- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:48.12-51.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯注解亚里士多德《范畴篇》3b10–3b39,依次阐明实体的各项伴随特征(意指“某个特定之物”、无相反者、不接受“较多与较少”)为何都不能构成实体独有的固有属性。
" Πᾶσα δὲ οὐσία δοκεῖ τόδε τι σημαίνειν." Ἀπωσάμενος τὰ πρότερα δύο παρακολουθήματα τῆς οὐσίας τό τε μὴ ἐν ὑποκειμένῳ εἶναι καὶ τὸ συνωνύμως πάντα ἀπ’ αὐτῶν λέγεσθαι, ἐπὶ τρίτον μεταβέβηκε τὸ τόδε τι σημαίνειν. καὶ ἔστι μὲν οὖν τὸ τόδε τῆς δείξεως σημαντικόν, τὸ δὲ τὶ τῆς κατὰ τὸ ὑποκείμενον οὐσίας, ὅτι ὑπομένει καὶ οὐ δέεταί τινος οὐδὲ ἔστιν ἐν ὑποκειμένῳ, ἀλλ’ αὐτὴ ὑποκείμενον πᾶσίν ἐστι καὶ τῆς ἑνότητος αἰτία, τοῦτ’ ἔστι τοῦ ἓν σημαίνειν,1 ὡς τόδε τὸ ξύλον ὅδε ὁ ἄνθρωπος· τὸ γὰρ τόδε τι λέγεται ἐπὶ τῆς κατὰ τὸ ὑποκείμενον οὐσίας, τοῦτ’ ἔστι τῆς ἀτόμου τῆς φαινομένης· αὕτη γὰρ ἐστιν ἡ καὶ τὴν δεῖξιν καταδεχομένη. καταγινώσκει δὲ καὶ τούτου τοῦ ἰδίου ὡς μόνῃ μὲν τῇ οὐσίᾳ παρακολουθοῦντος, οὐ πάσῃ δέ· τὰ γὰρ εἴδη, φησί, καὶ τὰ γένη ὡς ὁ ἄνθρωπος καὶ τὸ ζῷον δοκεῖ μὲν τόδε τι σημαίνειν διὰ τὸ τὸν ἑνικὸν χαρακτῆρα ἐμφαίνειν, σημαίνει δὲ μᾶλλον πλῆθος καὶ ποιότητά τινα· τὴν γὰρ κοινωνίαν καὶ συναγωγὴν τῶν κατὰ μέρος ἐμφαίνει. διό φησιν ‘οὐκ ἔστι ποιὸν ὡς τὸ συμβεβηκός, ἀλλὰ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει’,2 τοῦτ’ ἔστι τὴν συναγωγὴν καὶ συνάθροισιν τῶν κατὰ μέρος ἀνθρώπων· τὸ μὲν γὰρ ποιὸν ὡς συμβεβηκὸς ἐπεισέρχεται τῇ οὐσίᾳ ὑστερογενὲς ὂν καὶ δεόμενον αὐτῆς πρὸς σύστασιν, τοῦτο δὲ οὐδαμῶς.
“而一切实体似乎都意指某个特定之物。” 在排除了实体的先前的两个伴随特征——即不在主体中,以及一切事物都同名同义地由它们被说——之后,他转向了第三个特征,即意指某个特定之物。于是,“这个”是具有指示性的,而“特定之物”则是就作为主体的实体而言的,因为它是持存的,不需要任何事物,也不在主体中,而是它自身作为一切事物的主体以及统一性的原因,也就是意指一的原因,例如“这根木料”、“这个人”;因为“某个特定之物”乃是对作为主体的实体而言的,也就是对显现的不可分者而言的;因为正是它也接受指示。但他也否定了这一固有属性,理由是它虽仅伴随着实体,却并非伴随一切实体;因为他说,诸如“人”和“动物”等种和属,由于表现出单数的特征,似乎意指某个特定之物,但其实毋宁意指多数以及某种性质;因为它们表现了个别事物的共有性和集合。因此他说“它并非作为偶性的性质,而是限定关于实体的性质”,也就是个别人类的集合与汇集;因为作为偶性的性质乃是作为后起之物附加于实体上,并且需要实体以求成立,而这[关于实体的性质]则绝非如此。
"Ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ τὸ μηδὲν αὐταῖς ἐναντίον." Ἐπὶ τέταρτον παρακολούθημα μεταβέβηκε τῆς οὐσίας, καταγινώσκει δὲ καὶ τούτου ὡς καὶ ἄλλοις τισὶ προσόντος· τῷ γὰρ ποσῷ οὐδέν ἐστιν ἐναντίον, οἷον τῷ διπήχει, ὁμοίως οὐδὲ τῷ ἀριθμῷ οὐδέν ἐστιν ἐναντίον· τί γὰρ ἂν εἴη τῷ δέκα ἐναντίον; ἐὰν γὰρ εἴπῃς τὰ τρία τῷ δέκα ἐναντία, τότε τὸ μέγα καὶ τὸ μικρὸν λαμβάνεις, καὶ ταῦτα οὐκ ἔστιν ἐναντία ἀλλὰ πρός τι, οἷς οὐδέν ἐστιν ἐναντίον.
