- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:44.26-46.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德指出“不在主体中”并非实体的固有属性而是同样属于种差之处(3a15–3a21),注解者解释了第二实体同时赋予名称与定义,通过区分单纯实体与复合实体解决了种差虽为实体却看似与实体相分离的难题,并批驳了将种差视为主体与偶性之中间者的观点。
" Ἔτι δὲ τῶν ἐν ὑποκειμένῳ ὄντων τὸ μέν." Καὶ διὰ τούτου βούλεται δεῖξαι ὅτι αἱ δεύτεραι οὐσίαι οὐκ εἰσὶν ἐν ὑποκειμένῳ τῷ μερικῷ ἀνθρώπῳ· φησὶ γὰρ ὅτι τὰ ἐν ὑποκειμένῳ ὄντα τοῦ μὲν ὀνόματος ἔσθ’ ὅτε μεταδίδωσι τῷ ὑποκειμένῳ, τοῦ δὲ ὁρισμοῦ οὐδέποτε·1 λέγομεν γὰρ λευκὸν σῶμα, καὶ ἡ λευκότης ἐν ὑποκειμένῳ οὖσα τῷ σώματι τοῦ ὀνόματος μεταδέδωκε τῷ ὑποκειμένῳ, τοῦ δὲ ὁρισμοῦ οὔ· οὐ γὰρ λέγομεν τὸ σῶμα χρῶμα διακριτικὸν ὄψεως. αἱ δὲ δεύτεραι οὐσίαι καὶ τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ μεταδιδόασιν· ὁ γὰρ Σωκράτης λέγεται καὶ ἄνθρωπος καὶ ζῷον λογικὸν θνητόν.
“此外,在主体中的事物中,有的……。” 他也通过这一点意图表明,第二实体并不在个别人这一主体中;因为他说,在主体中的事物有时将名称分与主体,却绝不[将]定义[分与主体];因为我们说“白色的身体”,而白作为在身体这一主体中的东西,把名称分与了主体,却没有[分与]定义;因为我们并不把身体称为“分晰视线的颜色”。而第二实体则将名称和定义都分与[主体];因为苏格拉底既被称为“人”,也被称为“理性的、必死的动物”。
"Οὐκ ἴδιον δὲ τῆς οὐσίας τοῦτο, ἀλλὰ καὶ ἡ διαφορὰ τῶν μὴ ἐν ὑποκειμένῳ ἐστί." Τὸ ἀποδεδομένον τῆς οὐσίας ἴδιον ἐκβάλλει ὡς μὴ μόνον ταύτῃ ὑπάρχον ἀλλὰ καὶ ταῖς διαφοραῖς. καὶ ἐκ τούτου δῆλός ἐστι χωρίζων τὰς διαφορὰς τῶν οὐσιῶν· ὥστε συμβαίνει αὐτὰς συμβεβηκότα εἶναι, ὅπερ ἄτοπον· καὶ αὐτῷ γὰρ τῷ Ἀριστοτέλει δοκεῖ οὐσίας αὐτὰς εἶναι, ὥστε ἐκ τούτων καὶ τὰ εἴδη συμπληροῦσθαι καὶ οὐσιωδῶς αὐτῶν κατηγορεῖσθαι· εἰ γὰρ μὴ ἦσαν οὐσίαι, συνέβαινεν ἐκ συμβεβηκότων οὐσίαν γενέσθαι, ὅπερ ἄτοπον. εἴπερ οὖν αἱ διαφοραὶ οὐσίαι εἰσί (τὰ γὰρ τῆς οὐσίας μέρη οὐσίαι εἰσὶ καὶ ὁ ὁρισμὸς ἐκ τῶν τῆς οὐσίας μερῶν συνίσταται), πῶς φησὶν ὁ Ἀριστοτέλης οὐκ ἴδιον δὲ οὐσίας τοῦτο ἀλλὰ καὶ τῶν διαφορῶν ὡς τῶν διαφορῶν δηλονότι ἑτέρων οὐσῶν παρὰ τὴν οὐσίαν; φαμὲν οὖν ὅτι τῶν οὐσιῶν αἱ μέν εἰσι νοηταὶ αἱ δὲ αἰσθηταί, καὶ τῶν αἰσθητῶν αἱ μὲν ἀΐδιοι ὡς τὰ οὐράνια αἱ δὲ ἐν γενέσει καὶ φθορᾷ, καὶ τούτων αἱ μέν εἰσιν ἁπλαῖ ὡς τὸ λογικὸν τὸ θνητόν, ὥσπερ διαφορὰς οὔσας οὐσιώδεις ἡ φύσις συνεκέρασε πρὸς γένεσιν ἀνθρώπου,2 αἱ δὲ σύνθετοι ὡς τὰ γένη καὶ τὰ εἴδη καὶ τὰ ἄτομα. διδάσκει οὖν ἐνταῦθα ὁ Ἀριστοτέλης περὶ μόνης τῆς συνθέτου οὐσίας τῆς ἐν γενέσει καὶ φθορᾷ, λέγω δὴ περί τε ἀτόμων καὶ εἰδῶν καὶ γενῶν. ἀμέλει τοι καὶ παραβάλλων τὰς οὐσίας πρὸς ἀλλήλας παρέβαλλε τὰ εἴδη μόνα καὶ τὰ γένη, ἔτι δὲ καὶ τὰ ἄτομα, ἐπειδὴ καὶ περὶ τούτων πρόκειται αὐτῷ διδάξαι, τῶν δὲ διαφορῶν μνήμην οὐδαμοῦ ἐποιήσατο, ἐπειδὴ ἁπλαῖ εἰσιν, τῶν δὲ συνθέτων, ὡς εἴρηται, τὸν λόγον ποιεῖται. διὰ ταύτην οὖν τὴν αἰτίαν εἶπεν ὁ Ἀριστοτέλης ὅτι οὐκ ἴδιον τῆς οὐσίας ὑπάρχει τοῦτο, οὐχ ἁπλῶς δὲ πάσης εἶπεν, ἀλλὰ τῆς συνθέτου. εἰκότως δὲ τοῦτο· ὑπάρχει γὰρ οὐ μόνον τῇ συνθέτῳ, ἀλλὰ καὶ τῇ ἁπλῇ, τοῦτ’ ἔστι ταῖς διαφοραῖς, τῷ λογικῷ καὶ τῷ ἀλόγῳ. καὶ διὰ τοῦτο ἔδοξεν ἀφορίζειν τὰς διαφορὰς τῶν οὐσιῶν. Ἄλλοι δέ φασιν ὅτι αἱ διαφοραὶ ἁπλῶς οὐκ εἰσὶν οὐσίαι, ἀλλὰ τούτων αἱ μέν εἰσι πρὸς τῇ οὐσίᾳ ὡς τὸ λογικὸν καὶ τὸ θνητόν, αἱ δὲ πρὸς τοῖς συμβεβηκόσι καὶ τούτοις μᾶλλον γειτνιάζουσαι ὡς τὸ ἐν κόρακι μέλαν ἢ ἐν τῷ κύκνῳ λευκόν, αἱ δὲ ἀκριβῶς ἐν μέσῳ τῶν οὐσιῶν καὶ τῶν συμβεβηκότων ὡς ἐν τῷ πυρὶ ἡ θερμότης· αὕτη γὰρ μετέχει μὲν συμβεβηκότος καθὸ ποιότης, μετέχει δὲ καὶ οὐσίας καθὸ συμπληρωτικὴ τοῦ ὑποκειμένου. οὗτοι δὲ εὐφυῶς μὲν ἐπέβαλλον, οὐ μὴν πάντῃ ἀληθῶς· ὑπὸ ποίαν γὰρ κατηγορίαν ταῦτα ἀνάξομεν; ἢ δεηθῶμεν ἑνδεκάτης;3 ὅπερ ἄτοπον.
