- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:39.1-41.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯解释了亚里士多德为何将第二实体限定为第一实体所属的种及其属,讨论了主体在述谓中所获得的名称与定义的分享方式,并论证了个别实相对于普遍者与偶性的本原性优先地位。
" Ἐν οἷς εἴδεσιν αἱ πρώτως λεγόμεναι οὐσίαι." Διὰ τί μὴ εἶπε ‘δεύτεραι οὐσίαι λέγονται τὰ γένη καὶ τὰ εἴδη’ καθόλου,1 ἀλλ’ ἐν οἷς εἴδεσι; λέγομεν ὅτι πάνυ ἀσφαλῶς· εἰ γὰρ εἶπε τὰ γένη καὶ τὰ εἴδη, ἐπειδήπερ ἐν ταῖς ἄλλαις κατηγορίαις εἰσὶ γένη καὶ εἴδη (οἷον ἐν τῷ ποιῷ γένος μὲν τὸ χρῶμα εἶδος δὲ τὸ λευκὸν καὶ τὸ μέλαν), εἴχομεν ὑπολαβεῖν τὰς δευτέρας οὐσίας εἶναι καὶ ἐν τοῖς συμβεβηκόσι· διὰ τοῦτο οὐ τὰ τυχόντα εἴδη εἶπεν, ἀλλ’ ἐν οἷς εἴδεσιν εὑρίσκονται αἱ πρῶται οὐσίαι.
“在其中包含被称为第一的实体的那些种。” 他为何不普遍地说“属和种被称为第二实体”,而说“在其中包含……的那些种”?我们说,这是极其稳妥的;因为如果他说了“属和种”,既然在其他范畴中也存在属和种(例如在性质中,颜色是属,白与黑是种),我们便可能认为第二实体也存在于偶性之中;因此他没有说随便什么种,而是说了在其中能找到第一实体的那些种。
"Ταῦτά τε καὶ τὰ τῶν εἰδῶν τούτων γένη." Ἐνταῦθα συνάγει ὁ φιλόσοφος τὸ παρ’ αὐτοῦ εἰρημένον καὶ διὰ τοῦ εἰπεῖν ταῦτά τε ἐσήμανε τὴν πρώτην οὐσίαν, διὰ δὲ τοῦ εἰπεῖν καὶ τὰ τῶν εἰδῶν γένη ἐσήμανε τὴν δευτέραν οὐσίαν.
“这些以及这些种的属。” 在此哲学家总结了他自己所说的话,通过说“这些”他指明了第一实体,而通过说“以及种的属”指明了第二实体。
"Οἷον ὁ τὶς ἄνθρωπος." Παράδειγμα λαμβάνει τῆς πρώτης οὐσίας. ἐκ δὲ τοῦ παραδείγματος φανερὸν ὅτι ἡ πρώτη οὐσία περιέχεται ἐν τῇ δευτέρᾳ· ὁ γάρ τὶς ἄνθρωπος ἐν εἴδει μὲν ὑπάρχει τῷ ἀνθρώπῳ, γένος δὲ τοῦ εἴδους τούτου ἐστὶ τὸ ζῷον· ἐπειδὴ γὰρ τὸ μὲν ζῷον τὸν καθόλου ἄνθρωπον περιέχει, ὁ δὲ καθόλου ἄνθρωπος τὸν τινὰ ἄνθρωπον, ὁ δὲ τὶς ἄνθρωπος πρώτη οὐσία, ὁ ἄνθρωπος ἄρα ὁ καθόλου καὶ τὸ ζῷον δεύτεραι οὐσίαι λέγονται.
