← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《范畴篇》注释

§59.9-61.9

无位置的量、依附性量与量的固有特征

注释亚里士多德《范畴篇》5a25–5b11,论证了时间、数与言明并非由具有位置的部分组成,阐明了白、活动与运动仅是依附性地被称为量,随后转向对量所特有的性质(不存在相反者)的考察。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.14

" Ἢ ποῖά γε πρὸς ἄλληλα συνάπτει τῶν μορίων. οὐδὲ τὰ τοῦ χρόνου." Οὐδὲ γὰρ ὅλος ὁ χρόνος ἅμα ὑφίσταται, ἀλλὰ κατὰ μόνον τὸ νῦν, ἐν δέ γε τῷ γίνεσθαι καὶ φθείρεσθαι μόνον τὸ εἶναι ἔχει. ὃ οὖν οὐχ ὑπομένει, πῶς ἔχοι τινὰ θέσιν λαβεῖν;

“或者各部分中何种部分彼此结合。时间的[部分]亦非如此。” 因为哪怕整个时间也并非同时存立,而仅仅按照‘现在’存立,并且仅仅在生成与毁灭中拥有其存在。因此,不存留的事物,又怎能取得某种位置呢?

§3.15

"Ἀλλὰ μᾶλλον τάξιν τινά." Τάξιν δὲ λέγει φυσικήν· πρότερον γὰρ τὸ νῦν τοῦ μέλλοντος, οὐκέτι δὲ τὸ μέλλον τοῦ νῦν πρότερον. καὶ τοῦτό ἐστι τάξις φυσική, ὅταν μὴ ἀνακάμπτῃ. πρὸς ἡμᾶς δὲ τάξις ἐστίν, ὅταν ἀδιαφόρως ἀνακάμπτῃ, οἷον † ‘πρῶτος ὅδε τῶνδε’ ἀπὸ τῶν δεξιῶν ἀρξάμενοι τοῦ πρώτου, καὶ πάλιν εἰ βουληθείημεν ἀπὸ τῶν ἀριστερῶν ἀρξάμενοι εἰπεῖν.

“而毋宁具有某种秩序。” 他所说的秩序是指自然的秩序;因为‘现在’先于未来,而未来不再先于‘现在’。当不可逆转时,这就是自然的秩序。而相对于我们的秩序,则是可以无差别地逆转时,例如从右边作为第一个开始说‘这人在这些人中是第一位’,并且如果愿意又可以从左边开始说。

§3.16

"Καὶ ἐπὶ τοῦ ἀριθμοῦ δὲ ὁμοίως." Ἐπειδὴ ὁ ἀριθμὸς διττός,1 ὁ μὲν ἐν τῇ ψυχῇ ἀριθμῶν, ὁ δὲ ἐν τοῖς ἀριθμητοῖς (ὥσπερ καὶ ξέστης διττός, ὁ μὲν ὡς μετρῶν οἷον ὁ χαλκοῦς ξέστης, ὁ δὲ ὡς μετρούμενος οἷον οἴνου καὶ μέλιτος), ἐπεὶ οὖν ὁ ἀριθμὸς διττός, ὡς εἴρηται, ὁ μὲν ἐν τῇ ψυχῇ ὁ δὲ ἐν τοῖς αἰσθητοῖς, ὁ μὲν ἐν τῇ ψυχῇ ἀριθμὸς δῆλον ὅτι οὐκ ἂν εἴη ἐκ θέσιν ἐχόντων μορίων (οὐ γὰρ ἔχει τινὰ θέσιν τὰ μόρια αὐτοῦ, ἀλλ’ ἔστι μόνον ἐν τῇ ψυχῇ νοητός), ὁ δὲ ἐν τοῖς ἀριθμητοῖς οἷον ἐν τοῖς δέκα ἀνθρώποις ἢ ἵπποις ἐξ ἐχόντων θέσιν ἐστί· τὰ γὰρ μόρια αὐτοῦ κεῖταί που καὶ θέσιν τινὰ ἔχει πρὸς ἄλληλα· διὰ τοῦτο οὕτως εἶπεν θέσιν δὲ οὐ πάνυ λάβοις ἄν, καὶ οὐκ εἶπεν ‘οὐδαμῶς λάβοις ἄν’.