“但这并不是实体的固有属性,种差也是不在主体中的事物之一。” 他摒弃了所给出的实体的固有属性,理由是这不仅属于它,也属于种差。由此显而易见,他将种差从实体中分离出来;以至于结果是它们成为偶性,这实属荒谬;因为对亚里士多德本人来说,他也认为它们是实体,以至于种也是由这些构成的,并且它们在本质上被述说于种;因为如果它们不是实体,就会得出实体由偶性生成的结论,这实属荒谬。因此,如果种差确实是实体(因为实体的部分是实体,而定义由实体的部分组成),亚里士多德为何说“但这并不是实体的固有属性,也是种差的[固有属性]”,就好像种差显然不同于实体一样?因此我们说,在实体中,有的是理智的,有的是感觉的;而在感觉的实体中,有的是永恒的,如天体,有的则处于生成和消灭之中;在这些之中,有的是单纯的,如“理性的”和“必死的”,自然把它们作为本质的种差加以融合以使人生成;而另一些则是复合的,如属、种和不可分者[个体]。因此,亚里士多德在这里仅仅就处于生成和消灭中的复合实体进行讲授,我指的是不可分者、种和属。诚然,他在相互比较实体时,也仅仅比较了种和属,此外还有不可分者,因为讲授关于这些的内容正是他的既定任务,而对种差则完全未予提及,因为它们是单纯的,而正如所说,他的论述是关于复合的。因此,出于这一原因,亚里士多德说这并不作为实体的固有属性而存在,他说的并不是断然地就一切实体而言,而是就复合实体而言。而这是合乎情理的;因为这不仅属于复合[实体],而且也属于单纯[实体],即种差,属于“理性的”和“非理性的”。正因如此,他似乎将种差与实体划分了开来。另一些人则说,种差根本不是实体,但在它们之中,有的偏向实体,如“理性的”和“必死的”;有的偏向偶性且与偶性更为邻近,如渡鸦中的黑或天鹅中的白;有的则恰好处于实体和偶性的中间,如火中的热;因为这热就其作为性质而言分有了偶性,但就其作为主体的充全部分而言也分有了实体。这些人固然聪明地提出了见解,却绝非完全真实;因为我们将把这些归入哪一个范畴呢?难道我们需要第十一个范畴吗?这实属荒谬。
- 2.22τοῦ μὲν ὀνόματος ἔσθ’ ὅτε μεταδίδωσι τῷ ὑποκειμένῳ, τοῦ δὲ ὁρισμοῦ οὐδέποτε
动词 μεταδίδωσι(分与、共享)支配被分与物的事物属格(τοῦ μὲν ὀνόματος, τοῦ δὲ ὁρισμοῦ)以及接受者的与格(τῷ ὑποκειμένῳ)。短语 ἔσθ’ ὅτε 是 ἔστιν ὅτε 的缩略形式,作副词使用(“有时”)。
- 2.23ὥσπερ διαφορὰς οὔσας οὐσιώδεις ἡ φύσις συνεκέρασε πρὸς γένεσιν ἀνθρώπου
这里的 ὥσπερ 并非引导比较从句(“正如”),而是与宾格分词短语 διαφορὰς οὔσας οὐσιώδεις(修饰前文 τὸ λογικὸν τὸ θνητόν 所指的单纯性质)结合,表示一种假定或表象:“把它们作为/宛如本质的种差”。句子的核心骨架为:ἡ φύσις(自然)συνεκέρασε(融合了[这些单纯性质])πρὸς γένεσιν ἀνθρώπου(为了人的生成)。
- 2.23ἢ δεηθῶμεν ἑνδεκάτης;
第一人称复数不定过去时被动语态虚拟式 δεηθῶμεν 是在修辞性疑问句中表审慎、疑虑的虚拟式(deliberative subjunctive,即“难道我们需要第十一个吗?”)。它与前一句用将来时直陈语气构成的疑问(ὑπὸ ποίαν γὰρ κατηγορίαν ταῦτα ἀνάξομεν;)相呼应,引出一个荒谬的抉择后果。