“实体也具有没有任何东西与其相反这一特征。” 他转向实体的第四个伴随特征,但也否定了这一个,因为这也存在于某些其他事物之中;因为量没有任何相反之物,例如二肘长之物;同样,数也没有任何相反之物;因为对于十而言,能有什么是相反的呢?因为若你说三与十相反,那时你便是在取“大”与“小”,而这些并非相反者而是关系项,关系项没有任何相反之物。
"Οὐδέ γε τῷ ἀνθρώπῳ ἢ τῷ ζῴῳ." Οὐ γὰρ ὥσπερ τῷ θερμῷ τὸ ψυχρόν ἐστιν ἐναντίον τῷ δὲ λευκῷ τὸ μέλαν, οὕτω καὶ τῷ Σωκράτει ἔστί τι ἐναντίον ἢ τῷ ἀνθρώπῳ ἢ τῷ ζῴῳ.
“对人或动物而言也绝非如此。” 因为并不像冷与热相反、黑与白相反那样,对苏格拉底会有某种相反之物,或者对人或对动物[有某种相反之物]。
"Εἰ μή τις τὸ πολὺ τῷ ὀλίγῳ φαίη." Κατ’ ἀλήθειαν οὐδὲ ταῦτά ἐστι κυρίως ἐναντία, ὡς καὶ αὐτὸς ἀποδείξει ὀλίγον ὕστερον. κατὰ δὲ συγχώρησίν φησιν ὅτι εἰ καὶ ἐναντία ἐστὶ ταῦτα, οὐδὲν ἄτοπον ἀκολουθήσει τὸ προκείμενον πρᾶγμα·3 ἱκανὸν γὰρ ἓν καὶ μόνον ἀνατρέψαι τὸ καθόλου. εἰ οὖν τῷ διπήχει οὐδέν ἐστιν ἐναντίον, δῆλον ὅτι οὐ μόνῃ τῇ οὐσίᾳ ὑπάρχει τὸ μηδὲν ἔχειν ἐναντίον.
“除非有人把多说成与少相反。” 照真实情况来看,甚至这些也并非严格意义上的相反者,正如他本人稍后也将论证的那样。但出于让步,他说即便这些是相反者,对于手头讨论的事项也不会随之产生任何荒谬;因为单单一个反例便足以推翻全称命题。那么,若二肘长之物没有任何相反之物,显而易见,没有任何相反之物绝非仅属于实体。
"Δοκεῖ δὲ ἡ οὐσία μὴ ἐπιδέχεσθαι." Τοῦτο πέμπτον παρακολούθημα. εἰκότως δὲ οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον ἡ οὐσία, ἐπειδὴ οὐδὲ ἐναντιότητα ἔχει· ἐν οἷς γὰρ ἡ ἐναντιότης, ἐν τούτοις τὸ μᾶλλον καὶ ἧττον, καὶ ἐν οἷς τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐν τούτοις καὶ ἐναντιότης· ὑφέσει γὰρ τοῦ ἐναντίου τίκτεται τὸ μαχόμενον. οὐκ ἐπήγαγε δὲ πρὸς τῷ τέλει αὐτοῦ ὅτι ‘οὐκ ἴδιον δὲ οὐσίας τοῦτο’· καὶ γὰρ τὸ ποσὸν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον’· ἐπειδὴ γὰρ συνηγμένα εἰσὶ τὰ παρακολουθήματα, σοὶ κατέλιπεν ἐννοῆσαι καὶ προσυπακοῦσαι τοῦτο ὃ ἐπάνω ἦν εἰρηκώς.4
“而实体似乎不接受。” 这是第五个伴随特征。合乎情理地,实体不接受“较多与较少”,因为它甚至不具有相反性;因为在有相反性存在之处,便有较多与较少,而在有较多与较少存在之处,也必有相反性;因为正是由于相反者的减弱才产生了相抗衡之物。但他并没有在它的末尾补充上“但这并非实体的固有属性;因为量也不接受较多与较少”;因为既然这些伴随特征已被归纳在一起,他便留给你去自行思考并补足领会他此前所说过的这一点。
"Λέγω δὲ οὐχ ὅτι οὐσία οὐσίας.5" Ἐπειδὴ γὰρ ἀνωτέρω εἶπε μᾶλλον οὐσίαν τοῦ εἴδους τὴν ἄτομον οὐσίαν ἢ τὸ εἶδος τοῦ γένους, νῦν φησιν ὅτι οὐ τοῦτο λέγω ὅτι οὐσία οὐσίας οὐκ ἔστι μᾶλλον καὶ ἧττον οὐσία, ἀλλ’ ὅτι ἡ αὐτὴ οὐσία οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, οἷον ὁ Σωκράτης οὐ λέγεται ποτὲ μὲν μᾶλλον Σωκράτης ποτὲ δὲ ἧττον, οὔτε ἄνθρωπος λέγεται μᾶλλον καὶ ἧττον ἄνθρωπος.
