- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:57.10-59.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼乌阐明了亚里士多德何以将发出的言明视作由音节计量的离散的量,以及线、面、立体、时间与地点何以是连续的量,进而考察了各部分具有位置与不具有位置的细分条件。
" Ὅτι μὲν γὰρ ποσόν ἐστιν." Δείκνυσι περὶ τοῦ λόγου ὅτι ποσὸν καὶ ὅτι διωρισμένον ποσόν ἐστιν, ἀλλὰ πρῶτον ὅτι ποσόν, οὐχ ἁπλῶς ὁμολογουμένου τοῦ τὸν λόγον εἶναι ποσόν,1 εἰ μὴ μετά τινος ἀποδείξεως τοῦτο προβῇ. φησὶ δὴ διὰ τοῦτο τὸν μετὰ φωνῆς λεγόμενον λόγον ποσὸν εἶναι, ὅτι καταμετρεῖται ὑπὸ συλλαβῶν· οὐ γὰρ καθὸ σημαίνει τι οὐδὲ καθὸ σύνθετος·2 εἰ γάρ τι ὑπό τινος καταμετρεῖται, τὸ καταμετρούμενον τοῦ καταμετροῦντος ἢ διπλάσιον ἢ πολυπλάσιόν ἐστι· ταῦτα δὲ ἴδια τοῦ ποσοῦ. εἰ οὖν φαίνεται τῷ λόγῳ τὸ ἴδιον τοῦ ποσοῦ παρακολουθοῦν, ποσὸν ἂν καὶ ὁ λόγος εἴη. ἀλλὰ πῶς ὁ λόγος ὢν τῶν ἐν συμπλοκῇ θεωρουμένων, εἴ γε ἐξ ὀνόματος καὶ ῥήματος σύγκειται, ὑπὸ μίαν τῶν κατηγοριῶν πίπτει, εἴ γε αἱ κατηγορίαι τῶν ἄνευ συμπλοκῆς εἰσιν; ἐροῦμεν πρὸς τοῦτο ὅτι δεῖ κοινότερον ἀκούειν τοῦ λόγου ὡς σημαίνοντος τὴν λέξιν. ἐπειδὴ δὲ ὁ λόγος πολλαχῶς λέγεται (λέγεται γὰρ καὶ ὁ προφορικὸς λόγος, λέγεται καὶ ὁ ἐνδιάθετος λόγος), νῦν περὶ τοῦ προφορικοῦ λόγου φησίν.
“因为它是量这一点。” 他关于言明表明它是量,并且它是离散的量,但首先表明它是量,因为除非这一结论伴随着某种证明而得出,否则言明是量这一点并非直截了当被公认的。于是他说,伴随声音而说的言明是量乃是因为这个缘故:它由音节计量;因为既非就其意指某物而言,亦非就其是复合的而言;因为如果某物被某物计量,被计量之物对于计量之物而言或是两倍或是多倍;而这些是量所特有的性质。因此,如果量所特有的性质显见伴随于言明,言明亦当是量。但是,言明属于在结合中所考察的事物——如果它确实由名词和动词组成——既然诸范畴属于无结合的事物,它又如何归属于诸范畴之一呢?对此我们将说,应当更普遍地理解“言明”,视其意指词语表述。而既然“言明”(逻各斯)是在多种意义上说的(因为既说发出的言明,亦说内在的言明),现在他谈论的是发出的言明。
"Ἡ δὲ γραμμὴ συνεχής ἐστι." Εἰκότως· ἕκαστον γὰρ αὐτῆς μόριον συνάπτει πρὸς ἄλλο κοινῷ ὅρῳ τῷ σημείῳ. δεῖ δὲ λαβεῖν τὴν διαίρεσιν νῷ καὶ μὴ ἐνεργείᾳ, ἐπεὶ διαιρήσεις αὐτὴν καὶ οὐκ ἐάσεις εἶναι συνεχῆ.
“而线是连续的。” 理所当然;因为线的每一个部分都在共同界限即点处与另一部分结合。但应当在思想中而非在现实活动中把握这种分割,因为否则你就会分割它而不容许它是连续的。
"Τὰ γὰρ τοῦ ἐπιπέδου μόρια." Ὁ μὲν γεωμέτρης ἐπίπεδον καλεῖ τὴν ἀποτεταμένην ἐπιφάνειαν, οἱ δὲ παλαιοὶ τὸ ἐπίπεδον ἐπὶ πάσης ἐπιφανείας ἔλεγον. ὁ δὲ κοινὸς ὅρος τῆς ἐπιφανείας, πρὸς ὃν τὰ μόρια αὐτῆς συνάπτουσι πρὸς ἄλληλα, ἐστὶν ἡ γραμμή. λέγεται δὲ καὶ τὸ σῶμα ποσὸν κατὰ τὰς τρεῖς διαστάσεις καὶ μόνον ἐπεὶ καθὸ ὑποκείμενόν ἐστι τοῖς συμβεβηκόσι καὶ ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ ὂν δεκτικὸν τῶν ἐναντίων, τῇ οὐσίᾳ ὑποτάσσεται. συνῆπται δὲ τὸ ποσὸν τῇ σωματικῇ οὐσίᾳ, διὸ καὶ εὐλόγως περὶ τούτου μετὰ τὴν οὐσίαν λέγει.