“而在数的情形下亦同样。” 既然数是双重的,一种是在灵魂中计数的数,另一种是在被计数的事物之中的数(正如升量器亦是双重的,一种是作为计量的量器,例如青铜升量器,另一种是作为被计量的量器,例如酒和蜂蜜的升量器),因此既然如前所述数是双重的,一种在灵魂中,另一种在可感觉事物中,那么灵魂中的数显然不可能由具有位置的部分组成(因为它的各部分不具有任何位置,而只是在灵魂中作为被理会之物而存在),而在被计数事物中的数,例如在十个人或十匹马中的数,则是由具有位置的部分组成的;因为它的各部分位于某处,并且彼此之间具有某种位置。为此他这样说“但你未必能把握位置”,而没有说‘你绝不可能把握’。

§3.17

"Καὶ ὁ λόγος δὲ ὡσαύτως." Τοῦτ’ ἔστι καὶ ὁ λόγος τῶν μὴ ἐχόντων θέσιν ἐστίν· ἐπειδὴ γὰρ ἐν τῷ λέγεσθαι τὸ εἶναι ἔχει καὶ οὐδὲν αὐτοῦ τῶν μορίων μένει, ἵνα καὶ τινα θέσιν λάβῃ.2

“言明亦同样。” 这就是说,言明亦属于不具有位置的事物;因为它的存在在于被言说,并且它的任何部分都不存留,以便甚至取得某种位置。

§3.18

"Οἷον πολὺ τὸ λευκόν." Ἔργον ἐπιστήμονος μὴ μόνον τὰ ὑποβεβλημένα αὐτῷ πράγματα σκοπεῖν, ἀλλὰ καὶ τὰ δοκοῦντα μὲν εἶναι, κατὰ ἀλήθειαν δὲ οὐκ ὄντα διεξέρχεσθαι καὶ διελέγχειν. ἐπεὶ οὖν τὸ λευκὸν δοκεῖ ποσὸν εἶναι (λέγομεν γὰρ πολὺ καὶ ὀλίγον λευκόν, ἅπερ ἐστὶ τοῦ ποσοῦ, ἀλλὰ καὶ τὴν πρᾶξιν λέγομεν μακράν), φησὶν ὅτι κυρίως οὐκ εἰσὶ ταῦτα ποσά, ἀλλὰ κατὰ συμβεβηκός· ἐπειδὴ γὰρ τὸ λευκὸν ἐν ἐπιφανείᾳ, ἐκείνης πολλῆς ἢ ὀλίγης οὔσης λέγομεν τὸ λευκὸν πολὺ ἢ ὀλίγον εἶναι. ὁμοίως δὲ καὶ ἐπὶ τῆς πράξεως οἷον πόλεμος μακρὸς λέγεται κατὰ συμβεβηκός· ἐπειδὴ γὰρ ὁ πόλεμος ἔν τινι χρόνῳ γέγονεν οἷον ἐν δέκα ἔτεσι, λέγομεν 〈δὲ〉 τὸν χρόνον μακρὸν εἶναι, διὰ τοῦτο καὶ τὴν πρᾶξιν κατὰ συμβεβηκὸς μακρὰν εἶναι λέγομεν. καὶ ἡ κίνησις πολλὴ λέγεται τῷ τὸν χρόνον πολὺν εἶναι· ὁ χρόνος γὰρ μέτρον ἐστὶ κινήσεως· μῆνα γὰρ λέγομεν τὴν τῆς σελήνης ἀποκατάστασιν, ἐνιαυτὸν δὲ τὴν τοῦ ἡλίου, νυχθήμερον δὲ τὴν τοῦ παντὸς οὐρανοῦ· ἐὰν γάρ τις ἐρωτηθῇ πόση τίς ἐστιν ἡ πρᾶξις, τὸν χρόνον ἀποκρίνεται, οἷον δεκαετής. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἐπιφανείας· ὅση γὰρ ἂν ἡ ἐπιφάνεια ᾖ, τοσοῦτον καὶ τὸ λευκὸν φήσειεν εἶναι· ἐὰν γὰρ ἐρωτηθῶμεν πόσον ἐστὶ τὸ λευκόν, λέγομεν δίπηχυ, ὅση ἐστὶν ἡ ἐπιφάνεια ἡ ἔχουσα τὸ λευκόν. ὥστε οὐκ αὐτὸ τὸ λευκὸν λέγομεν πολὺ ἢ ὀλίγον εἶναι, ἀλλὰ τὴν ἐπιφάνειαν· δύναται γὰρ τὸ ἐν πηχυαίᾳ ἐπιφανείᾳ λευκὸν μᾶλλον εἶναι λευκὸν τοῦ ἐν διπήχει, καὶ τότε οὐ λέγομεν λευκὸν πλέον, ἀλλὰ λευκὸν λευκοῦ μᾶλλον.

