← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《范畴篇》注释

§62.1-64.4

大小与多少的相关性及量无相反者论

安摩尼乌阐释亚里士多德关于‘大/小’与‘多/少’属于相关者而非量,且即便视作量亦不可能构成相反者的论证(5b14–5b33),剖析了确定量与不确定量的区分以及归谬论证的结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.20

" Εἰ μὴ τὸ πολὺ τῷ ὀλίγῳ." Ἐνταῦθα οἰκείως τὸν περὶ τούτων ἐξετάζει λόγον, εἰ τὸ μέγα καὶ τὸ μικρὸν ἐναντία εἰσίν· ἐν γὰρ τῷ περὶ τῆς οὐσίας λόγῳ μνησθεὶς μόνον παρῆλθε, συγχωρήσας αὐτὰ ἐναντία εἶναι τῇ ἀντιπαραστάσει.1 ἔστι δὲ τοῦ ποσοῦ τὰ μὲν ὡρισμένα, τὰ δὲ ἀόριστα· ὡρισμένα μὲν ὡς τὸ δίπηχυ καὶ τὸ τρίπηχυ, ἃ καὶ κυρίως ποσά ἐστιν, ἀόριστα δὲ ὡς τὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον. ἔστι δὲ τὸ μὲν μέγα καὶ μικρὸν ἀπὸ τοῦ συνεχοῦς (μέγα γὰρ σῶμα καὶ μικρὸν λέγομεν, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων συνεχῶν καὶ θέσιν ἐχόντων), τὸ δὲ πολὺ καὶ ὀλίγον ἀπὸ τοῦ διωρισμένου καὶ θέσιν μὴ ἔχοντος· πολὺς γὰρ ὁ χρόνος καὶ ὀλίγος λέγεται, ὁμοίως καὶ ὁ ἀριθμός. διὸ καὶ ἐπὶ τῶν παραδειγμάτων γυμνάσας τὸ μέγα καὶ μικρὸν ἐπὶ τοῦ ὄρους ἔλαβε καὶ τῆς κέγχρου, ἅπερ ἦν τοῦ συνεχοῦς· σῶμα γὰρ ἑκάτερον.

“除非‘多’[相反]于‘少’。” 在此他适切地探讨关于这些的论辩,即‘大’与‘小’是否为相反者;因为在关于实体的论述中,他仅仅提及便带过了,并通过抗辩性让步承认了它们是相反者。而量有些是确定的,有些是不确定的:确定的如‘两肘’和‘三肘’,这些亦是严格意义上的量;不确定的如‘大’与‘小’以及‘多’与‘少’。而‘大’与‘小’来自连续之物(因为我们说‘大物体’与‘小物体’,同样亦在其他连续且具有位置的事物上如此说),而‘多’与‘少’来自区分之物且不具有位置者;因为时间被说成‘多’与‘少’,数亦同样如此。因此,他在通过例证进行演练时,亦就山和粟粒取了‘大’与‘小’,而这些曾属于连续之物;因为二者皆是物体。

§3.21

"Οὐδὲν γὰρ αὐτὸ καθ’ αὑτὸ μέγα λέγεται ἢ μικρόν." Πάλιν ἐνταῦθα κατὰ συγχώρησιν· εἰ γὰρ καὶ ἐναντία εἰσὶ τὸ μέγα καὶ τὸ μικρόν, οὐκ εἰσὶ ποσά, ἀλλὰ τῶν πρός τι· τὸ γὰρ μέγα τοῦ μικροῦ λέγεται μέγα καὶ τὸ μικρὸν τοῦ μεγάλου μικρόν. ὕστερον δὲ δείκνυσιν ὅτι οὐδὲ ἐναντία εἰσίν, ἀλλὰ πρὸς ἕτερον ἀναφέρεται.

“因为没有任何事物就其自身而言被称为大或小。” 在此他又依让步而论;因为即便‘大’与‘小’是相反者,它们亦不是量,而是属于相关者;因为大被称为相对于小的大,小被称为相对于大的小。而后他指出它们甚至不是相反者,而是关联于另一事物。

