← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《范畴篇》注释

§43.10-44.25

第二实体的确立依据与作为最高属的实体固有性

本段注解亚里士多德《范畴篇》2b25–3a7,论述了同等之种与个体间的比例关系、种与属被称为第二实体而偶性完全不算实体的论证,以及由于实体是最上位属而只能通过固有属性而非定义来加以规定的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.18

" Ἢ κατὰ τοῦ τινὸς ἵππου τὸν ἵππον." Ὃν γὰρ ἔχει λόγον ὁ ἄνθρωπος πρὸς τὸν τινὰ ἄνθρωπον, τοῦτον καὶ ὁ ἵππος πρὸς τὸν Ξάνθον· ὥσπερ γὰρ κατὰ τοῦ Σωκράτους οὐδὲν οἰκειότερον εἴποις τοῦ ἀνθρώπου, οὕτως οὐδὲ κατὰ τοῦ Ξάνθου τοῦ ἵππου.

“或者就某个马[言说]马。” 因为人对某个人具有何种比例,马对克桑托斯也具有这种[比例];因为正如就苏格拉底而言,你无法说出比人更为贴切的,就克桑托斯而言,也[无法说出]比马[更为贴切的]。

§2.19

"Εἰκότως δὲ μετὰ τὰς πρώτας οὐσίας." Νῦν τὴν αἰτίαν λέγει δι’ ἣν τὰ γένη καὶ τὰ εἴδη δευτέρας οὐσίας ἐκάλεσε, τὰ δὲ συμβεβηκότα οὐκέτι τρίτας οὐσίας εἶπε. διττὴν δὲ ἐπιχείρησιν κομίζει, τὴν μὲν πρώτην ἀπὸ τῆς ἀποδόσεως τοῦ ὁρισμοῦ· φησὶ γάρ· ἐὰν ἐρωτηθέντες ‘τί ἐστι Σωκράτης’ εἴπωμεν ‘ἄνθρωπος’ ἢ ‘ζῷον’, οἰκείως καὶ γνωρίμως ἀποδώσομεν, ἐὰν δὲ ‘λευκὸς’ ἢ ‘τρέχει’ ἤ τι τοιοῦτον, ἀλλοτρίως καὶ ἀγνώστως. εἰκότως οὖν τὰ μὲν εἴδη καὶ τὰ γένη δευτέρας οὐσίας λέγομεν, τὰ δὲ συμβεβηκότα ὅλως οὔ φαμεν οὐσίας.

“但是在第一实体之后,理所当然地……。” 现在他说明了之所以将属和种称为第二实体,却不再将偶性称为第三实体的原因。他提出了双重论证,其一来自定义的给出;因为他说:若在被问及“苏格拉底是什么”时,我们说“人”或“动物”,我们便贴切且清晰地作出了说明,但若说“白的”或“奔跑”或诸如此类的东西,则是不相干且晦涩地[作出了说明]。所以我们理所当然地称种和属为第二实体,而绝不称偶性为实体。

§2.20

"Ἔτι αἱ πρῶται οὐσίαι." Τοῦτο δεύτερον ἐπιχείρημα τὸ ἐκ τῆς ἀναλογίας· φησὶ γὰρ ὅτι ὥσπερ αἱ πρῶται οὐσίαι διὰ τοῦτο πρῶται λέγονται διὰ τὸ τοῖς ἄλλοις ὑποκεῖσθαι, οὕτω τὰ εἴδη καὶ τὰ γένη δεύτεραι οὐσίαι λέγονται διὰ τὸ καὶ αὐτὰ ἄλλοις ὑποκεῖσθαι. ὑπόκεινται δὲ τὰ εἴδη καὶ τὰ γένη τοῖς συμβεβηκόσιν· εἰκότως οὖν ταῦτα δεύτεραι οὐσίαι λέγονται. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων.

“此外,第一实体……。” 这是第二个论证,即来自类比的论证;因为他说,正如第一实体之所以被称为第一,是因为作为其他事物的主体,种和属被称为第二实体,也是因为它们自身也作为其他事物的主体。而种和属作为偶性的主体;所以这些理所当然地被称为第二实体。在其他事物上亦同样如此。