“例如‘许多白’。” 科学者的职责不仅在于考察呈现在他面前的事物,亦在于详尽探讨并驳斥那些看似存在而按真理并不存在的事物。因此,既然白看似是量(因为我们说‘许多’和‘很少的’白,而这些属于量,并且我们亦说活动是‘长久的’),他说这些严格而言并不是量,而是依附性的;因为既然白存在于表面中,在那表面广阔或狭小时,我们便说白是‘许多’或‘很少’。同样在活动的情形下亦如此,例如战争依附性地被称为‘长久的’;因为既然战争发生在某一时间中,例如在十年中,而我们说该时间是长久的,为此我们亦说活动依附性地是长久的。运动亦因时间之多而被说成‘许多’;因为时间是运动的尺度;因为我们将月亮的复位称为‘月’,将太阳的复位称为‘年’,将整个天的复位称为‘昼夜’;因为如果有人被问及该活动有多大,他便回答时间,例如‘十年’。同样在表面的情形下亦如此;因为表面有多大,人们便会说白亦是那么大;因为如果我们被问及白有多大,我们便会说‘两肘’,正如拥有白的表面有多大。因此我们并非说白本身是多或少,而是指表面;因为一肘表面中的白完全可能比两肘表面中的白更白,而在那时我们并不说白‘更多’,而是说白比白‘更甚’。

§3.19

"Ἔτι τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον." Παραδοὺς ἡμῖν τὴν διαίρεσιν τοῦ ποσοῦ καὶ εἰπὼν ποῖά τέ ἐστι τὰ κυρίως ποσὰ καὶ ποῖα τὰ κατὰ συμβεβηκὸς λεγόμενα, βούλεται νῦν, ὥσπερ ἐπὶ τῆς οὐσίας πεποίηκεν, ἴδιον ἀποδοῦναι τοῦ ποσοῦ.

“此外,对于量没有任何相反者。” 在向我们传授了量的划分,并说明了何种是严格意义上的量、何种是依附性地言说的量之后,他现在希望如同在实体的情形中所做的那样,给出量所特有的性质。

语法注2 条
  1. 3.16Ἐπειδὴ ὁ ἀριθμὸς διττός... ἐπεὶ οὖν ὁ ἀριθμὸς διττός

    在原因从句“Ἐπειδὴ ὁ ἀριθμὸς διττός...”之后插入了升量器的比喻(ὥσπερ καὶ... μέλιτος),因此“ἐπεὶ οὖν ὁ ἀριθμὸς διττός...”是对原因从句主干的重述与再开(epanaleptical resumption)。主句的结构骨架随后为“ὁ μὲν ἐν τῇ ψυχῇ ἀριθμὸς δῆλον ὅτι οὐκ ἂν εἴη... ὁ δὲ ἐν τοῖς ἀριθμητοῖς... ἐξ ἐχόντων θέσιν ἐστί”。

  2. 3.17ἵνα καὶ τινα θέσιν λάβῃ

    附属于前述否定主句“οὐδὲν αὐτοῦ τῶν μορίων μένει”(它的任何部分都不存留)的虚拟语气从句。此处它充当带有结果或条件意味的目的从句,意为“存留以至于能够取得某种位置”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:59.9-61.9