← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《范畴篇》注释

§41.12-43.9

种相对于属的优先性与实体性的平等

阿摩尼奥斯阐明了亚里士多德的论证,即在第二实体中,种基于对第一实体的亲近性以及类比(作为主体与述谓的关系)而比属更是实体,随后指出在最狭种彼此之间以及个体彼此之间,其实体性并无程度差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11

" Ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστι." Τοῦτ’ ἔστιν αἱ μὲν καθόλου οὐσίαι κατὰ τῶν μερικῶν λέγονται, τὰ δὲ συμβεβηκότα ἐν ταῖς μερικαῖς οὐσίαις τὸ εἶναι ἔχει· μὴ οὐσῶν οὖν τῶν πρώτων οὐσιῶν οὔτε αἱ καθόλου εἰσὶν οὔτε τὰ συμβεβηκότα. εἰκότως οὖν αἱ μερικαὶ οὐσίαι πρῶται εἶναι λέγονται. καὶ καλῶς ἔταξεν ἐν μὲν τοῖς καθόλου τὸ λέγεται, ἐν δὲ τοῖς συμβεβηκόσι τὸ ἔστι.

“或者在作为主体的它们之中存在。” 这就是说,普遍实体就个别者被言说,而偶性在个别实体中拥有存在;因此,若第一实体不存在,则普遍者与偶性也都不存在。所以个别实体被称为第一,这是合乎情理的。而且他在普遍者上配置“被言说”,而在偶性上配置“存在”,是恰当的。

§2.12

"Τῶν δὲ δευτέρων οὐσιῶν μᾶλλον." Νῦν σύγκρισιν ποιεῖται τῶν δευτέρων οὐσιῶν πρὸς ἀλλήλας, τοῦ τε εἴδους καὶ τοῦ γένους, καὶ ἀπὸ δύο ἐπιχειρημάτων δείκνυσι μᾶλλον οὐσίαν τὸ εἶδος ἢ τὸ γένος· ἑνὸς μὲν ἀπὸ τῆς σχέσεως τῆς πρὸς τὴν πρώτην οὐσίαν, τοῦτ’ ἔστι τῆς ἐγγύτητος (ἐγγύτερον γὰρ τὸ εἶδος τῆς πρώτης ἤγουν μερικῆς οὐσίας ἤπερ τὸ γένος), ἑτέρου δὲ ἀπὸ τῆς ἀναλογίας· ὡς γὰρ ἔχει ἡ πρώτη οὐσία πρὸς τὸ εἶδος, οὕτω καὶ τὸ εἶδος πρὸς τὸ γένος.

“但是在第二实体之中,更为……。” 现在他使第二实体相互比较,即种与属比较,并且通过两个论证表明种比属更是实体:其一来自与第一实体的关系,即亲近性(因为种比属更接近第一实体即个别实体),其二来自类比(因为第一实体对种具有何种关系,种对属也具有何种关系)。

§2.13

"Ἐὰν γὰρ ἀποδιδῷ τις τὴν πρώτην οὐσίαν τί ἐστι." Κἂν γὰρ ἀποδιδῷ τις τί ἐστι Σωκράτης, οἰκείως μὲν καὶ ἄνθρωπος καὶ ζῷον ἀποκριθείη,1 οἰκειότερον δὲ μᾶλλον ἄνθρωπος ἢ ζῷον· ζῷον γὰρ εἰπόντες πολλὰ εἰσφέρομεν (καὶ γὰρ λογικὸν καὶ ἄλογον σημαίνει), καὶ οὐκ ἐσημάναμεν εἴτε λογικὸν εἴτε ἄλογον, ἄνθρωπος δὲ ἀποκριθέντες προσεχέστερον τὴν φύσιν τοῦ Σωκράτους ἀποδώσομεν.

“因为若有人说明第一实体是什么。” 因为即使有人说明苏格拉底是什么,回答“人”或“动物”固然都是贴切的,但回答“人”比“动物”更为贴切;因为说了“动物”,我们引入了许多东西(因为它既意指有理性的也意指无理性的),而并没有指明是有理性的还是无理性的;但回答了“人”,我们将更切近地说明苏格拉底的本性。

§2.14

"Τὸ μὲν γὰρ ἴδιον μᾶλλον τοῦ τινός." Τοῦ γὰρ Σωκράτους ἴδιόν ἐστι μᾶλλον τὸ ἄνθρωπον εἶναι ἢ τὸ ζῷον εἶναι· τοῦτο γὰρ κοινότερόν ἐστι 〈καὶ〉 κατὰ πλειόνων εἰδῶν.2 τὴν αὐτὴν δὲ ἀναλογίαν λαβὲ καὶ ἐπὶ τῶν δένδρων καὶ τοῦ φυτοῦ.