“例如某一个人。” 他举了第一实体的一个例子。由这例子显而易见,第一实体被包含在第二实体之中;因为某一个人存在于人这一种之中,而这一种的属是动物。因为既然动物包含普遍的人,普遍的人包含某一个人,而某一个人是第一实体,所以普遍的人和动物被称为第二实体。
"Δεύτεραι οὖν αὗται λέγονται οὐσίαι." Καλῶς δὲ τὸ λέγονται εἴρηκεν, ἐπειδήπερ κατὰ φύσιν αὗται πρῶται οὐσίαι εἰσίν.2
“因此,这些被称为第二实体。” 他说“被称为”是恰当的,因为按本性而言这些才是第一实体。
"Ἀναγκαῖον καὶ τοὔνομα καὶ τὸν λόγον κατηγορεῖσθαι τοῦ ὑποκειμένου." Πόρισμά συνάγει ὁ Ἀριστοτέλης ἐνταῦθα τοιοῦτο· φησὶ γὰρ ‘ὅσα κατά τινος λέγεται ὡς καθ’ ὑποκειμένου, μεταδίδωσι τῷ ὑποκειμένῳ καὶ τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ (ὁ γὰρ Σωκράτης ἄνθρωπος λέγεται καὶ ζῷον λογικὸν θνητόν), ὅσα δὲ ἐν ὑποκειμένῳ ἐστί, τοῦ μὲν ὁρισμοῦ οὐδέποτε μεταδίδωσι, τοῦ δὲ ὀνόματος ἐνίοτε· ἡ γὰρ λευκότης ἐν σώματί ἐστι καὶ τοῦ μὲν ὁρισμοῦ οὐ μεταδίδωσιν (οὐ γὰρ ἂν εἴποιμεν τὸ σῶμα χρῶμα διακριτικὸν ὄψεως) τοῦ δὲ ὀνόματος μεταδίδωσι· λέγομεν γὰρ λευκὸν σῶμα.’ ἰστέον δὲ ὅτι οὐκ ἀεί· ἰδοὺ γὰρ ἡ ἀρετὴ οὔτε τοῦ ὀνόματος οὔτε τοῦ ὁρισμοῦ μεταδίδωσι τῷ ὑποκειμένῳ· οὐ γὰρ λέγεται ἀρεταῖος ὁ ἀρετῆς μετέχων ἀλλὰ σπουδαῖος.
“名称与定义二者都必然述谓于主体。” 亚里士多德在此推导出了这样一个推论;因为他说:“凡作为就主体而言被言说于某物的事物,都将名称与定义二者赋予该主体(因为苏格拉底被称为人,也被称为有理性的必死的动物),而凡在主体之中的事物,绝不赋予定义,有时却赋予名称(因为白在身体之中,并不赋予定义——因为我们不会把身体说成是‘使视觉离析的颜色’——却赋予名称;因为我们说‘白色的身体’)。”但应当知道,并非总是如此;因为看哪,德性既不将名称也不将定义赋予主体;因为分有德性的人不被称为‘德性的’,而被称为‘善者’。
"Τὰ δ’ ἄλλα πάντα." Καλῶς πάλιν τὸ λέγεται εἶπεν· οὐ γὰρ δέεται τὰ καθόλου τῶν πρώτων οὐσιῶν, τοῦτ’ ἔστι τῶν μερικῶν, ἵνα συστῇ, ἀλλ’ ἵνα κατ’ ἐκείνων ῥηθῇ.