“而我并不是说实体比实体[并非更是实体]。” 因为既然他在前文中说过不可分实体比种更是实体,种比属更是实体,如今他便说:“我不是说实体比实体并非或多或少是实体,而是说同一实体自身不接受较多与较少,例如苏格拉底绝不会被说成此时更是苏格拉底而彼时更少是苏格拉底,人也不会被说成或多或少是人”。
"Οὐ γάρ ἐστιν ἕτερος ἑτέρου μᾶλλον." Οὐ γὰρ Σωκράτης ποτὲ μὲν γίνεται μᾶλλον ἄνθρωπος ποτὲ δὲ ἧττον οὔτε πάλιν ὁ Σωκράτης Πλάτωνος μᾶλλον ἄνθρωπος καθὸ ζῷον λογικὸν θνητόν, ὥσπερ τὸ λευκὸν ἕτερον ἑτέρου μᾶλλον λευκὸν καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. λέγεται δὲ καὶ ἑαυτοῦ μᾶλλον λευκὸν γενέσθαι· τὸ γὰρ νῦν λευκὸν δύναται ὕστερον λευκότερον ἑαυτοῦ γενέσθαι ἐπιτεταμένης τῆς λευκότητος.
“因为一个并不比另一个更是[人]。” 因为苏格拉底并不是此时更是人而彼时更少是人,而且就其作为理性的必死动物而言,苏格拉底也并不比柏拉图更是人,这并不像一个白的事物比另一个更是白、且在其他事物上亦是如此那样。并且[一个白的事物]也被说成变得比其自身更白;因为现在的白物在白度增强时,随后能够变得比其自身更白。
- 2.28τοῦ ἓν σημαίνειν
同格/说明性属格(冠词性不定式),用以具体说明前述的 τῆς ἑνότητος αἰτία(“统一性的原因”),解作“意指一的原因”。
- 2.28περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει
引自亚里士多德原文(3b20)。动词 ἀφορίζει(“限定/规定”)的宾语是 τὸ ποιόν(“性质”),由介词短语 περὶ οὐσίαν(“关于实体”)修饰,以此将构成实质差异的性质与附加的偶性性质相对比。
- 2.31οὐδὲν ἄτοπον ἀκολουθήσει τὸ προκείμενον πρᾶγμα
οὐδὲν ἄτοπον 为主语,ἀκολουθήσει 支配宾格补足语 τὸ προκείμενον πρᾶγμα,意为“对于当前论及的事项不会随之产生任何荒谬”。
- 2.32προσυπακοῦσαι τοῦτο ὃ ἐπάνω ἦν εἰρηκώς
依附于 κατέλιπεν 的两个并列不定式(ἐννοῆσαι καὶ προσυπακοῦσαι)共同支配由关系词引导的宾语 τοῦτο ὃ...(“他此前所说的事”)。προσυπακούω 是注释传统中表示“在心中补充理解/领会未明言前提”的专门术语。
- 2.33οὐχ ὅτι οὐσία οὐσίας
引文(lemma)中的省略结构。正如阿摩尼奥斯自己在后文注释(Ἐπειδὴ γὰρ... νῦν φησιν ὅτι οὐ τοῦτο λέγω...)中所指出的,此处需根据上下文补出谓语 οὐκ ἔστι μᾶλλον καὶ ἧττον οὐσία(“并非或多或少是实体”)。
