- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:54.2-57.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯从基体的生成过程及范畴的排序解释了亚里士多德为何在实体之后论述量,并探讨了量按连续与离散以及具否位置的划分,同时注释了关于数之离散性的证明。
" Τοῦ δὲ ποσοῦ τὸ μέν ἐστι διωρισμένον." Πληρώσας τὸν περὶ τῆς οὐσίας λόγον, περὶ τοῦ ποσοῦ νῦν διαλαμβάνει. δευτέραν γὰρ ἔχει τάξιν ἐν ταῖς κατηγορίαις τὸ ποσόν· ἡ γὰρ πρώτη ὕλη ἀνείδεος οὖσα καὶ ἀσώματος πρότερον τὰς τρεῖς διαστάσεις δέχεται καὶ γίνεται τριχῇ διαστατὸν τὸ καλούμενον δεύτερον ὑποκείμενον, εἶθ’ οὕτως τὰς ποιότητας καὶ γίνεται σύνθετον ποσόν, 〈οἷον〉 τὸ τριχῇ διαστατὸν θερμότητα μὲν δεξάμενον καὶ ξηρότητα γίνεται πῦρ, ψυχρότητα δὲ καὶ ὑγρότητα γίνεται ὕδωρ, καὶ τἆλλα ὁμοίως. εἰκότως οὖν δευτέραν τάξιν ἔχει ἐν ταῖς κατηγορίαις τὸ ποσόν, τρίτην δὲ τὸ ποιόν· τὰ γὰρ πρός τι σχέσις τίς ἐστιν ἑτέρων κατηγοριῶν, ὁ δὲ τόπος καὶ ὁ χρόνος καὶ τὰ λοιπὰ ἀπὸ τούτων σεσύληται.1 πάλιν δὲ διαιροῦμεν τὴν οὐσίαν εἰς πρώτην καὶ εἰς δευτέραν, αὐτὸ δὲ τὸ πρῶτον καὶ τὸ δεύτερον τοῦ ἀριθμοῦ, ὥστε τῷ ἀριθμῷ προσκέχρηται τῷ τριχῇ διαστατῷ,2 ὁ δὲ ἀριθμὸς τοῦ ποσοῦ. εἰκότως τοίνυν περὶ τοῦ ποσοῦ δευτέρως διαλαμβάνει ὁ Ἀριστοτέλης. Διαιρεῖ οὖν τὸ ποσὸν εἰς συνεχὲς καὶ διωρισμένον, καὶ τὸ μὲν διωρισμένον εἰς δύο, εἰς ἀριθμὸν καὶ λόγον, τὸ δὲ συνεχὲς εἰς πέντε, εἰς γραμμὴν ἐπιφάνειαν σῶμα χρόνον τόπον. πάλιν δὲ ἐπιδιαιρεῖται τὸ ποσὸν εἴς τε τὸ ἐκ θέσιν ἐχόντων τῶν μορίων συνεστηκὸς καὶ τὸ 〈ἐξ〉 οὐκ ἐχόντων θέσιν, καὶ τὸ μὲν ἐκ θέσιν ἐχόντων τῶν μορίων εἰς γραμμὴν ἐπιφάνειαν σῶμα τόπον, τὸ δὲ ἐκ μὴ ἐχόντων θέσιν εἰς χρόνον καὶ λόγον καὶ ἀριθμόν. τινὲς δὲ τὰ κυρίως εἴδη τοῦ ποσοῦ φασιν εἶναι τρία, ἀριθμὸν ὄγκον δύναμιν, τοῦτ’ ἔστι ῥοπήν· φασὶ γὰρ ὅτι ὁ λόγος καὶ ὁ χρόνος ταὐτόν ἐστι τῷ ἀριθμῷ, ἡ δὲ γραμμὴ καὶ ἡ ἐπιφάνεια καὶ τὸ σῶμα εἴς τι κοινὸν ἀνάγεται, τὸ μέγεθος, ὁ δὲ τόπος ὁ αὐτός ἐστι τῇ ἐπιφανείᾳ, ὥστε τοῦ ποσοῦ τὸ μέν ἐστιν ἀριθμὸς τὸ δὲ μέγεθος τὸ δὲ δύναμις· ὑπὸ ταύτην γὰρ τό τε βαρὺ καὶ τὸ κοῦφον ἀνάγεται, ἅτινά εἰσι ῥοπαὶ τοῦ ποσοῦ· ὑπὸ γὰρ αὐτὸ ἀνάγονται. πῶς δὲ τῆς κινήσεως οὐκ ἐμνημόνευσε; καί φαμεν ὅτι ἡ κίνησις ἐνέργειά τις οὐκ ἔστιν, ἀλλὰ ἀόριστον πρᾶγμα, διὸ οὐκ ἐμνήσθη αὐτῆς ὡς πρὸς εἰσαγομένους ποιούμενος τὸν λόγον· αὐτὴ γὰρ ἡ κίνησις οὐδὲν ἕτερόν ἐστιν ἢ ὁδὸς ἀπὸ τοῦ δυνάμει ἐπὶ τὸ ἐνεργείᾳ.
