- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:64.5-66.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯解释了亚里士多德驳斥‘大’与‘小’之相反性的归结(即同一事物同时接纳相反者并与自身交战的荒谬性),探讨了处所中的‘上’与‘下’是否为相反者,考察了量的固有属性(无相反者、不接纳更多与更少、被称作相等与不相等),并解答了物体如何同时归属于实体与量这两个范畴。
" Οἷον ἐπὶ τῆς οὐσίας· δεκτικὴ μὲν τῶν ἐναντίων." Δεκτικὴ μὲν γὰρ ἡ οὐσία τῶν ἐναντίων ἐστίν, οὐ μέντοι κατὰ τὸν αὐτὸν χρόνον ἐν τῷ αὐτῷ μέρει ἅμα τὰ ἐναντία ἐπιδέχεται· οὐδέποτε γὰρ ἔσται τὸ αὐτὸ κατὰ τὸν αὐτὸν χρόνον ψυχρὸν καὶ θερμὸν ἢ λευκὸν καὶ μέλαν.
“例如在实体上[所见]:即[实体]固然能接纳相反者。” 因为实体固然能接纳相反者,然而并不能在同一时间内、在同一部分中同时接纳相反者;因为同一事物绝不会在同一时间内既是冷又是热,或者既是白又是黑。
"Καὶ αὐτὰ ἑαυτοῖς συμβαίνει ἐναντία εἶναι." Ἐπιτείνων οὖν τὸ ἄτοπόν φησιν ὅτι εἰ ἔστι τὸ μέγα τῷ μικρῷ ἐναντίον, συμβήσεται οὐ μόνον τὸ αὐτὸ ἅμα κατὰ τὸν αὐτὸν χρόνον τῶν ἐναντίων εἶναι δεκτικόν, ἀλλὰ καὶ αὐτὸ ἑαυτῷ μάχεσθαι, ὅπερ ἀδύνατον· οὐδὲν γὰρ τῶν ὄντων αὐτὸ ἑαυτῷ μάχεται.
“并且其结果是它们自身对于自身是相反的。” 因此,他加剧了其荒谬性,说道:如果‘大’与‘小’是相反的,结果不仅同一事物将在同一时间内同时接纳相反者,而且它自身亦将与自身交战,而这是不可能的;因为在存在者中没有任何事物与自身交战。
"Οὐκ ἔστιν ἄρα τὸ μέγα." Πρότερον ὑποθέμενος αὐτὰ ἐναντία εἶναι ἔδειξεν ὅτι ποσὰ οὐκ ἔστιν, ἔπειτα ὑπέθετο ποσὰ καὶ ἔδειξεν ὅτι οὐκ εἰσὶν ἐναντία. τὸ δὲ ἀληθὲς οὔτε ποσά ἐστιν οὔτε ἐναντία, τῶν δὲ πρός τι. ἀλλ’ εἴπερ ἄρα τῶν πρός τί ἐστι, δεῖ αὐτὰ εἶναι ἐν ἑτέρᾳ κατηγορίᾳ, ἵνα δέξηται τῶν πρός τι τὴν σχέσιν. ποῦ δ’ ἂν εἴη εἰ μὴ ἐν τῇ τοῦ ποσοῦ, εἴ γε ἐναντία οὐκ ἔστι;
“因此大并不是[相反者]。” 此前他设定它们是相反者,从而指明了它们不是量;随后他又设定它们是量,从而指明了它们不是相反者。但真相是,它们既不是量亦不是相反者,而是属于相关者。然而,如果它们果真属于相关者,它们就必须在另一个范畴中,以便接纳相关者的关联。如果它们确实不是相反者,除了在量的范畴中,它们又能在何处呢?