§2.21

"Κοινὸν δὲ κατὰ πάσης οὐσίας τὸ μὴ ἐν." Διελὼν τὴν οὐσίαν εἴς τε τὴν πρώτην καὶ τὴν δευτέραν καὶ παραβαλὼν αὐτὰς πρὸς ἀλλήλας, νῦν εὐτάκτως ποιῶν1 τὸν ὁρισμὸν τῆς οὐσίας ἀποδοῦναι βούλεται. ἐπειδὴ δὲ ἡ οὐσία γένος ἐστὶ γενικώτατον, τῶν δὲ γενικωτάτων ὁρισμὸν οὐ δυνάμεθα ἀποδοῦναι διὰ τὸ τοὺς ὁρισμούς, ὡς ἴσμεν, ἐκ γένους καὶ συστατικῶν διαφορῶν λαμβάνεσθαι, τῆς οὐσίας τὸ ἴδιον ἐπιζητεῖ· ἔοικε γάρ πως τοῦτο τῷ ὁρισμῷ· ὥσπερ γὰρ ὁ ὁρισμὸς μόνῳ καὶ παντὶ ὑπάρχει, οὗ ἐστιν ὁρισμός, καὶ πρὸς τὸ ὁριστὸν ἀντιστρέφει, οὕτω τὸ ἴδιον μόνῳ καὶ παντὶ ὑπάρχει, οὗ ἐστιν ἴδιον, καὶ ἀντιστρέφουσι πρὸς ἄλληλα. διὰ ταύτην οὖν τὴν αἰτίαν ἴδιον τῆς οὐσίας ἀποδοῦναι βούλεται. οὐ παραδίδωσι δὲ εὐθὺς τὰ ἀρέσκοντα αὐτῷ, ἀλλὰ πρῶτον τοῦτο λέγει τῆς οὐσίας ἴδιον τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, ὃ πάσῃ μὲν ἁρμόζει, οὐ μόνῃ δέ, ἀλλὰ καὶ ταῖς διαφοραῖς· δεῖ δὲ τὸ ἴδιον μόνῳ καὶ παντὶ ὑπάρχειν. διὰ δὲ τοῦ εἰπεῖν κοινὸν δὲ δοκεῖ ἐναντία ἑαυτῷ λέγειν· εἰ γὰρ ἴδιον βούλεται τῆς οὐσίας ἀποδοῦναι, πῶς φησι κοινόν; λέγομεν ὅτι δεῖ πάντως δύο τινὰ ὑπάρχειν τῷ ἰδίῳ, λέγω δὴ τὸ μόνῳ καὶ παντί·2 διὰ οὖν τοῦ εἰπεῖν κοινὸν ἐσήμανε τὸ πάσῃ. τὸ δὲ ἀποδοθὲν ἴδιον φανερὸν μέν ἐστι καὶ ἐπὶ τῶν πρώτων οὐσιῶν, δῆλον δὲ ὅτι καὶ ταῖς δευτέραις ὑπάρχει ἐκ τούτου· τὸ γὰρ ζῷον καὶ ὁ ἄνθρωπος ἐν τῷ μερικῷ ἀνθρώπῳ πώς εἰσιν οὐχ ὡς ἐν ὑποκειμένῳ ἀλλ’ ὡς καθ’ ὑποκειμένου.

“对一切实体共同的是不在[主体中]。” 在将实体区分为第一实体和第二实体,并将它们相互比较之后,他现在井然有序地想要给出实体的定义。但由于实体是最上位属,而对于最上位属,我们无法给出定义,因为如我们所知,定义取自属和构成性种差,所以他探求实体的固有属性;因为这在某种程度上类似于定义;正如定义仅属于且属于全体它所作为定义的那个[事物],并与被定义者换位,固有属性也同样仅属于且属于全体它所作为固有属性的那个[事物],且二者相互换位。因此,由于这一原因,他想要给出实体的固有属性。但他并没有立即传授合乎他自己见解的东西,而是首先称不在主体中是实体的固有属性,这固然适合于一切[实体],却不仅适合于[实体],而且也适合于种差;但固有属性必须仅属于〔它〕且属于全体。然而由于说了“共同的”,他似乎在自相矛盾;因为如果他想要给出实体的固有属性,他为何说是“共同的”?我们说,固有属性必定具备两点,即我所谓仅属于〔它〕和属于全体;所以通过说“共同的”,他意指“属于全体”。而所给出的固有属性在第一实体上固然是显然的,但从以下这点来看,它也属于第二实体同样是清楚的:因为动物和人虽然在某种方式上在个别人之中,但并非作为在主体中,而是作为就主体而言。

语法注2 条
  1. 2.21εὐτάκτως ποιῶν

    现在分词 ποιῶν 与副词 εὐτάκτως(井然有序地)一同附随于主要动词 βούλεται(想要),表示在给出定义的论述过程中遵循了有条不紊的顺序或步骤。

  2. 2.21τὸ μόνῳ καὶ παντί

    中性单数冠词 τὸ 将与格短语 μόνῳ καὶ παντί(“仅属于它且属于全体”)名词化,整体充当插入语 λέγω δή(“我意指……”)的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:43.10-44.25