- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:46.20-48.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯注解亚里士多德《范畴篇》3a29–3a35,解释实体的部分并非“在主体中”,并指出同名同义述谓不仅属于种差也属于第二实体,因而并非第一实体的固有属性。
" Μὴ ταραττέτω δὲ ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν." Ὅπερ ἔμελλε τῷ Ἀριστοτέλει τις ἀπορήσειν, τοῦτο φθάσας αὐτὸς ἐπελύσατο·1 ἠπόρησε γὰρ ἄν τις λέγων ‘ἐπειδὴ τὰ μέρη τῶν οὐσιῶν ἐν τινι (ἐν γὰρ τῷ ἀνθρώπῳ θεωροῦνται χεῖρες καὶ σκέλη), καὶ τὰ συμβεβηκότα δὲ ἔν τινι ὁμοίως, 〈ὡς〉 εἰ τύχοι ἐν τῷ ἀνθρώπῳ θεωρεῖται λευκότης θερμότης· τὰ μέρη ἄρα τῶν οὐσιῶν συμβεβηκότα, ὅπερ ἄτοπον’. ἐπιλύων οὖν τοῦτο λέγει ὅτι ἀπεδόθη, πῶς εἰρήκαμεν τὸ συμβεβηκὸς ἔν τινι· 〈τὸ γὰρ συμβεβηκὸς ἔν τινι〉 οὐχ ὡς μέρος τοῦ ὑποκειμένου, αἱ δὲ διαφοραὶ χρείαν τῷ ὅλῳ παρέχουσι καὶ αὗται τὸ ὑποκείμενον συνιστᾶσιν· ὥστε εἰ καὶ κοινωνοῦσι κατὰ τὸ ἔν τινι, ἀλλ’ οὖν ἔστι τις ἐν αὐτοῖς διαφορά, καθὸ αἱ μὲν συμπληροῦσι καὶ μέρη ὑπάρχουσι, τὸ δὲ οὐδαμῶς. ἰστέον δὲ ὅτι οὐ περὶ αἰσθητῶν μερῶν τῆς οὐσίας ὁ λόγος αὐτῷ ἐστιν οἷον χειρῶν καὶ ποδῶν ἢ τοιούτων, ἀλλὰ περὶ νοητῶν τῶν καὶ ὄντως μερῶν οἷον λογικοῦ καὶ θνητοῦ· τῶν γὰρ μερῶν τὰ μέν ἐστιν αἰσθητὰ τὰ δὲ νοητά· περὶ οὖν τῶν νοητῶν μερῶν αὐτῷ ὁ λόγος· οὕτω γὰρ καὶ καιρὸν ἔχει τοῦ θεωρήματος τούτου ἡ τάξις· ἐπειδὴ γὰρ εἶπεν ‘οὐκ ἴδιον οὐσίας ἐστὶ τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, ἐπειδὴ καὶ αἱ διαφοραὶ μὴ ἐν ὑποκειμένῳ εἰσίν’, ἵνα μὴ νομίσῃ τις τοῦτο αὐτὸν εἰρηκέναι ὡς τῶν διαφορῶν μὴ οὐσῶν οὐσιῶν, αἵτινές εἰσι κυρίως οὐσίαι, διὰ τοῦτο εἶπε μὴ ταραττέτω δὲ ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν ὡς ἐν ὑποκειμένοις ὄντα τοῖς ὅλοις,2 ἐπεὶ ἀκαίρως δόξει τοῦτο τὸ θεώρημα ἐμβεβλῆσθαι, εἰ μὴ ἀποδεξόμεθα αὐτὸν λέγειν περὶ τῶν νοητῶν μερῶν τοῦ τε λογικοῦ καὶ τοῦ θνητοῦ, ἅπερ ἰδίως μέρη εἰσὶ τοῦ ἀνθρώπου· ἐκ γὰρ αὐτῶν ὁ ἄνθρωπος.
“实体的诸部分不可使我们困惑。” 有人原本将要对亚里士多德提出的这一疑难,他本人已先行予以解决;因为有人可能会提出疑难说:“既然实体的部分在某物中(因为在人中可以看到手和腿),而偶性也同样在某物中,例如在人中可以看到白和热;那么实体的诸部分就是偶性,这实属荒谬”。因此,他在解决此疑难时说,我们曾如何说过偶性在某物中,那一定义已被给出;〈因为偶性在某物中〉并非作为主体的部分,而种差则为整体提供功用,并且正是它们构成了主体;因此,即使它们在‘在某物中’这一点上相同,它们之间仍然存在某种差别,在于前者作为部分起充全作用,而后者则绝非如此。应当知道的是,他的论述并非关于实体的感觉部分,如手和脚或诸如此类的东西,而是关于真正也是部分的理智部分,如‘理性的’和‘必死的’;因为在诸部分中,有的是感觉的,有的是理智的;因此他的论述是关于理智的部分;因为唯有这样,这一命题的安排才恰合其时;因为既然他说过‘不在主体中并不是实体的固有属性,因为种差也不在主体中’,为了不让人以为他说这话仿佛种差不是实体(而种差恰恰严格而言是实体),为此他说‘实体的诸部分不可作为在整体这些主体中的东西而使我们困惑’,因为若我们不承认他是在论述理智的部分,即‘理性的’和‘必死的’(它们严格而言正是人的部分,因为人由它们构成),那么这一命题就会显得是突兀插入的。
"Οὐ γὰρ οὕτω τὰ ἐν ὑποκειμένῳ ἐλέγετο." Τοῦτό ἐστι τὸ λεγόμενον· τὰ συμβεβηκότα εἰ καὶ ἔν τινί ἐστιν, οὐχ ὡς τὰ μέρη τῶν οὐσιῶν. ἀλλ’ εἴρηται πῶς ἔν τινί ἐστιν ἐκεῖνα, ὅτι οὐχ ὡς μέρος ἐν ὅλῳ.