"Μάλιστα δὲ ἡ ἐναντιότης." Εἰ βούλεταί τις, φησίν, ἐν τῷ ποσῷ ἐναντιότητα θεωρῆσαι, λάβοι τὸ ἄνω καὶ τὸ κάτω· ταῦτα γὰρ καὶ πλεῖστον διεστήκασιν ἀλλήλων, τοῦτ’ ἔστι τὸν ὁρισμὸν τῶν ἐναντίων ἐπιδέχεται· οὕτω γὰρ καὶ ὁρίζονται τὰ ἐναντία ‘τὰ πλεῖστον ἐν τῷ αὐτῷ γένει ἀπ’ ἀλλήλων διεστηκότα.’ τούτῳ δὲ οὐκ ἀρέσκεται·1 οὐ γὰρ ἔστιν ὅλως ἄνω καὶ κάτω, ἀλλὰ πέριξ καὶ μέσον, ἃ οὐκ ἔστιν ἐναντία ἀλλὰ τῶν πρός τι· τὸ γὰρ πέριξ μέσου τινὸς πέριξ λέγεται.
“而相反性最[显著地似乎存在于]。” 他说,如果有人希望在量中考察相反性,不妨取‘上’与‘下’;因为这两者亦彼此相距最远,也就是说,它们接纳相反者的定义;因为相反者亦被如此定义:‘在同一属中彼此相距最远者’。但他对此并不满意;因为根本不存在‘上’与‘下’,而存在‘周边’与‘中心’,这两者不是相反者,而是属于相关者;因为周边被称为某一中心的周边。
"Τὰ γὰρ πλεῖστον ἀλλήλων." Ὅρα πῶς ἡ φύσις βουλομένη ἑνῶσαι τὰ ἐναντία, ὑπὸ τὸ αὐτὸ γένος αὐτὰ ἐποίησε· λευκοῦ γὰρ καὶ μέλανος ἐναντίων ὄντων γένος τὸ χρῶμα, καὶ θερμοῦ καὶ ψυχροῦ τὸ ποιόν. καὶ εἰς ἓν δὲ ὑποκείμενον τὴν μάχην ποιοῦνται.
“因为那些彼此相距最远者。” 看哪,自然出于希望使相反者联合起来的意愿,将它们置于同一属之下;因为当白与黑是相反者时,它们的属是颜色,而热与冷的[属]是性质。并且它们在一个基底层中进行交战。
"Οὐ δοκεῖ δὲ τὸ ποσὸν ἐπιδέχεσθαι." Εἰπὼν ὅτι ἴδιον τοῦ ποσοῦ τὸ μηδὲν ἔχειν ἐναντίον καὶ δείξας ὅτι παντὶ τοῦτο ὑπάρχει, οὐκ εἶπεν ὅτι οὐ μόνῳ (δῆλον γὰρ ἦν ἐκ τῶν περὶ τῆς οὐσίας εἰρημένων τοῦτο), ἀλλ’ ἐφ’ ἕτερον μεταβέβηκε τοῦ ποσοῦ ἴδιον, τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. καὶ τοῦτο εἰκότως· ὅπου γάρ ἐστιν ἐναντιότης, ἐκεῖ τὸ μᾶλλον καὶ ἧττον, ὅπου δὲ οὐκ ἔστιν, οὐδὲ τὸ μᾶλλον καὶ ἧττον εὑρίσκεται· τὸ γὰρ μᾶλλον καὶ ἧττον ἐκ τῆς τῶν ἐναντίων μίξεως γίνεται. ἰστέον δὲ ὅτι καὶ τοῦτο πάλιν ἀποδοκιμάζει ὡς καὶ τῇ οὐσίᾳ ἁρμόζον καὶ ἐπὶ ἕτερον μεταβέβηκεν ἴδιον, ὃ καὶ κυρίως κέκληκεν ἴδιον.
