- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:66.5-67.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在进入亚里士多德《范畴篇》相关者部分的讲授前,阿摩尼奥斯概述了五个先决问题:顺序、题名、实在性、讲授方式以及向种的划分。
Πρὸ τῆς τῶν πρός τι διδασκαλίας πέντε ταῦτα χρὴ ζητεῖν· τὴν τάξιν αὐτῶν τὴν αἰτίαν τῆς ἐπιγραφῆς τὴν ὑπόστασιν τὸν τρόπον τῆς διδασκαλίας τὴν εἰς τὰ εἴδη διαίρεσιν. καὶ πρῶτον τὴν τάξιν. διὰ ποίαν αἰτίαν τὰ πρός τι προτέτακται τοῦ ποιοῦ, εἴπερ ἁπλῆ τίς ἐστι κατηγορία,1 ἡ δὲ τῶν πρός τι σύνθετος, ῥᾷον δὲ τὰ ἁπλᾶ μανθάνομεν τῶν πολυσχεδῶν; φαμὲν οὖν ὅτι ἐπειδὴ ἐν τῇ τοῦ ποσοῦ διδασκαλίᾳ ἐμνήσθη τῶν πρός τι, ἵνα μὴ ἐπὶ πολὺν χρόνον ἐάσῃ τὸν ἀκροατὴν ἀγνοοῦντα περὶ αὐτῶν, διὰ τοῦτο εὐθέως περὶ αὐτῶν ποιεῖται τὴν διδασκαλίαν, ὥσπερ καὶ ἐν τῇ οὐσίᾳ μνησθεὶς τοῦ ποσοῦ μετὰ τὴν οὐσίαν εὐθὺς περὶ τούτου διαλέγεται. διὰ τί δὲ Περὶ τῶν πρός τι ἐπιγέγραπται, καὶ οὐχὶ περὶ τοῦ πρός τι ἑνικῶς; λέγομεν ὅτι ἐπειδὴ οὐχ οἷόν τε ἓν πρᾶγμα αὐτὸ καθ’ αὑτὸ εἶναι τῶν πρός τι, ἀλλὰ πάντως ἐν δυσὶ θεωρεῖται τὰ πρός τι· τὸ γὰρ δεξιὸν ἀριστεροῦ ἐστι δεξιόν, οὐκ ἂν δὲ εἴποις αὐτὸ καθ’ αὑτὸ δεξιόν. καὶ διὰ τοῦτο πληθυντικῶς Περὶ τῶν πρός τι ἐπέγραψεν, ἐπὶ δὲ τῆς οὐσίας ἑνικῶς· δυνατὸν γὰρ ἓν πρᾶγμα οἷον ἄνθρωπον ξύλον εἶναι οὐσίαν, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ποσοῦ δυνατὸν τὸ δίπηχυ μόνον ποσὸν λέγεσθαι· ἐπὶ δὲ τῶν πρός τι οὐχ ὁμοίως. περὶ δὲ τῆς ὑποστάσεως αὐτῶν τινὲς μὲν ἔλεγον μηδὲν εἶναι τῶν πρός τι φύσει ἀλλὰ θέσει, οἷον τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν καὶ ὅσα τοιαῦτα, οἵτινες οὐκ ὀρθῶς λέγουσιν· οὕτω γὰρ ἔγνωσται ταῦτα τῇ φύσει, ὡς καὶ τὰ μόρια2 τοῦ σώματος σχέσει τινὶ πρὸς ἄλληλα θεωρεῖται, οἷον τὸ μὲν ἧπαρ δεξιὸν ὁ δὲ σπλὴν ἀριστερός, καὶ οὐκ ἄν ποτε γένοιτο οὔτε τὸ ἧπαρ ἀριστερὸν οὔτε ὁ σπλὴν δεξιός. τινὲς δὲ πάντα πρός τι ἔλεγον, ὧν εἷς ἐστι Πρωταγόρας ὁ σοφιστής· οὗτος