“所有其他事物。” 他再次说“被言说”是恰当的;因为普遍的事物需要第一实体即个别的事物,并非为了存立,而是为了就它们被言说。
"Ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστι." Καλὸν καὶ ἐνταῦθα τὸ ἐστί· τὰ γὰρ συμβεβηκότα ἐν ταῖς μερικαῖς οὐσίαις τὸ εἶναι ἔχουσιν. ἐγκώμιον οὖν βούλεται εἰπεῖν τῆς πρώτης οὐσίας· ἐπειδὴ γὰρ εἰς τρία τὰ πράγματα διαιρεῖται, εἰς καθόλου οὐσίας εἰς μερικὰς εἰς συμβεβηκότα, δέεται, φησίν, ἑκάτερα τῶν πρώτων οὐσιῶν τὰ μὲν ἵνα ὑποστῇ (ἐν ταύταις γὰρ τὰ συμβεβηκότα τὸ εἶναι ἔχει), τὰ δ’ ἵνα κατηγορηθῇ3 (κατὰ τίνος γὰρ τὰ καθόλου κατηγορεῖται ἢ κατὰ τῶν μερικῶν;), καὶ ἀναιρεθεισῶν τῶν πρώτων οὐσιῶν ἀναιρεῖται καὶ τὰ συμβεβηκότα μὴ ἔχοντα ἔν τινι ὑποστῆναι, ὡσαύτως δὲ καὶ τὰ καθόλου μὴ ἔχοντα κατά τινος ὑποκειμένου ῥηθῆναι. καθόλου δὲ λέγεται οὐ τὰ πρὸ τῶν πολλῶν, ἀλλὰ τὰ ἐν τοῖς πολλοῖς. τούτου χάριν πρόσκειται τοῦτο διὰ τὸ ἐν τῇ Εἰσαγωγῇ Πορφυρίου εἰρημένον, ὅτι ἐνδέχεται τῶν εἰδῶν πάντων καθ’ ὑπόθεσιν ἀνῃρημένων τὸ γένος εἶναι· ἐκεῖ οὖν διελέγετο περὶ τῶν νοητῶν γενῶν καὶ εἰδῶν τῶν πρὸ τῶν πολλῶν, ἐνταῦθα δὲ περὶ τῶν αἰσθητῶν γενῶν καὶ εἰδῶν διαλέγεται, τοῦτ’ ἔστι περὶ τῶν ἐν τοῖς πολλοῖς.
“或者在作为主体的它们之中存在。” 在此他说“存在”也是恰当的;因为偶性在个别实体中拥有其存在。因此,他想要陈述对第一实体的赞颂;因为既然事物被划分为三,划分为普遍实体、个别实体与偶性,他说,[其余]两方都需要第一实体,一方是为了存立(因为在它们之中偶性拥有存在),另一方是为了被述谓(因为普遍者若不述谓于个别者,还能述谓于什么?),而且若第一实体被取消,偶性也因没有可在其中存立之处而被取消,同样地普遍者也因没有可就其被言说的主体而被取消。被称为普遍的,不是多数事物之先者,而是多数事物之中者。之所以补充这一点,是因为波菲利在《导论》中所说的一句话,即假设所有种都被取消,属仍可能存在;在那边,他论述的是多数事物之先的理知属和种,而在这边,他论述的是感觉的属和种,即多数事物之中的那些。
- 2.4καθόλου
作副词修饰动词 εἶπε,意为“普遍地”或“无条件地/一般地(相当于 ἁπλῶς)”,与后文具有限定性的短语 ἐν οἷς εἴδεσι(“在其中……的那些种”)相对照。
- 2.7κατὰ φύσιν αὗται πρῶται οὐσίαι εἰσίν
注家关注 λέγονται(“被称为”)这一被动/称谓动词的用法,解释为何称其为“第二”:普遍实体(种和属)就我们的认识而言是第二位的,但在本性的秩序上(κατὰ φύσιν)它们实际上是第一的实体。
- 2.10δέεται, φησίν, ἑκάτερα τῶν πρώτων οὐσιῶν τὰ μὲν ἵνα ὑποστῇ ... τὰ δ’ ἵνα κατηγορηθῇ
ἑκάτερα(“两者”)指前文提到的普遍实体与偶性,作为中性复数主语与单数动词 δέεται 搭配。接下来的 τὰ μέν ... τὰ δέ 是 ἑκάτερα 的部分同位语,分配性地将偶性对应于 ἵνα ὑποστῇ(“为了存立”),将普遍实体对应于 ἵνα κατηγορηθῇ(“为了被述谓”)。
