← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《范畴篇》注释

§51.4-53.25

实体接受相反者这一固有特征

阿摩尼奥斯分析了实体最固有的特征,即保持为一且同一却能接受相反者,并通过指出接受方式的不同(基于自身变化还是事物变化)以及言辞本身缺乏持久存有,反驳了言明和意见也能接受相反者的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.35

" Μάλιστα δὲ ἴδιον τῆς οὐσίας." Τοῦτο ἕκτον παρακολούθημα ἴδιον ἀπέδωκε τῆς οὐσίας καὶ ἓν μὲν ἀριθμῷ φησιν, ἵνα φυλαχθῇ τὸ ὑποκείμενον ἕν, ταὐτὸν δὲ ἵνα μὴ μεταβάλῃ καθ’ ὑπόστασιν (τὸ γὰρ χρῶμα ἀπὸ λευκοῦ μέλαν γίνεται καὶ μεταβάλλει κατὰ ὑπόστασιν, ὁ δὲ Σωκράτης 〈μένων εἷς καὶ ὁ αὐτὸς ποτὲ μὲν θερμὸς γίνεται ποτὲ δὲ ψυχρός, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως〉), δεκτικὸν τῶν ἐναντίων, τοῦτ’ ἔστιν ἐπιτηδειότητα ἔχον τοῦ παρὰ μέρος δέχεσθαι τὰ ἐναντία·1 〈οὐ γὰρ εἶπε δέχεσθαι τὰ ἐναντία〉, ἐπεὶ ἐν ταὐτῷ καὶ κατὰ ταὐτὸ ἔσται τὰ μαχόμενα, ἀλλὰ τῷ δεκτικὸν εἶναι τὴν δύναμιν μόνον ἐσήμανε. πῶς δὲ ἴδιον τῆς οὐσίας δόξει εἶναι τοῦτο; οὐκέτι γὰρ καὶ ταῖς δευτέραις οὐσίαις ἁρμόζει. ἐροῦμεν ὅτι εἰ καὶ μὴ πάσῃ, ἀλλ’ οὖν μόνῃ παρακολουθεῖ. μᾶλλον δὲ ἰδιάζει τὰ μόνῳ ὑπάρχοντα, εἰ καὶ μὴ παντί, ἢ τὰ παντὶ μὲν μὴ μόνῳ δέ. καὶ τοῦτο εἰκότως· πῶς γὰρ εἴη ἴδιον τοῦδέ τινος, ὃ καὶ ἑτέροις ὑπάρχει; τῶν δὲ ἀποδεδομένων τῆς οὐσίας ἓξ ἰδίων τὸ μὲν πρῶτον καὶ τὸ τέταρτον καὶ τὸ πέμπτον πάσῃ ὑπάρχει, οὐ μόνῃ δέ, τὸ δὲ δεύτερον καὶ τὸ τρίτον καὶ τὸ ὕστερον μόνῃ μέν, οὐ πάσῃ δέ. διὸ τὰ μὲν τρία τὰ πάσῃ ὑπάρχοντα, οὐ μόνῃ δέ, ἀποφατικῶς ὡρίσατο ὡς πόρρω τῆς τῶν ἰδίων ὄντα φύσεως, τὸ δέ γε δεύτερον καὶ τὸ τρίτον καὶ τὸ ἕκτον καταφατικῶς ὡς μᾶλλον ἴδια τῶν ἄλλων διὰ τὸ ὡς ἔφαμεν μόνῳ δεῖν ὑπάρχειν τὸ ἴδιον ἐκείνῳ οὗ ἐστιν ἴδιον. προτετίμηται δὲ τὸ τελευταῖον τοῦ δευτέρου καὶ τοῦ τρίτου καίτοι δοκοῦν ταὐτὸν ἐκείνοις σημαίνειν (τὰ τρία γὰρ μόνῃ καὶ οὐ πάσῃ ὑπῆρχεν), διότι τὸ μὲν τόδε τι σημαίνειν καὶ τὸ πάντα συνωνύμως ἀπ’ αὐτῆς λέγεσθαι κατὰ τὴν φωνὴν εἴληπται, τὸ ὕστερον δὲ ἐξ αὐτῆς τῆς ὑπάρξεως. εἴη δ’ ἂν τὸ ὕστερον καὶ μόνῃ καὶ πάσῃ, εἰ ὀλίγον τι προσθῶμεν εἰπόντες οὕτω μετὰ τὸ ἀποδιδόμενον ἴδιον ‘ἢ τὸ περιέχον τὸ ἓν καὶ ταὐτὸν ὂν καὶ τῶν ἐναντίων δεκτικόν’.2 καὶ γὰρ οὕτως εἰρηκότες συμπεριλαμβάνομεν τὰ εἴδη καὶ τὰ γένη.

