- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:3.16-5.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在补充了哲学学派得名的第七种缘由(终极目的)之后,阿摩尼乌阐述了亚里士多德著作的分类(分为个别的、普遍的与中间的;普遍著作又细分为札记与专著、对话录与听讲篇),并将听讲篇划分为理论、实践与工具三大类。
ἢ ἀπὸ τοῦ τέλους τῆς φιλοσοφίας, ὡς οἱ Ἡδονικοί· οὗτοι γὰρ ἔλεγον τέλος εἶναι τοῦ βίου τὴν ἡδονήν, οὐχ ἡδονὴν δὲ ταύτην ἣν ὑπολαμβάνουσιν οἱ πολλοί, λέγω δὴ τὴν παθητικήν, ἀλλὰ τὴν παντελῆ τῆς ψυχῆς ἀπάθειαν. Ἐπειδὴ τοίνυν εἰρήκαμεν ποσαχῶς τε καὶ πόθεν αἱ τῶν φιλοσόφων αἱρέσεις ὠνομάσθησαν, φέρε δεύτερον καὶ τὴν διαίρεσιν τῶν Ἀριστοτελικῶν συγγραμμάτων ποιησώμεθα. τούτων οὖν τὰ μέν ἐστι μερικὰ τὰ δὲ καθόλου τὰ δὲ ἐν τῷ μεταξὺ τῶν καθόλου καὶ τῶν μερικῶν. καὶ ἔστι μερικὰ μὲν ὅσα πρός τινας ἰδίᾳ γέγραφεν, ἢ ἐπιστολὰς ἢ ἕτερα τοιαῦτα, καθόλου δὲ ἐν οἷς περὶ τῆς τῶν πραγμάτων φύσεως ζητεῖ, ὡς ἔστι τὸ Περὶ τῆς ψυχῆς τὸ Περὶ γενέσεως καὶ φθορᾶς τὸ Περὶ οὐρανοῦ, μεταξὺ δὲ ὁπόσα περὶ ἱστορίας γέγραφεν, ὡς αἱ γεγραμμέναι αὐτῷ Πολιτεῖαι ἀμφὶ τὰς πεντήκοντα καὶ διακοσίας οὖσαι, ἃς οὔτε πρός τινας ἰδίᾳ γέγραφεν, οὔτε καθόλου εἰσίν (ἡ γὰρ Ἀθηναίων πολιτεία ἢ τῶν δείνων, εἰ τύχοι, καθόλου οὐκ ἂν εἴη), ἔγραψε δὲ ἵνα οἱ ἐντυγχάνοντες μετ’ αὐτὸν ἄνθρωποι καὶ κρίνοντες, κατὰ τί μὲν ὀρθῶς ἐπολιτεύοντο κατὰ τί δὲ οὐχ οὕτως, τὰ μὲν ἕλωνται τὰ δὲ φύγωσι, καὶ ταύτῃ ὠφελῶνται. τὰ μὲν οὖν μερικὰ καὶ μεταξὺ χαιρέτω, τῶν δὲ καθόλου τὰ μέν ἐστι συνταγματικὰ τὰ δὲ ὑπομνηματικά. ὑπομνηματικὰ δὲ καλοῦνται ἐν οἷς τὰ κεφάλαια μόνα ἀπογράφονται· ἰστέον γὰρ ὅτι τὸ παλαιὸν εἴ τις προῄρητο συγγράψασθαι, τὰ εὑρισκόμενα κατὰ μέρος αὐτοῖς εἰς τὴν τοῦ προκειμένου ἀπόδειξιν συμβαλλόμενα κεφαλαιωδῶς ἀπεγράφοντο,1 πολλὰ δὲ ἐξ ἀρχαιοτέρων βιβλίων νοήματα ἐλάμβανον, ἵνα τὰ μὲν ὀρθῶς ἔχοντα κρατύνωσι τὰ δὲ μὴ οὕτως ἐξελέγξωσιν· ὕστερον μέντοι τάξιν τέ τινα αὐτοῖς ἐπιπροσθέντες καὶ κάλλει λόγων καὶ ἀπαγγελίας ἀσκήσει φαιδρύναντες ὕφαινον τὰ συγγράμματα. καὶ ταύτῃ διενήνοχε τὰ ὑπομνηματικὰ τῶν συνταγματικῶν τάξει τε καὶ ἑρμηνείας κάλλει. τῶν δὲ ὑπομνηματικῶν τὰ μὲν μονοειδῆ, ὡς