“因为平面的各部分。” 几何学家将延展开的表面称为平面,而古人则对所有表面都说“平面”。而表面的各部分在其中彼此结合的共同界限是线。物体也仅仅就三维广延而言被称为量,因为就其作为偶性的基体且在数上为一且同一而能接受相反者而言,它是隶属于实体的。量与物体的实体相结合,因而理所当然他在实体之后谈论它。
"Ἔστι δὲ καὶ ὁ χρόνος καὶ ὁ τόπος τῶν τοιούτων." Ἤγουν τῶν συνεχῶν· ὁ γὰρ παρεληλυθὼς χρόνος καὶ ὁ μέλλων συνάπτει πρός τινα κοινὸν ὅρον τὸν νῦν.
“时间与地点亦属于此类事物。” 即属于连续的事物;因为过去的时间与未来的时间在一个共同界限即‘现在’处结合。
"Πάλιν ὁ τόπος τῶν συνεχῶν." Τόπος δέ ἐστιν, ὡς ἐν τῇ Φυσικῇ ἀκροάσει λέγεται, πέρας τοῦ περιέχοντος, καθὸ περιέχει τὸ περιεχόμενον· οἷον τοῦ οἴνου τόπος ἡ τοῦ κεράμου κοίλη ἐπιφάνεια· οὐδὲ γὰρ ὅλος ὁ κέραμος· οὗτος γὰρ ἔχων κοιλότητα καὶ κυρτότητα ἐν τῇ κοιλότητι περιέχει τὸ τοῦ οἴνου σῶμα· κἂν γὰρ ξέσωμεν τῆς ἐκτὸς ἐπιφανείας μέρος τι ὡς σώζεσθαι τὴν ἐντός,3 οὐδὲν ἧττον περιέχεται ὁ οἶνος. ὃ οὖν λέγει, τοῦτό ἐστιν· εἰ πᾶν σῶμα ἐν τόπῳ, τὸ δὲ σῶμα συνεχὲς καὶ πρός τινα κοινὸν ὅρον τὰ μόρια αὐτοῦ συνάπτει, καὶ ὁ τοῦ σώματος ἄρα τόπος συνεχὴς καὶ πρός τινα κοινὸν ὅρον αὐτοῦ τὰ μόρια συνάπτει· εἰ γὰρ μὴ συνάπτει τὰ τοῦ τόπου μόρια πρός τινα κοινὸν ὅρον, ἀλλὰ διῄρηνται ἀπ’ ἀλλήλων, ἔσται τι τῶν τοῦ σώματος μορίων μὴ ὂν ἐν τόπῳ, ὅπερ ἐστὶν ἄτοπον.
“再者,地点属于连续的事物。” 而地点,正如在《物理学》中所说,是包容者就其包容被包容者而言的界限;例如酒的地点是陶罐内凹的表面;因为并不是整个陶罐;因为陶罐具有内凹和外凸,并在其内凹处包容酒的物体;因为即使我们刮去外表面的一部分而使内表面得以保留,酒被包容也丝毫不减。因此他所说的乃是:如果凡物体都在地点中,而物体是连续的且其各部分在一个共同界限处结合,那么物体的地点亦必是连续的且其各部分在一个共同界限处结合;因为如果地点的各部分不在一个共同界限处结合,而是彼此分离,那么物体的各部分中就会有某个部分不在地点中,而这是荒谬的。
"Ἔτι τὰ μὲν ἐκ θέσιν ἐχόντων." Διελὼν τὸ ποσὸν εἴς τε τὸ διωρισμένον καὶ τὸ συνεχὲς καὶ ἐπιδιελὼν εἴς τε τὸ ἐκ θέσιν ἐχόντων τῶν μορίων καὶ μή, διαλεχθεὶς πρότερον περὶ τῶν συνεχῶν καὶ διωρισμένων, νῦν τὴν ἐπιδιαίρεσιν ἐπισκέπτεται. δεῖ δὲ τὰ ἐξ ἐχόντων θέσιν τρισὶ τούτοις χαρακτηρίζεσθαι, τῷ τε ὑποκειμένῳ καὶ τῷ κεῖσθαι αὐτῶν τὰ μόριά που καὶ μὴ ἀφανίζεσθαι, τοῦτ’ ἔστιν ἔν τινι εἶναι, καὶ τῷ τάξιν ἔχειν πρὸς ἄλληλα.
“此外,一部分是由具有位置的[部分]组成的。” 在将量划分为离散的与连续的,并将其细划分为由具有位置的部分组成与不具有位置的部分组成之后,既然先前已经论述了连续的与离散的[量],现在他考察这一细分。由具有位置的部分组成的事物必须以这三点为特征:基体,其各部分位于某处而不消逝——即存在于某物之中——以及彼此具有秩序。
"Ἐπὶ δὲ τοῦ ἀριθμοῦ." Τὰ γὰρ τοῦ τόπου μόρια κεῖται ἔν τινι, τῷ σώματι οὗ ἐστιν ὁ τόπος *
“然而在数的情形下。” 因为地点的各部分位于某物之中,即该地点所属的物体之中*
- 3.7οὐχ ἁπλῶς ὁμολογουμένου τοῦ τὸν λόγον εἶναι ποσόν
在属格绝对结构中,带冠词的不定式短语 τοῦ τὸν λόγον εἶναι ποσόν(“言明是量”)充当分词 ὁμολογουμένου 的主语。
- 3.7οὐ γὰρ καθὸ σημαίνει τι οὐδὲ καθὸ σύνθετος
谓语 ποσόν ἐστιν(“是量”)被省略;带有 οὐ... οὐδέ 的两个 καθό 从句否定了言明被视为量的特定方面。在 σύνθετος 处亦承前省略了主语 ὁ λόγος。
- 3.11ὡς σώζεσθαι τὴν ἐντός
ὡς 后接不定式表示结果(相当于 ὥστε,“以致内[表面]得以保留”),附属于前面的条件从句 κἂν ξέσωμεν。