“实体最固有之特征则是。” 这第六个伴随特征是他作为实体的固有属性给出的,他说“在数上为一”,是为了使主体保持为一;说“同一”,是为了使它不随生存实体而变化(因为颜色从白变成黑,并在生存实体上发生变化,而苏格拉底〈保持为一且同一,此时变热彼时变冷,在其他事物上亦是如此〉);“能接受相反者”,即具有轮流接受相反者的适宜性;〈因为他并未说“正在接受相反者”〉,否则相抗衡之物就将在同一事物中且就同一方面存在,而是通过“能接受”仅表明了潜能。但这又如何会被认为是实体的固有属性呢?因为它不再也适合于第二实体。我们将说,即使并非伴随一切实体,但无论如何仅伴随实体。并且,仅属于某一类事物者,即便不属于其全部,也比属于其全部却不唯独属于其自身者更为固有。这也是理所当然的;因为那同样存在于其他事物之中的东西,又怎会是某一特定之物的固有属性呢?在归属于实体的六个固有属性中,第一、第四和第五个属于一切实体,但并非仅属于实体;而第二、第三和最后一个虽仅属于实体,却并非属于一切实体。因此,对于属于一切却并非仅属于实体的这三个特征,他由于它们远离固有属性的本性而作了否定性的规定;至于第二、第三和第六个特征,则由于正如我们所说的固有属性必须仅属于它是其固有属性的那一事物,他便肯定性地将其规定为比其他特征更为固有。并且最后一个特征被置于第二和第三个特征之上,尽管它似乎与它们意指相同(因为这三者都仅属于实体而并非属于一切实体),乃是因为意指某个特定之物以及一切事物由它同名同义地被说乃是从语词上被领会的,而最后一个则是从生存实体自身被领会的。而且,若我们在所给出的固有属性之后如此说来加上一点点:“或者包揽那为一、同一且能接受相反者之物”,那么这最后一个特征就既会唯独属于实体,也会属于一切实体;因为这样一说,我们就把种和属也一并包含进去了。

§2.36

"Ἐπὶ δὲ τῶν ἄλλων οὐδενὸς φαίνεται." Ὅπερ τις ἔμελλεν ἀπορεῖν, αὐτὸς προλαβὼν ἐπιλύεται· φησὶ γὰρ τὸν προφορικὸν λόγον καὶ τὴν δόκησιν εἶναι τῶν ἐναντίων δεκτικά· ὁ γὰρ λόγος ὁ λέγων ‘Σωκράτης κάθηται’, εἰ μὲν τύχοι καθεζόμενος ὁ Σωκράτης, ἀληθεύει, εἰ δὲ τύχοι περιπατῶν, ψεύδεται. ὁμοίως καὶ περὶ τῆς δόξης· ὁ γὰρ δοξάζων περὶ Πλάτωνος ὅτι κάθηται, εἰ μὲν τύχοι καθεζόμενος, ὀρθῶς δοξάζει, εἰ δὲ μή, ψευδῶς. ὥστε ὁ αὐτὸς λόγος καὶ ἡ αὐτὴ δόξα δεκτική ἐστιν ἀληθείας καὶ ψεύδους. ἐπιλύεται δὲ τοῦτο διχῶς κατά τε τὴν λεγομένην ἔνστασιν καὶ ἀντιπαράστασιν. καὶ ἔνστασις μέν ἐστι τὸ ὅλως τὴν ἀπορίαν μὴ δέξασθαι, ἀλλ’ ἀνατρέψαι αὐτὴν οὕτως ἔχουσαν, ὡς ἠπορήθη, ἀντιπαράστασις δέ ἐστι τὸ καταδέξασθαι μὲν τὴν ἀπορίαν καὶ ἐνδοῦναι ταῖς προτάσεσι, δεῖξαι δὲ ὅτι καὶ οὕτως ἔχουσαι οὐδὲν λυμαίνονται τὸ λεγόμενον· προέταξε δὲ ἐνταῦθα τὴν ἀντιπαράστασιν τῆς ἐνστάσεως ὡς πρὸς εἰσαγομένους σαφηνείας χάριν.

“但在其他事物中没有一个表现出这一点。” 有人原本打算提出的疑难,他本人已预先抓住并加以解决;因为有人说,被说出的言明和意见是能接受相反者的;因为说“苏格拉底正坐着”的言明,若苏格拉底碰巧正坐着,便是真的,但若他碰巧正在走动,便是假的。关于意见亦是如此;因为关于柏拉图抱有他正坐着之意见的人,若他碰巧正坐着,便是正确地抱有意见,但若不然,便是虚假地抱有意见。因而同一言明和同一意见乃是能接受真与假两者的。而他是依照所谓的反论与反证抗辩这两种方式来解决这一疑难的。反论是全然不接受疑难,而是将它照其被提出时的样态推翻;而反证抗辩则是先接受疑难并让步于这些前提,但表明即便前提如此成立,也丝毫不会损害所说的主张;而他在这里为了向初学者的明晰起见,将反证抗辩置于反论之前。