ὅταν περὶ ἑνός τινος ποιῆται τὴν ζήτησιν, τὰ δὲ ποικίλα, ὅταν περὶ πολλῶν. καὶ πάλιν τῶν συνταγματικῶν τὰ μέν ἐστι διαλογικά, ὡς ὅσα δραματικῶς διεσκεύασται κατὰ πεῦσιν καὶ ἀπόκρισιν πλειόνων προσώπων, τὰ δὲ αὐτοπρόσωπα ὡς ὅσα γέγραφεν ὡς ἀφ’ ἑαυτοῦ. Καλεῖται δὲ τὰ μὲν διαλογικὰ καὶ ἐξωτερικά, τὰ δὲ αὐτοπρόσωπα καὶ ἀξιωματικὰ ἤτοι ἀκροαματικά. καὶ ἄξιον ζητήσεως τί δή ποτε οὕτως ὠνομάσθησαν. τινὲς μὲν οὖν λέγουσιν ὅτι τὰ διαλογικὰ καὶ ἐξωτερικὰ ἐκάλεσαν, ἐπειδὴ τὸν ἴδιον σκοπὸν οὐκ ἐκτίθεται ἐν αὐτοῖς ἀλλ’ ὡς ἐξ ἄλλων προσώπων ἀναπλάττει τὰ τυχόντα. τοῦτο δὲ ψευδές ἐστιν· ἐξωτερικὰ γὰρ ὠνόμασται, ἐπειδὴ πρὸς τοὺς ἐπιπολαίως συνιέντας γέγραπται ἐπιτηδεύσαντος τοῦ φιλοσόφου ἐν αὐτοῖς φράσιν τε σαφεστέραν καὶ τὰς ἀποδείξεις οὐκ ἀποδεικτικὰς ἀλλὰ μᾶλλον πιθανὰς ἐξ ἐνδόξων, τὰ δὲ ἀκροαματικὰ ὡς ἂν δέον αὐτῶν ἀκροάσασθαι2 τὸν σπουδαῖόν τε καὶ τῷ ὄντι γνήσιον ἐραστὴν τῆς φιλοσοφίας. Τῶν δὲ ἀκροαματικῶν τὰ μέν ἐστι θεωρητικὰ τὰ δὲ πρακτικὰ τὰ δὲ ὀργανικά· θεωρητικὰ μὲν ὅσα περὶ τὴν διάκρισιν ἔχει τοῦ ἀληθοῦς καὶ τοῦ ψευδοῦς, πρακτικὰ δὲ ὅσα περὶ τὴν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ. ἀλλ’ ἐπειδὴ τὸ θεωρητικὸν ὑποδύεταί τινα ὡς ἀληθῆ μὲν δοκοῦντα μὴ ὄντα δὲ ἀληθῆ, καὶ τὸ πρακτικὸν ὁμοίως τινὰ τῷ τοῦ ἀγαθοῦ κεχρωσμένα ὀνόματι μὴ ὄντα ἀγαθά, δεῖ ἡμῖν ὀργάνου τινὸς τοῦ διακρίνοντος τὰ τοιαῦτα. τί δέ ἐστι τοῦτο; ἡ ἀπόδειξις. πάλιν δὲ τῶν θεωρητικῶν τὸ μὲν θεολογικὸν τὸ δὲ μαθηματικὸν τὸ δὲ φυσιολογικόν, καὶ τῶν πρακτικῶν τὸ μὲν ἠθικὸν τὸ δὲ οἰκονομικὸν τὸ δὲ πολιτικόν, καὶ τῶν ὀργανικῶν τὰ μὲν εἰς τὰ περὶ τῶν ἀρχῶν τῆς μεθόδου τὰ δὲ εἰς τὰ περὶ αὐτῆς τῆς μεθόδου τὰ δὲ εἰς τὰ περὶ τῶν ἄλλως εἰς τὴν μέθοδον συντελούντων, τὴν ἀποδεικτικὴν λέγω· ἐπειδὴ γὰρ ἡ ἀπόδειξις συλλογισμός ἐστιν ἐπιστημονικός, δεῖ πρὸ τούτου εἰδέναι τὸν καθόλου συλλογισμόν. ἀλλ’ ἐπεὶ τοῦτο τὸ τοῦ συλλογισμοῦ ὄνομα οὐχ ἁπλοῦν τι δηλοῖ ἀλλὰ σύνθετον (συλλογὴν γάρ τινα λόγων σημαίνει), οὔκουν πρὸ ἐκείνου δεῖ μαθεῖν3 τὰ ἁπλᾶ ἐξ ὧν συντίθεται, ταῦτα δέ εἰσιν αἱ προτάσεις.