“而量似乎并不接纳[更多和更少]。” 在说明了没有任何相反者是量的固有属性,并且指明了这一点属于所有[量]之后,他并没有说这一点并非仅仅属于它(因为这从关于实体所说的话中已然明了),而是转到了量的另一个固有属性,即不接纳更多和更少。而这亦是合乎情理的;因为凡有相反性之处,便有更多和更少,而凡没有之处,亦寻不见更多和更少;因为更多和更少来自相反者的混合。但应当知晓的是,他再次否定了这一定性,因为它亦适用于实体,从而转到了另一个固有属性,即他严格称之为固有属性者。
"Ἴδιον δὲ μάλιστα τοῦ ποσοῦ τὸ ἴσον τε." Οὐκ εἶπε περὶ τοῦ προαποδεδομένου ἰδίου ὅτι οὐκ ἔστι τοῦτο ἴδιον τοῦ ποσοῦ· δῆλον γὰρ ἦν ἐκ τῶν ῥηθέντων ἐν τῷ περὶ τῆς οὐσίας λόγῳ. τοῦτο δὲ κυρίως ἴδιόν ἐστι τοῦ ποσοῦ τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι. εἰ δὲ καὶ ἐπ’ ἄλλου τινὸς λέγομεν τὸ ἴσον τε καὶ ἄνισον, οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός· οἷον ἴσον λέγομεν εἶναι τοῦτο τὸ λευκὸν σῶμα τούτῳ τῷ λευκῷ σώματι, καὶ ἄνισον δὲ ὡσαύτως, οὐ καθὸ λευκὸν ἀλλὰ καθὸ σῶμα. εἴποι δ’ ἄν τις τῶν ἀκριβῶς ἀκροωμένων ‘πῶς ὁ Ἀριστοτέλης τὸ σῶμα ἔταξεν ὑπὸ τὴν οὐσίαν καὶ πάλιν ὑπὸ τὸ ποσόν, καίτοι εἴπομεν ἐν τοῖς προοιμίοις ὅτι οὐδὲν τῶν ὄντων ὑπὸ δύο κατηγορίας ἀνάγεται;’ φαμὲν οὖν ὅτι κατ’ ἄλλο καὶ ἄλλο2 λαμβάνει τὸ σῶμα· ἔστι γὰρ ἔνυλον σῶμα, οἷον φέρε εἰπεῖν λίθος ἢ ξύλον, ἔστι δὲ καὶ τὸ λόγῳ θεωρούμενον σῶμα 〈οἷον〉 τὸ μαθηματικόν. ἐν οὖν τῇ οὐσίᾳ τὸ ἔνυλον σῶμα ἔλαβεν, ἐν δὲ τῷ ποσῷ τὸ λόγῳ θεωρούμενον ἔλαβεν.
“而最属于量的固有属性乃是被称作相等[和不相等]。” 关于先前给出的固有属性,他并没有说这不是量的固有属性;因为这从关于实体的论述中所说的话中已然明了。但这才是严格意义上属于量的固有属性:被称作相等以及不相等。即使我们亦在其他某种事物上说相等与不相等,那亦不是就其自身,而是依偶性;例如,我们说这个白物体等于这个白物体,不相等亦同样,不是就它是白而言,而是就它是物体而言。但听讲严谨之人中或许有人会说:‘亚里士多德为何将物体列在实体之下,又列在量之下,尽管我们在绪论中曾说过,存在者中没有任何事物归入两个范畴?’因此我们说,他是从不同的方面取物体的;因为既存在质料性物体,例如比方说石头或木头,亦存在通过理智考察的物体,例如数学上的物体。因此,在实体中他取了质料性物体,而在量中他取了通过理智考察的物体。
- 3.30τούτῳ δὲ οὐκ ἀρέσκεται
动词 ἀρέσκομαι 与与格 τούτῳ 连用,意为“他(亚里士多德)对这一点(即视‘上’与‘下’为相反者的观点)并不满意”。句中未言明的主语是亚里士多德,此为中被动态支配与格的用法。
- 3.33κατ’ ἄλλο καὶ ἄλλο
介词 κατά 与代词 ἄλλο 重叠连用,构成固定副词性短语,意为“从某一角度与另一角度”或“从不同的方面”,修饰动词 λαμβάνει(理解、取)。