“在量之中,有一部分是离散的。” 在完成了关于实体的论述之后,他现在讨论量。因为量在诸范畴中居于第二位;因为第一质料既无形式又非物体,首先接受三维广延并成为所谓第二基体即三维广延体,然后才以这种方式接受诸性质并成为复合的量;〈例如〉三维广延体接受了热和干便成为火,接受了冷和湿便成为水,其余事物亦是如此。因而理所当然,量在诸范畴中居于第二位,而性质居于第三位;因为关系乃是其他诸范畴的一种关系态,而地点、时间及余者都是从这些范畴派生出来的。再者,我们将实体划分为第一实体与第二实体,而这第一与第二本身属于数,因而在三维广延体中数被附加使用,而数又属于量。因而理所当然,亚里士多德在第二位讨论量。于是他将量划分为连续的与离散的,并将离散的划分为二,即数与言明,将连续的划分为五,即线、面、立体、时间、地点。随后量又被细划分为由具有位置的部分组成的量和〈由〉不具有位置的部分组成的量;由具有位置的部分组成的划分为线、面、立体、地点,而不具有位置的划分为时间、言明与数。但有些人说,量的严格意义上的种有三个:数、体积、力,即倾向;因为他们说言明与时间与数同一,而线、面与立体被归结为某种共同之物即量度,而地点与面同一,从而量有一部分是数,一部分是量度,一部分是力;因为重与轻都被归结于后者之下,它们是量的倾向;因为它们被归结于它之下。那么他为何未提及运动呢?我们说,运动不是某种实现活动,而是不确定的事物,因此他没有提及它,因为他是针对初学者进行论述的;因为运动本身无非是从潜能到现实的道路。
"Καὶ τὰ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα." Ἀντὶ τοῦ ‘ὧν τὰ μόρια ὑπομένοντα καὶ συνυφεστῶτα τάξιν ἔχει τινὰ καὶ συνέχειαν πρὸς ἄλληλα ἐν τῷ ὑποκειμένῳ τεταγμένα’.
“而一部分是由彼此具有位置的部分组成的。” 代替了“其各部分在持存且共存的同时,在基体中被排列而彼此具有某种秩序与连续性的事物”。
"Τὰ δὲ οὐκ ἐξ ἐχόντων θέσιν." Τοῦτ’ ἔστιν ἅτινα ἐν τῷ γενέσθαι ἔχει τὸ εἶναι. θέσιν δὲ λέγει οὐ τὴν ἐν τόπῳ τὴν κυρίως λεγομένην, ἀλλὰ τὴν κατὰ σχέσιν.3
“而另一部分则不是由具有位置的部分组成的。” 这就是说,那些在生成之中具有存在的事物。而他所说的位置,并非严格意义上所说的在地点中的位置,而是依照关系态而言的位置。
"Ἔστι δὲ διωρισμένον μέν." Διωρισμένον ἐστί, καθὼς καὶ αὐτός φησιν, οὗ τὰ μόρια πρὸς οὐδένα κοινὸν ὅρον συνάπτει ἀλλήλοις, συνεχὲς δέ ἐστιν οὗ τὰ μόρια πρὸς ἕνα κοινὸν ὅρον συνάπτει.
“离散的则是。” 正如他本人所说,离散的是其各部分在任何共同界限处都不彼此结合的事物,而连续的是其各部分在一个共同界限处彼此结合的事物。
"Τῶν μὲν γὰρ τοῦ ἀριθμοῦ μορίων οὐδείς ἐστι κοινὸς ὅρος, πρὸς ὃν συνάπτει τὰ μόρια αὐτοῦ." Ὅτι μὲν ποσόν ἐστιν ὁ ἀριθμός, οὐ κατασκευάζει ὡς ἐναργές, ὅτι δὲ διωρισμένον, ἀποδείκνυσιν ἐκ τοῦ μηδένα ἔχειν αὐτὸν κοινὸν ὅρον τὸν τὰ μόρια αὐτοῦ συνάπτοντα πρὸς ἄλληλα.
“因为在数的各部分中,没有任何共同界限是它的部分在其处彼此结合的。” 数是量这一点,他作为显然的事实并不加以立论;但数是离散的这一点,他通过数完全不具有将其各部分彼此结合起来的共同界限来加以证明。
"Καὶ τὰ τρία γε καὶ τὰ ἑπτὰ πρὸς οὐδένα κοινὸν ὅρον συνάπτει." Τοῦτ’ ἔστι φύσει διωρισμένος ὁ ἀριθμός ἐστι· τὰ γὰρ πέντε καὶ τὰ πέντε ἀεὶ διώρισται καὶ πρὸς οὐδένα κοινὸν ὅρον συνάπτει.
“而且三与七在任何共同界限处都不彼此结合。” 这就是说,数依本性是离散的;因为五与五总是离散的,且在任何共同界限处都不彼此结合。
- 3.1ἀπὸ τούτων σεσύληται
动词 συλάω 的完成时被动第三人称单数。主语包含阳性单数的 ὁ τόπος 和 ὁ χρόνος 以及中性复数的 τὰ λοιπά,但谓语动词采用单数,与邻近的中性复数一致(或统合视之)。意为“从……中被剥取/派生”,表明这些范畴是派生自主要范畴(实体、量、性质)的。
- 3.1ὥστε τῷ ἀριθμῷ προσκέχρηται τῷ τριχῇ διαστατῷ
动词 προσκέχρηται 为中间/被动完成时第三人称单数,可作非人称用法(“在三维广延体中数被附加使用”),或承前省略主语(“[人/实体]在三维广延体中额外使用了数”)。与格 τῷ ἀριθμῷ 是复合动词 προσχράομαι 的与格宾语,而另一个与格 τῷ τριχῇ διαστατῷ 则充当领域或关系的与格(“就三维广延体而言/在三维广延体中”)。
- 3.3θέσιν δὲ λέγει οὐ τὴν ἐν τόπῳ τὴν κυρίως λεγομένην, ἀλλὰ τὴν κατὰ σχέσιν
θέσιν 是 λέγει 的宾格宾语。οὐ τὴν ἐν τόπῳ ... ἀλλὰ τὴν κατὰ σχέσιν 通过冠词 τὴν 的重复充当限定性修饰语,补充省略的名词 θέσιν,读作“不是严格意义上的在地点中的位置,而是依照关系态而言的位置”。两个对比性的介词短语被冠词实体化为名词短语。