或者是由于哲学的终极目的,正如享乐派;因为他们声称生活的终极目的是快乐,但这并不是大众所设想的那种快乐,我指的是受动性的快乐,而是灵魂完全没有情欲。既然我们已经说明了哲学学派是以多少种方式以及因何而得名的,那么来吧,第二,让我们也对亚里士多德的著作进行分类。在这些著作中,有些是个别的,有些是普遍的,有些则介于普遍与个别之间。所谓个别的,是指他私下写给某些人的所有著作,无论是书信还是其他类似作品;普遍的,是指他在其中探究事物本性的著作,如《论灵魂》、《论生灭》、《论天》;介于两者之间的,是指他关于历史调查所撰写的一切著作,例如他所撰写的约二百五十部《政制》,这些著作既不是他私下写给某些人的,也不是普遍的(因为雅典人的政制,或者比如说某某人的政制,都不可能是普遍的),而他撰写这些著作,是为了让后世接触到它们的人通过评判在何种方面古人治理得当、在何种方面治理欠妥,从而选取前者而规避后者,并以此获益。个别的和中间的著作姑且不论;在普遍的著作中,有些是系统专著,有些是札记。所谓札记,是指仅记录要点的著作;因为必须知晓,古时若有人打算著述,他们会提纲挈领地记录下自己分别发现的有助于证明既定论题的材料,并从较古老的书籍中吸取许多见解,以便确立正确者并驳斥不妥者;然而之后,他们对这些材料施加某种秩序,并通过文辞之美与表达训练使其生辉,从而织就专著。在这一方面,札记在秩序和表达之美上不同于系统专著。在札记中,有些是单一形态的——例如当针对某一单独主题进行探讨时——,有些则是多样的——当探讨涉及诸多主题时。再次,在系统专著中,有些是对话式的——正如根据多个人物的问答而以戏剧方式安排的一切著作——,有些则是以自己名义撰写的,正如他仿佛以自身立场写就的一切著作。对话式的著作也被称作外篇,而以自己名义撰写的则被称为权威篇,或称听讲篇。究竟为何如此命名,乃是值得探讨的。有些人说,他们把对话式的著作称为外篇,是因为他在其中并未阐明自己的真正主旨,而是仿佛出自其他人物之口虚构随意的事项。但这是错误的;因为它们被称为外篇,是因为它们是针对浅尝辄止的理解者而写的,哲学家在其中特意使用了较为清晰的言辞,以及并非严格论证性而毋宁是出于通念的说服性证明;而听讲篇则是因为认真且真正纯粹的哲学热爱者应当听闻它们。在听讲篇中,有些是理论性的,有些是实践性的,有些是工具性的。理论性的涉及真与假的区别,实践性的则涉及善与恶的区别。但由于在理论领域潜入了某些看似真实却并非真实的事物,在实践领域同样潜入了某些染有善之名目却并非善的事物,我们便需要某种区分此类事物的工具。这[工具]是什么呢?论证。再次,在理论性著作中,一部分是神学的,一部分是数学的,一部分是自然哲学的;在实践性著作中,一部分是伦理的,一部分是经济(齐家)的,一部分是政治的;在工具性著作中,有些关涉该方法之原则的事项,有些关涉该方法本身的事项,有些则关涉以其他方式促成该方法的事项——我指的是论证的方法。因为论证是一种具有科学性的推论,所以在它之前必须知晓一般的推论。但既然“推论”这一名称所指明的不是某种单纯的事物,而是复合的事物(因为它意味着言论的某种集合),那么难道在它之前不应当先学习构成它的单纯之物吗?而这些单纯之物就是前提命题。
- 1.0εἴ τις προῄρητο συγγράψασθαι, τὰ εὑρισκόμενα κατὰ μέρος αὐτοῖς εἰς τὴν τοῦ προκειμένου ἀπόδειξιν συμβαλλόμενα κεφαλαιωδῶς ἀπεγράφοντο
主句的主动词 ἀπεγράφοντο 和代词 αὐτοῖς 呈复数形式,呼应条件从句中的单数不定代名词 εἴ τις。这是一种依义构词(constructio ad sensum),在意义上指涉打算著述的古代学者群体,并延续到后续动词 ἐλάμβανον 及 κρατύνωσι 的主语中。
- 1.0ὡς ἂν δέον αὐτῶν ἀκροάσασθαι
连词 ὡς ἄν 后接非人称动词 δεῖ 的分词宾格独立结构(或非人称分词)δέον,表示主观动机或应当遵守的规范(“理应被听闻”)。该结构属于省略句,平行于前面的 ἐξωτερικὰ γὰρ ὠνόμασται,为 τὰ δὲ ἀκροαματικά 承接补出[ὠνόμασται]。
- 1.0οὔκουν πρὸ ἐκείνου δεῖ μαθεῖν
带有锐音符的 οὔκουν 由否定词 οὐ 与推论助词 οὖν 构成,在此用作反诘推论并期待肯定回答(“难道不应当……吗?”),引出由“推论乃复合之物”这一前提自然推演出的结论。