“因为在主体中的事物并不是这样被说的。” 所说的意思是:偶性即使在某物中,也不像实体的诸部分那样。毋宁说,那些事物如何存在于某物中已经被说明过了,即并非作为部分在整体中。
"Ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ ταῖς διαφοραῖς." Ἐπὶ δεύτερον παρακολούθημα μεταβέβηκε τῆς οὐσίας, εὐθὺς δὲ κατέγνω καὶ τούτου. δῆλον δέ ἐστιν ἐκ τοῦ συνάψαι τὰς διαφοράς· δηλοῖ γὰρ καὶ ταύταις πάλιν ἐφαρμόζειν καὶ τοῦτο τὸ ἴδιον. ἄλλως τε δὲ οὐ κατὰ τοῦτο μόνον οὐκ ἐφαρμόζει τὸ ἴδιον τοῦτο ταῖς οὐσίαις, ἀλλὰ καὶ διὰ τὸ πάσῃ τῇ οὐσίᾳ μὴ ὑπάρχειν αὐτό· ἡ γὰρ πρώτη οὐσία κατ’ οὐδενὸς κατηγορεῖται.
“但这属于实体和种差。” 他转入实体的第二个伴随特征,并且随即也否定了这一个。这从他将种差连结在一起这一点即可看清;因为他表明这一固有属性又同样适用于它们。此外,这一固有属性不适用于实体,不仅在于这一点,而且也在于它并不属于一切实体;因为第一实体绝不述托于任何事物。
"Ἤτοι κατὰ τῶν ἀτόμων κατηγοροῦνται." Πρῶτον διδάσκει τίνα ἐστὶ τὰ δεχόμενα τὴν κατηγορίαν, εἶτα οὕτως τὴν συνώνυμον ἐπ’ αὐτῶν ἐφαρμόζει κατηγορίαν· τὰ μὲν γὰρ ἄτομα κατ’ οὐδενὸς ὑποκειμένου λέγεται, τὰ δὲ εἴδη τῶν ἀτόμων, καὶ πάλιν τὰ γένη κατ’ ἀμφοτέρων. ταῦτα δὲ καὶ συνωνύμως καθ’ ὧν κατηγορεῖται λέγεται· ὅσα γὰρ κατὰ τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται·3 λέγεται γὰρ ὁ Σωκράτης οὐσία ἔμψυχος αἰσθητικὴ καὶ ζῷον λογικὸν θνητόν, λέγεται καὶ ὁ ἄνθρωπος οὐσία ἔμψυχος αἰσθητική. καὶ τοῦτο εἰκότως· ἐπειδὴ γὰρ τὸ γένος τοῦ εἴδους κατηγορεῖται καὶ τοῦ ἀτόμου, τὸ δὲ εἶδος τοῦ ἀτόμου, ὅσα δέ κατὰ τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται, εἰκότως τὸ μὲν γένος κατὰ τῶν ἀτόμων καὶ κατὰ τῶν εἰδῶν συνωνύμως κατηγορεῖται, τὸ δὲ εἶδος τῶν ἀτόμων.
“或者它们述托于不可分者。” 他首先讲授哪些东西是接受述谓的,然后便如此将同名同义的述谓应用于它们;因为不可分者不述托于任何主体,而种述托于不可分者,属又述托于两者。并且这些也同名同义地述托于它们所述托的对象;因为凡是对谓项所说的,也必将对主体说;因为苏格拉底被称为‘有灵魂的具感觉能力之实体’和‘理性的必死动物’,人也被称为‘有灵魂的具感觉能力之实体’。这是合乎情理的;因为既然属述托于种和不可分者,种述托于不可分者,且凡是对谓项所说的也必将对主体说,那么合乎情理地,属同名同义地述托于不可分者和种,而种述托于不可分者。
- 2.24Ὅπερ ἔμελλε τῷ Ἀριστοτέλει τις ἀπορήσειν, τοῦτο φθάσας αὐτὸς ἐπελύσατο
关系代词 ὅπερ 引导前置的关系从句,并在主句中由指示代词 τοῦτο 予以承接。将来时不定式 ἀπορήσειν 受 ἔμελλε 支配,并带有与格 τῷ Ἀριστοτέλει(意为“对亚里士多德提出疑难”),过去时分词 φθάσας 与谓语动词 ἐπελύσατο 构成副词性修饰(“抢先/先行解决”)。
- 2.24ὡς ἐν ὑποκειμένοις ὄντα τοῖς ὅλοις
分词 ὄντα 为中性复数宾格,与连词 ὡς 连用,对前述宾格短语 τὰ μέρη τῶν οὐσιῶν 作出主观认定的属性修饰(“作为在整体这些主体中的东西”)。τοῖς ὅλοις 与 ἐν ὑποκειμένοις 构成同格修饰关系。
- 2.27ὅσα γὰρ κατὰ τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται
由相关词 ὅσα... τοσαῦτα(凡是……的,那么多的事物也……)构成的相关句式,表述了传递性述谓的既定规则。中性复数主语 ὅσα 与单数动词 λέγεται 搭配(中性复数主语接单数动词规则),后半部分主句的将来时被动态单数 ῥηθήσεται 同样与中性复数 τοσαῦτα 呼应。