“因为前者对个别者更为固有。” 因为对于苏格拉底而言,作为人比作为动物更为固有;因为后者更为共通,且及于更多的种。在树木和植物上也可采用同样的类比。

§2.15

"Ἔτι αἱ πρῶται οὐσίαι." Καὶ τοῦτο ἐκ τοῦ δευτέρου ἐπιχειρήματος τοῦ ἐκ τῆς ἀναλογίας ἐστί· διὰ τοῦτο, φησίν, αἱ πρῶται οὐσίαι πρῶται λέγονται διὰ τὸ καὶ τοῖς συμβεβηκόσιν ὑποκεῖσθαι πρὸς ὕπαρξιν καὶ τοῖς καθόλου πρὸς κατηγορίαν· ὡς γὰρ ἔχουσιν αἱ πρῶται οὐσίαι πρὸς τὰ συμβεβηκότα καὶ τὰ καθόλου, οὕτως ἔχουσι τὰ εἴδη πρὸς τὰ γένη· ὑπόκειται γὰρ τὰ εἴδη τοῖς γένεσι πρὸς κατηγορίαν, οὐκέτι δὲ καὶ τὰ γένη τοῖς εἴδεσι· τὰ μὲν γὰρ γένη κατὰ τῶν εἰδῶν κατηγορεῖται (λέγομεν γὰρ ‘πᾶς ἄνθρωπος ζῷον’, καὶ ὑπόκειται μὲν ὁ ἄνθρωπος, τοῦτ’ ἔστι τὸ εἶδος, κατηγορεῖται δὲ τὸ ζῷον, ἤγουν τὸ γένος), τὰ δὲ εἴδη κατὰ τῶν γενῶν οὐκ ἀντιστρέφει·3 οὐκέτι γὰρ δυνάμεθα λέγειν ‘πᾶν ζῷον ἄνθρωπος’, ὡς λέγομεν ‘πᾶς ἄνθρωπος ζῷον’. ὥστε καὶ ἐκ τούτων τὸ εἶδος τοῦ γένους μᾶλλον οὐσία.

“此外,第一实体……。” 这也是来自第二个论证,即来自类比的论证。他说,第一实体之所以被称为第一,是因为对偶性而言作为其存在的主体,对普遍者而言作为其述谓的主体;因为第一实体对偶性和普遍者具有何种关系,种对属也具有何种关系;因为种对属而言作为述谓的主体,属对种而言则不再[作为主体];因为属述谓于种(因为我们说“所有人都是动物”,而人即种作为主体,动物即属被述谓),但种对属并不换位;因为我们不能再像说“所有人都是动物”那样说“所有动物都是人”。所以从这些来看,种也比属更是实体。

§2.16

"Αὐτῶν δὲ τῶν εἰδῶν ὅσα μή ἐστι γένη." Καλῶς δὲ προσέθηκε τὸ ὅσα μή ἐστι γένη, ἵνα μὴ λάβῃς τὸ ζῷον· καὶ γὰρ τὸ ζῷον εἶδός ἐστιν, ἀλλὰ καὶ γένος. δεῖ τοίνυν οὐ ταῦτα λαμβάνειν, τοῦτ’ ἔστι τὰ ὑπάλληλα, ἀλλ’ ὅσα μόνον εἴδη ἐστί, τοῦτ’ ἔστι τὰ εἰδικώτατα, οἷον ἄνθρωπον καὶ ἵππον.

“但是在种本身之中,凡不是属的。” 他恰当地补充了“凡不是属的”,以免你取动物;因为动物也是种,但同时也是属。因此不应当取这些,即那些上下相承者,而应当取那些仅是种的事物,即最狭种,例如人与马。

§2.17

"Οὐδὲν γὰρ οἰκειότερον." Διεξελθὼν τὴν κατὰ βάθος τῆς οὐσίας ἐξέτασιν, τοῦτ’ ἔστι τὴν ἀπὸ τῶν ἀτόμων ἐπὶ τὸ εἶδος καὶ ἀπὸ τοῦ εἴδους ἐπὶ τὸ γένος, νῦν βούλεται ὥσπερ κατὰ πλάτος4 τὴν παραβολὴν ποιήσασθαι, ὅπερ ἐστὶν εἴδους πρὸς εἶδος καὶ ἀτόμου πρὸς ἄτομον. φησὶ τοίνυν ὅτι οὐδὲν διοίσει εἶδος εἴδους πρὸς τὸ εἶναι δευτέραν οὔτε ἄτομον ἀτόμου πρὸς τὸ εἶναι πρώτην οὐσίαν.

“因为丝毫不更贴切。” 在纵向探讨了实体之后,即从不可分割者到种,以及从种到属之后,他现在想要作所谓横向的比较,即种与种的比较以及不可分割者与不可分割者的比较。因此他说,种与种在作为第二实体上毫无区别,不可分割者与不可分割者在作为第一实体上也毫无区别。

语法注4 条
  1. 2.13Κἂν γὰρ ἀποδιδῷ τις τί ἐστι Σωκράτης, οἰκείως μὲν καὶ ἄνθρωπος καὶ ζῷον ἀποκριθείη

    由 κἄν(καὶ ἐάν)带虚拟式 ἀποδιδῷ 构成的条件从句,后接主句中带潜在含义的祈愿式 ἀποκριθείη,注解者以此转述亚里士多德原文中的条件句(ἐὰν ἀποδιδῷ... ἀποδώσει)。

  2. 2.14καὶ κατὰ πλειόνων εἰδῶν

    校勘本在此补入 〈καί〉。介词短语 κατὰ πλειόνων εἰδῶν 与 τοῦτο γὰρ κοινότερόν ἐστι 连结,表示“述谓于/涉及更多的种”(κατά 加属格表示述谓关系)。

  3. 2.15τὰ δὲ εἴδη κατὰ τῶν γενῶν οὐκ ἀντιστρέφει

    ἀντιστρέφει 作不及物动词用于逻辑上的“换位”之意:“种对属并不换位”,紧接着由 οὐκέτι γὰρ δυνάμεθα λέγειν... 作出解释。

  4. 2.17κατὰ βάθος... κατὰ πλάτος

    对比性的空间隐喻:κατὰ βάθος(“纵向地”或“在深度上”)指由个体到种、由种到属的层级纵向考察,而 κατὰ πλάτος(“横向地”或“在广度上”)指同层级中种与种之间、个体与个体之间的横向比较。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:41.12-43.9