γὰρ ἔλεγεν ὅτι πᾶς ὁ ὁτιοῦν λέγων ἀληθεύει· ὁ γὰρ λέγων ὅτι τὸ μέλι γλυκύ ἐστιν ἀληθεύει (πρός τινας γὰρ γλυκύ ἐστι), καὶ ὁ λέγων αὐτὸ πικρὸν ἀληθεύει· πρὸς γὰρ τοὺς ἰκτεριῶντας πικρόν ἐστι. τοῦτον οὖν Πλάτων ἐλέγχων φησὶν ὅτι ‘ὦ Πρωταγόρα, ἀληθεύεις λέγων, ὅτι πᾶς ὁ ὁτιοῦν λέγων ἀληθεύει, ἢ ψεύδῃ· εἰ μὲν οὖν ψεύδῃ, εἰκότως διὰ τοῦτό σοι οὐ πιστεύσομεν, εἰ δ’ ἀληθεύεις λέγων ὅτι πᾶς ὁ ὁτιοῦν λέγων ἀληθεύει, λέγομεν δὲ περὶ σου ὅτι ψεύδῃ, ἀληθεύομεν ἄρα, ὥστε πάλιν ψεύδῃ, καὶ οὐ πάντα τῶν πρός τί ἐστι.’ τινὲς δὲ ὀρθῶς εἶπον ὅτι τῶν πραγμάτων τὰ μὲν ἐστι πρός τι, τὰ δὲ αὐτὰ καθ’ αὑτά, πρός τι μὲν οἷον δεξιὸν ἀριστερόν, αὐτὰ δὲ καθ’ αὑτὰ οἷον σῶμα ἄνθρωπος· καὶ γὰρ ὁ ἄνθρωπος καθὸ ἄνθρωπος οὐκ ἔστι τῶν πρός τι. καὶ ταῦτα μὲν περὶ τῆς ὑποστάσεως τῶν πρός τι. τρόπῳ δὲ διδασκαλίας κέχρηται τοιῷδε· πρότερον ἀποδίδωσι τὸν ὁρισμὸν αὐτῶν, ὃν οἱ παλαιοὶ ἔθεντο, εἶτα δείκνυσιν ἄτοπα πολλὰ τῷ ὁρισμῷ τούτῳ ἑπόμενα, καὶ οὕτως ἕτερον αὐτὸς ἴδιον αὐτῶν ἀποδίδωσιν, ὃ καὶ μόνοις καὶ πᾶσιν ὑπάρχει. ἵνα δὲ μὴ δόξῃ τῶν παλαιῶν κατατρέχειν, πρότερον τὸν αὐτῶν ὁρισμὸν ὡς ἴδιον τῶν πρός τι ἀποδίδωσιν. ἡ δὲ διαίρεσις τῶν πρός τί ἐστιν αὕτη· τῶν πρός τι τὰ μὲν καθ’ ὁμωνυμίαν ὡς τὸ ὅμοιον τῷ ὁμοίῳ ὅμοιον, τὰ δὲ καθ’ ἑτερωνυμίαν ὡς τὸ δεξιὸν ἀριστεροῦ δεξιόν. καὶ τούτων τὰ μὲν κατὰ τὸ περιέχον καὶ περιεχόμενον ὡς τὸ διπλάσιον ἡμίσεος διπλάσιον, τὰ δὲ κατὰ τὸ ἄρχον καὶ ἀρχόμενον ὡς ὁ δεσπότης δούλου δεσπότης, τὰ δὲ κατὰ τὸ κρῖνον καὶ κρινόμενον ὡς τὸ αἰσθητὸν αἰσθήσει αἰσθητόν, τὰ δὲ κατὰ τὸ μετέχον καὶ μετεχόμενον ὡς ὁ ἐπιστήμων τῷ μετέχειν ἐπιστήμης λέγεται ἐπιστήμων, τὰ δὲ κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν ὡς ὁ πατὴρ υἱοῦ πατήρ, τὰ δὲ κατὰ τὸ ποιοῦν καὶ πάσχον ὡς ὁ τύπτων τυπτόμενον τύπτει, τὰ δὲ κατὰ τὴν ἐν τόπῳ διαφορὰν ὡς ἀριστερὸς δεξιοῦ ἀριστερὸς καὶ δεξιὸς ἀριστεροῦ δεξιός.
