀνάκλισις, ἢ μέρος μέν τι αὐτοῦ ἵσταται μέρος δὲ κέκλιται καὶ καλεῖται καθέδρα.
“横卧也,以及。” 他说,横卧、直立和就座都是姿态;因为这些是姿态的诸种,而姿态属于相关者,所以这些亦属于相关者;因为身体要么整体挺直并被称为直立,要么整体横置并被称为横卧,要么其某一部分直立而某一部分倾斜并被称为就座。
"Τὸ δὲ ἀνακεῖσθαι ἢ ἑστάναι ἢ καθῆσθαι." Ταῦτα, φησίν, οὐκ εἰσὶ θέσεις, εἴ γε ἡ μὲν θέσις πρός τί ἐστιν, ταῦτα δὲ θέσεις μὲν οὐκ εἰσί, παρωνύμως δὲ ἀπὸ τῶν εἰρημένων εἰδῶν τῆς θέσεως μετηνέχθησαν, ἀπὸ μὲν τῆς στάσεως τὸ ἑστάναι, ἀπὸ δὲ τῆς ἀνακλίσεως τὸ ἀνακεκλίσθαι, ἀπὸ δὲ τῆς καθέδρας τὸ καθέζεσθαι. ὥσπερ δὲ ἀπὸ τῶν εἰδῶν τῆς θέσεως μετηνέχθησαν, οὕτω καὶ ἀπὸ τοῦ γένους τούτων, τοῦτ’ ἔστι τῆς θέσεως, μετενεχθήσεται τὸ κεῖσθαι, ἥτις ἐστὶ μία τῶν κατηγοριῶν·3 αὕτη γὰρ γένος ἐστὶ τοῦ ἑστάναι καὶ ἀνακεῖσθαι καὶ ἀνακεκλίσθαι καὶ καθέζεσθαι. ὥστε ἓν εἶδος τῶν πρός τι, τοῦτ’ ἔστιν ἡ θέσις, μίαν ἔτεκε κατηγορίαν τὴν τοῦ κεῖσθαι. καὶ οὐδὲν θαυμαστόν· καὶ δύο γὰρ εἴδη τοῦ ποσοῦ δύο ἔτεκε κατηγορίας, ὁ τόπος τὴν ποῦ καὶ ὁ χρόνος τὴν ποτέ, οὐχ ὅτι ὁ τόπος λέγεται ποῦ, ἀλλὰ τὰ πράγματα τὰ ἐν τόπῳ ὄντα,4 ὥσπερ οὐδὲ ὁ χρόνος αὐτὸς ποτέ, ἀλλὰ τὰ ἐν χρόνῳ γινόμενα πράγματα. ἀπορήσειε δ’ ἄν τις πρὸς τὸν φιλόσοφον διὰ τί τὴν θέσιν καὶ τὴν στάσιν ὑπὸ τὰ πρός τι ἀνάγει· ταῦτα γὰρ ὑπὸ τὴν τοῦ κεῖσθαι κατηγορίαν ἔδει ἀνάγεσθαι. λέγομεν οὖν ὅτι οὐ πάντως τὰ ἀπό τινος παρωνύμως λεγόμενα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τελεῖ· ἰδοὺ γὰρ ἀπὸ τῆς γραμματικῆς λέγομεν γραμματικόν, καὶ ἡ μὲν γραμματικὴ ἐπιστήμη οὖσα ὑπὸ τὴν ποιότητα ἀνάγεται, ὁ δὲ γραμματικὸς ὑπὸ τὴν οὐσίαν. οὕτω καὶ ἐπὶ τούτων τὴν μὲν ἐνέργειαν ὑπὸ τὰ πρός τι ἀνάγομεν, αὐτὸ δὲ τὸ κείμενον ὑπὸ τὴν τοῦ κεῖσθαι κατηγορίαν.
“至于横躺、直立或坐着。” 他说,这些并非姿态,因为姿态固然是相关者,而这些却并非姿态,而是从上述姿态的诸种中派生性地转用而来的:从直立转用出“直立着”,从横卧转用出“横躺着”,从就座转用出“坐着”。而正如它们是从姿态的诸种转用而来的,同样从它们的属(即姿态)中亦将转用出“处于状态”,它是范畴之一;因为这乃是直立着、横躺着、仰卧着和坐着的属。因此,相关者的一个种(即姿态)衍生出了一个范畴(即“处于状态”)。这丝毫不值得奇怪;因为量的两个种亦衍生出了两个范畴,处所衍生出了“在哪里”,时间衍生出了“在何时”——并非处所被称为“在哪里”,而是处于处所之中的事物[被称为在哪里],正如时间本身并非“在何时”,而是发生在时间之中的事物如此一样。但有人或许会向这位哲学家发难,质问他为何将姿态和直立归入相关者之下;因为这些本应归入“处于状态”这一范畴之下。于是我们说,并非凡从某物派生性地被称呼的事物都归属于同一范畴之下;看哪,我们从语法称呼文法家,语法作为知识被归入质之下,而文法家则被归入实体之下。同样,在这些事物上,我们把现实活动归入相关者之下,而把处于状态者本身归入“处于状态”这一范畴之下。
- 4.1ὡς μὴ ἀρεσκόμενος τῷ λόγῳ
ὡς+分词结构表示主观原因或意图。注解者指出,亚里士多德在此并非将该表述作为自己认可的最终定义,而是作为后文将要反驳的古人之说予以暂定使用。
- 4.4εἰκότως ἔδοξεν αὐτὰ χωρίζειν εἰρηκὼς ἔστι δὲ καὶ τὰ τοιαῦτα, ἢ ὅτι
主动词 ἔδοξεν 的依据由两重并列解释构成:首先是由 ἐπειδὴ γὰρ τὰ πρότερα ... εἰρηκώς 引出的分词与从句组合(“说了……看来合理地将它们区分了开来”),继之以 ἢ ὅτι 引出的备选原因(“或者是因为……”)。
- 4.7ἥτις ἐστὶ μία τῶν κατηγοριῶν
关系代词 ἥτις 在语法性上受到了表语名词 μία τῶν κατηγοριῶν(阴性)的吸引(或受邻近的 τῆς θέσεως 影响)而呈现阴性单数,但其意义上的先行词实质是指代范畴意义上的不定词 τὸ κεῖσθαι(处于状态)。
- 4.7οὐχ ὅτι ὁ τόπος λέγεται ποῦ, ἀλλὰ τὰ πράγματα τὰ ἐν τόπῳ ὄντα
对比分句中谓语动词的省略。在 ἀλλὰ 之后承前省略了 λέγεται ποῦ,构成“并非处所本身被称为‘在哪里’,而是处于处所之中的事物[被称为在哪里]”的对照结构。