§3.22

"Οἷον ὄρος μὲν μικρόν." Εἰ γὰρ αὐτὸ καθ’ αὑτὸ ἐλέγετο τὸ μέγα καὶ τὸ μικρόν, οὐδέποτε τὸ μὲν ὄρος μικρὸν ἡ δὲ κέγχρος μεγάλη ἐλέγετο. οὔκουν τὸ μὲν ὄρος μικρὸν λέγομεν2 δηλονότι πρὸς ἄλλο ὄρος αὐτὸ παραβάλλοντες, τὴν δὲ κέγχρον μεγάλην ἄλλης δηλονότι μείζονα. οὐκ ἄρα αὐτὸ καθ’ αὑτὸ λέγεται μέγα ἢ μικρόν, ἀλλὰ πρὸς ἄλλο. τὸ δ’ αὐτὸ γυμνάζει καὶ ἐπὶ πολλῶν καὶ ὀλίγων, ἅπερ οὐκ εἰσὶ τοῦ ἀριθμοῦ, τοῦτ’ ἔστι τοῦ διωρισμένου, ἀλλὰ μᾶλλον τῶν πρός τι.

“例如山[被称为]小。” 因为如果‘大’与‘小’是就其自身而言被言说,山就绝不会被称为小,粟粒亦绝不会被称为大。因此,我们称山为小,显然是将它与另一座山相比较,而称粟粒为大,显然是因它大于另一粟粒。所以它并非就其自身而言被称为大或小,而是相对于另一事物。他亦在‘多’与‘少’上演练同样的事理,而这些并不属于数,即并不属于区分之物,而是更属于相关者。

§3.23

"Ἔτι τὸ μὲν δίπηχυ καὶ τρίπηχυ." Ἄλλο ἐπιχείρημα κατασκευάζων τὸ μέγα καὶ τὸ μικρὸν μὴ εἶναι τοῦ ποσοῦ, ἀλλὰ μᾶλλον τῶν πρός τί 〈φησι3〉· φησὶ γὰρ ὅτι τὸ κυρίως ποσὸν καὶ πεπερασμένον ἐστίν, οἷον ἥδε ἡ γραμμὴ καὶ ποσόν ἐστι καὶ τῇ ἑαυτῆς φύσει πεπέρασται δίπηχυς οὖσα, φέρε εἰπεῖν, ἢ δεκάπηχυς. ὁμοίως καὶ τἆλλα ποσὰ ὡρισμένα εἰσί. τὸ δὲ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον οὐκ εἰσὶν ὡρισμένα, οὔτε πρὸς ἡμᾶς οὔτε καθ’ ἑαυτά, ἀλλ’ ἀόριστα. ὥστε τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον οὐκ εἰσὶ τοῦ ποσοῦ.

“此外,两肘与三肘。” [他]构造另一论证,证明‘大’与‘小’不属于量,而是更属于相关者;因为他说严格意义上的量亦是有限定的,例如这条线既是量,又由于其自身的本性而是有限定的,比方说是两肘或十肘。同样,其他量亦是确定的。而‘大’与‘小’以及‘多’与‘少’,无论相对于我们还是就其自身而言都不是确定的,而是不确定的。因此,‘大’与‘小’以及‘多’与‘少’不属于量。

§3.24

"Ἔτι ἐάν τε τιθῇ τις ταῦτα." Δείξας ὅτι τῶν πρός τί εἰσι καὶ οὐ τοῦ ποσοῦ, νῦν κατὰ ἀντιπαράστασιν συγχωρῶν φησιν ὅτι κἂν τοῦ ποσοῦ ὦσιν, ὅμως οὐκ εἰσὶν ἐναντία τὸ μέγα τῷ μικρῷ καὶ τὸ πολὺ τῷ ὀλίγῳ.

“此外,无论是否有人将这些措定为[量]。” 在指明了它们属于相关者而不属于量之后,现在他依抗辩性让步而声称,即使它们属于量,‘大’对于‘小’以及‘多’对于‘少’仍然不是相反者。