在关于相关者的讲授之前,必须探究这五点:它们的顺序、题名的原因、实在性、讲授的方式、以及向种的划分。首先是顺序。出于何种原因,相关者被置于性质之前,如果[性质]是一个单纯的范畴,而相关者的范畴是复合的,并且我们学习单纯的事物比学习复杂的事物更容易?因此我们说,因为在关于量的讲授中他提到了相关者,为了不让听讲者在很长一段时间里对它们一无所知,由于这一原因,他随即进行了关于它们的讲授,正如在实体中提到量之后,在实体之后立刻讨论了量一样。那么为何题名为复数的《论相关者》,而非单数的《论相关者》?我们说,这是因为单单一件事物不可能就其自身属于相关者,而相关者无论如何都是在两件事物中被考察的;因为右是左的右,你不可能说它就其自身是右。正是由于这一原因,他以复数题名为《论相关者》,而在实体上则是单数;因为一件事物(例如人或木头)完全可能是实体,同样在量上,单单两肘之物亦可能被称为量;但在相关者上却并非同样。而关于它们的实在性,有些人曾说相关者中没有任何事物是出于自然,而是出于约定,例如右和左以及诸如此类的事物,这些人说得并不正确;因为这些事物被自然确定到了如此地步,以至于身体的各个部分亦是在彼此的某种关系中被考察的,例如肝脏是右,脾脏是左,并且肝脏绝不可能变成左,脾脏亦绝不可能变成右。然而有些人曾说一切事物皆是相关者,诡辩家普罗泰戈拉就是其中之一;因为他曾说凡是陈述任何事物的人都在说真话;因为说蜂蜜是甜的人是在说真话(因为对某些人来说它是甜的),而说它是苦的人亦在说真话;因为对患黄疸病的人来说它是苦的。于是柏拉图反驳他道:‘普罗泰戈拉啊,你说凡陈述任何事物的人都在说真话,你说的是真话还是在说谎?如果你在说谎,理所当然地由于这一原因我们不会相信你;但如果你在说凡陈述任何事物的人都在说真话时说的是真话,而我们关于你说你在说谎,那么我们说的便是真话,从而你再次在说谎,并非一切事物皆属于相关者。’但有些人正确地指出,在事物中,有些是相关者,有些则是就其自身而言的:相关者例如右和左,而就其自身而言的例如物体和人;因为人就其为人而言并不属于相关者。关于相关者的实在性便说到这里。他所采用的讲授方式如下:首先他给出了古人所设立的关于它们的定义,接着指出伴随这一定义的诸多荒谬之处,从而他自己给出了它们的另一个固有属性,即既唯一属于它们亦属于所有它们的属性。为了不显得是在攻击古人,他首先将他们的定义作为相关者的固有属性给出。相关者的划分如下:在相关者中,有些是依同名性,如相似者相对于相似者而言是相似的;有些是依异名性,如右是左的右。而在这些之中,有些是依照包含者与被包含者,如双倍是半数的双倍;有些是依照统治者与被统治者,如主人是奴隶的主人;有些是依照判定者与被判定者,如可感知物对感知而言是可感知物;有些是依照分有者与被分有者,如知晓者因分有知识而被称作知晓者;有些是依照原因者与被原因者,如父亲是儿子的父亲;有些是依照施动者与受动者,如击打者击打被击打者;有些是依照位置上的差异,如左是右的左,右是左的右。
- 4.0εἴπερ ἁπλῆ τίς ἐστι κατηγορία
条件从句的主语被省略,根据紧接在前的 τοῦ ποιοῦ(性质)补充为主语“性质[的范畴]”。后文的对照分句 ἡ δὲ τῶν πρός τι σύνθετος(而相关者的范畴是复合的)证实了此处是在比较性质与相关者这两个范畴。
- 4.0οὕτω γὰρ ἔγνωσται ταῦτα τῇ φύσει, ὡς καὶ τὰ μόρια
此句为 οὕτω... ὡς... 的关联结构,ὡς 引导的分句起表示结果或程度(“由自然确定到了如此地步,以至于……”)的作用。作者以身体部位固定的左右配置为例,来证明相关属性出于自然的确凿性。