§2.37

"Ὁ δὲ λόγος καὶ ἡ δόξα." Ἰστέον ὅτι τὰ ἐπὶ τῶν οὐσιῶν ἐναντία αὐτὰ εἰς ἄλληλα μεταβάλλει (τὸ γὰρ θερμὸν ψυχρὸν γίνεται καὶ τοὐναντίον τὸ ψυχρὸν θερμόν, ὁμοίως δὲ καὶ τὸ μέλαν λευκὸν καὶ τὸ λευκὸν μέλαν), ἐπὶ δὲ τοῦ λόγου καὶ τῆς δόξης οὐχ οὕτως· οὐ γὰρ τὸ ψεῦδος εἰς ἀλήθειαν μεταβάλλει οὔτε ἡ ἀλήθεια εἰς ψεῦδος, ἀλλὰ τοῦ πράγματος κινουμένου καὶ μεταβάλλοντος τὸ ψεῦδος καὶ ἡ ἀλήθεια γίνεται· οὐ γὰρ ἐκ τοῦ λόγου ἢ τῆς δόξης ἀλήθεια ἢ ψεῦδος γίνεται.

“然而言明与意见。” 应当知道,实体之中的相反者本身是彼此相互转化的(因为热变成冷,反之冷变成热,同样黑变成白,白变成黑),但在言明和意见上则非如此;因为并不是虚假转化为真实,也不是真实转化为虚假,而是由于事物被变动并发生变化,虚假与真实才得以生成;因为真实或虚假并非由言明或意见本身所生成。

§2.38

"Ὥστε τῷ γε τρόπῳ ἴδιον ἂν εἴη τῆς οὐσίας." Τοῦτ’ ἔστιν ἄλλῳ τρόπῳ ἡ οὐσία τῶν ἐναντίων ἐστὶ ἐπιδεκτικὴ ἢ ἡ δόξα καὶ ὁ λόγος.

“因而至少就其方式而言,这将是实体的固有属性。” 这就是说,实体乃是以不同于意见和言明的方式来接受相反者的。

§2.39

"Εἰ καί τις ταῦτα παραδέχοιτο τὸν λόγον καὶ τὴν δόξαν δεκτικὰ τῶν ἐναντίων εἶναι." Τῇ ἀντιπαραστάσει κατὰ συγχώρησιν· κατὰ ἀλήθειαν γὰρ οὐκ ἔστι τῶν ἐναντίων δεκτικά· ὅ τε γὰρ λόγος καὶ ἡ δόξα οὐ τῷ αὐτὰ δεδέχθαι τι τῶν ἐναντίων λέγεται εἶναι δεκτικά· πῶς γὰρ ὅλως δέξονται τὰ ἐναντία ὑπόστασιν ὅλως τινὰ μὴ ἔχοντα, ὅπερ δεῖ ἔχειν τὸ μέλλον ἐπιδέχεσθαι τὰ ἐναντία; ὁ δὲ λόγος καὶ ἡ δόξα ἅμα τῷ προφέρεσθαι καὶ ἔφθαρται.3 Περὶ μὲν οὐσίας τοσαῦτα εἰρήσθω νυνί, ἑξῆς δὲ περὶ ποσοῦ ῥητέον.

“纵使有人承认这些,即言明和意见能接受相反者。” 这是出于让步而作的反证抗辩;因为照真实情况而言,它们并非能接受相反者;因为言明和意见并不是由于它们自身接受了相反者的某种东西而被说成是能接受的;因为那根本没有任何生存实体之物——而这是将要接受相反者之物所必须具有的——究竟怎样才能接受相反者呢?而言明和意见在被说出的同时就已经消逝了。关于实体,眼下且说这么多,接下来当论述量。

语法注3 条
  1. 2.35δεκτικὸν τῶν ἐναντίων, τοῦτ’ ἔστιν ἐπιτηδειότητα ἔχον τοῦ παρὰ μέρος δέχεσθαι τὰ ἐναντία

    形容词 δεκτικόν 被转述为 ἐπιτηδειότητα ἔχον(具有适宜性),其后带有冠词的属格不定词短语 τοῦ παρὰ μέρος δέχεσθαι 作为解释性成分限定该适宜性。副词短语 παρὰ μέρος(轮流、交替)用以排除相反者同时共存的荒谬后果。

  2. 2.35τὸ περιέχον τὸ ἓν καὶ ταὐτὸν ὂν καὶ τῶν ἐναντίων δεκτικόν

    现在分词 περιέχον(包揽者、包含者)支配宾格分词短语“τὸ ἓν καὶ ταὐτὸν ὂν καὶ τῶν ἐναντίων δεκτικόν”(那一、同一且能接受相反者之物)作为其宾语。该补足性结构旨在使第二实体(属与种)也能被这一固有属性所涵盖。

  3. 2.39ἅμα τῷ προφέρεσθαι καὶ ἔφθαρται

    介词 ἅμα 与带冠词的与格现在被动不定词 τῷ προφέρεσθαι 结合,随后由主句的 καί 相呼应,构成表示“一经……便同时已经……”的时间紧随句式。完成时态 ἔφθαρται 强调了在被说出的同时消亡就已经发生完成。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:51.4-53.25