§3.25

"Οὐκ ἔστιν αὐτοῖς ἐναντίον." Ὃ λέγει τοιοῦτόν ἐστι· δεῖ τὰ ἐναντία πρῶτον εἶναι καθ’ ἑαυτὰ ἀπολελυμένην ἔχοντα τὴν ὑπόστασιν, εἶτα οὕτως συνέρχεσθαι καὶ τὴν μάχην ἀναδέχεσθαι, τοῦτ’ ἔστιν ἀντικεῖσθαι, ὅπερ ἐπὶ τῶν πρός τι ἀδύνατον, διὸ οὔτε πολεμεῖ ἀλλήλοις, ἀλλὰ μᾶλλον καὶ συνεισάγει. ταύτῃ γὰρ διαφέρει τὰ πρός τι τῶν ἐναντίων, ὅτι τὰ μὲν ἐναντία πρῶτον καθ’ ἑαυτά ἐστιν, ἔπειτα συμβάλλει καὶ μάχεται, τὰ δὲ πρός τι ἀλλήλοις συντίκτεται. οὕτως οὖν κἂν μηδαμῶς ᾖ λευκόν, μένει τὸ μέλαν, τὸν δὲ πατέρα ἐὰν ἀφέλῃς, οἴχεται ὁ υἱός. ἐπεὶ οὖν τὸ μέγα καὶ τὸ μικρὸν οὐ καθ’ αὑτὰ ἀλλὰ πρὸς ἕτερον, ὁμοίως καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον, καὶ οὐκ ἂν αὐτὸ καθ’ ἑαυτὸ οὔτε τὸ μέγα οὔτε τὸ μικρὸν ὑποσταίη, δῆλον ὡς οὐκ εἰσὶν ἐναντία.

“对于它们并无相反者。” 他所说的是这样的:相反者必须首先就其自身而言拥有独立的存立,然后才以这种方式聚合并承受交战,即对立;而这在相关者上是不可能的,因此它们既不彼此交战,反而更相互共引。正是在这一点上相关者不同于相反者:相反者首先就其自身存在,然后才相撞并交战;而相关者则是彼此共同产生的。因此这样一来,即使白完全不存在,黑亦留存;但若你除去了父亲,儿子亦随之而去。因此,既然‘大’与‘小’不是就其自身而是相对于另一事物,‘多’与‘少’亦同样,并且无论是大还是小都无法就其自身存立,显而易见它们不是相反者。

§3.26

"Ἔτι δὲ εἰ ἔσται τὸ μέγα καὶ τὸ μικρόν." Ἕτερον ἐπιχείρημα διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· φησὶ γὰρ ὅτι εἰ τὸ μέγα καὶ τὸ μικρὸν φαίημεν εἶναι ἐναντία, συμβήσεται4 τὸ αὐτὸ μέγα εἶναι καὶ μικρὸν πρὸς ἄλλο καὶ ἄλλο δηλονότι παραβαλλόμενον, ὥστε τῶν ἐναντίων δεκτικὸν εἶναι κατὰ τὸν αὐτὸν χρόνον, καὶ ἔσται αὐτὸ ἑαυτῷ ἐναντίον, ὅπερ ἐστὶν ἀδύνατον. ὥστε τὸ μέγα καὶ τὸ μικρὸν οὐκ ἔστιν ἐναντία.

“再者,如果大与小将是[相反者]。” 这是通过归谬法的另一论证;因为他说,如果我们说‘大’与‘小’是相反者,结果就会是同一事物既是大又是小,这显然是在与不同的事物相比较时,以至于在同一时间内接纳相反者,并且它自身将对于自身相反,而这是不可能的。因此,‘大’与‘小’不是相反者。

语法注4 条
  1. 3.20συγχωρήσας αὐτὰ ἐναντία εἶναι τῇ ἀντιπαραστάσει

    分词 συγχωρήσας 说明此前一笔带过的原因。与格 τῇ ἀντιπαραστάσει 是修辞学与逻辑学术语,指在论辩中为进一步反驳而暂且承认对方立场的抗辩性让步(concessio)。

  2. 3.22οὔκουν τὸ μὲν ὄρος μικρὸν λέγομεν

    在晚期希腊语注释文献中,第一音节带重音的 οὔκουν 不带否定意义,而等同于古典时期的 οὐκοῦν,引导肯定性的推论(“因此”)。后文的分词短语 δηλονότι... παραβάλλοντες 补充说明我们称山为小的依据。

  3. 3.23Ἄλλο ἐπιχείρημα κατασκευάζων... 〈φησι〉

    分词 κατασκευάζων(“确立/论证”)支配宾语 ἄλλο ἐπιχείρημα 及其后的不定式补足从句。校勘添加的 〈φησι〉 为主句提供了限定动词,引出后文的解释性陈述。

  4. 3.26εἰ τὸ μέγα καὶ τὸ μικρὸν φαίημεν εἶναι ἐναντία, συμβήσεται

    这是一个混合条件句,条件从句用希求式(εἰ... φαίημεν),归结从句用直陈式将来时(συμβήσεται)。在归谬论证中,假设本身作为潜在线索被提出(希求式),而由此导出的逻辑必然结果则以直陈式将来时断言。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:62.1-64.4