← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《范畴篇》注释

§36.22-38.22

第一实体的否定定义与实体的位阶划分

阿摩尼奥探讨了为何第一实体是通过否定来定义的,以及这一定义是否适用于神圣实体或灵魂,进而论证第一实体与第二实体的区分并非一般的划分(属到种、整体到部分或同音异义),而是秩序的传授。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2

" Ἣ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται." Ζητοῦσι δέ τινες τί δή ποτε δι’ ἀποφάσεων τὸ τιμιώτερον ὡρίσατο, εἴπερ τῶν καταφάσεών εἰσιν αὗται ἀτιμότεραι. φαμὲν ὅτι οὐδὲν ἄτοπον· καὶ γὰρ ἡμεῖς τὸ θεῖον σημᾶναι βουλόμενοι οὐ καταφάσκομέν τι περὶ αὐτοῦ, ὡς φησιν ὁ Πλάτων, ἀλλ’ εἰς ἀποφάσεις τρεπόμεθα. ἀποροῦσι δέ τινες λέγοντες μήποτε καὶ τῇ ὄντως πρώτῃ καὶ θείᾳ οὐσίᾳ ἁρμόζει ὁ ἀποδεδομένος ὁρισμὸς τῆς οὐσίας1 καὶ τῇ μερικῇ ψυχῇ· καὶ γὰρ ὁ θεὸς οὔτε καθ’ ὑποκειμένου τινὸς λέγεται οὔτε ἐν ὑποκειμένῳ ἐστί, καὶ μέντοι καὶ ἡ ψυχή. φαμὲν οὖν ὅτι οὐδετέρῳ ἁρμόζει ὁ ὁρισμός, ἐπὶ μὲν γὰρ τῆς θείας οὐσίας ἀνόητον ὅλως τὸ ἐπινοεῖν τοῦτον τὸν ὁρισμόν· τὸ γὰρ μὴ εἶναι καθ’ ὑποκειμένου πρὸς ἀντιδιαστολὴν τῶν ἐν ὑποκειμένῳ ὄντων εἴρηται καὶ ἁρμόζει πράγμασι σχέσιν τινὰ ἔχουσι πρὸς τὰ ἐν ὑποκειμένῳ, τὸ δὲ θεῖον ἄσχετον παντελῶς καὶ πάντων ἐξῃρημένον τῶν τε ἐν ὑποκειμένῳ καὶ τῶν μὴ ἐν ὑποκειμένῳ ὄντων, γινομένων δὲ τοῖς συμβεβηκόσιν ὑποκειμένων. ἐπὶ δὲ τῆς ψυχῆς εἰ μὲν τὴν ἐξῃρημένην λαμβάνει τις, οὐχ ἁρμόσει πάλιν ὁ ὁρισμὸς διὰ τὴν αὐτὴν αἰτίαν (πάντων γὰρ ἔχουσα τοὺς λόγους καὶ τὴν γνῶσιν παρ’ ἑαυτῇ ἄσχετος καὶ αὐτὴ καὶ ἐξῃρημένη),2 εἰ δέ γε τὴν μερικήν, ἴσως ἐφαρμόζει ταύτῃ· πεσοῦσα γὰρ εἰς τὴν σχέσιν καὶ λήθῃ κατασχεθεῖσα εἶτα εἰς ἀνάμνησιν ἐπειγομένη τῶν προτέρων γίνεται ὑποκείμενον ποτὲ μὲν τῇ γραμματικῇ ποτὲ δὲ τῇ ἰατρικῇ καὶ ταῖς ἄλλαις τέχναις ὁμοίως. καὶ οὐδὲν θαυμαστὸν τῇ ψυχῇ ποτὲ μὲν ἐφαρμόζειν τὸν ὁρισμὸν ποτὲ δὲ οὔ· μέσην γὰρ ἔχει τάξιν πρὸς τὰ πάντῃ ἐξῃρημένα τῆς ὕλης καὶ τὰ πάντῃ ἔνυλα, καὶ ὅτε μὲν ἡ ψυχὴ ἐξῄρηται τῶν σωμάτων, οὐκ ἐφαρμόσει αὐτῇ ὁ ὁρισμός, ὅτε δὲ πεσοῦσα ἐν ὕλῃ ἐπιλανθάνεται, τηνικαῦτα ἐφαρμόσει, καὶ οὐδὲν ἄτοπον.

“它既不就任何主体被言说。” 有些人探问,既然否定比起肯定更为低劣,他究竟为何通过否定来定义更尊贵的事物。我们说这并无荒谬之处;因为当我们想要指明神圣事物时,正如柏拉图所说,我们不对它作出任何肯定,而是诉诸否定。但有些人提出疑难说,所给出的实体的定义是否也适用于真正第一的神圣实体以及个别灵魂;因为神既不就任何主体被言说,也不在主体之中,而且灵魂亦然。于是我们说,该定义对二者都不适用;因为就神圣实体而言,构想这一定义是完全无意义的。因为“不就主体存在”是为了与在主体之中的事物相对照而言说的,并且适用于与在主体之中的事物具有某种关系的事物,而神圣事物是完全无关系的,且超脱于一切事物——既超脱于在主体之中的事物,也超脱于不在主体之中而成为偶性的主体的事物。至于灵魂,如果有人取的是超脱的灵魂,由于同一原因定义将再次不适用(因为灵魂自身拥有对一切事物的理路与认识,它自身也是无关系的且超脱的);但如果取的是个别的灵魂,或许适用于它。因为灵魂一旦落入关系之中并陷入遗忘,进而努力回忆在先的事物,它有时成为文法术的主体,有时成为医术的主体,在其他技艺上同样如此。而该定义有时适用于灵魂有时不适用,这一点也不足为奇;因为灵魂在完全超脱于质料的事物与完全具质料性的事物之间居于中等位置,当灵魂超脱于身体时,定义将不适用于它,但当它落入质料之中陷入遗忘时,那时它将适用,这并无荒谬之处。

§2.3

"Δεύτεραι δὲ οὐσίαι λέγονται." Ἄξιον δὲ ζητῆσαι ποίῳ τρόπῳ κέχρηται διαιρέσεως ἐν τῇ οὐσίᾳ· τῶν γὰρ διαιρουμένων τὰ μὲν ὡς γένος εἰς εἴδη διαιρεῖται, τὰ δὲ ὡς ὅλον εἰς μέρη, τὰ δὲ ὡς φωνὴ ὁμώνυμος εἰς διάφορα σημαινόμενα. καί φαμεν ὅτι πρῶτον μὲν οὐχ ὡς γένος εἰς εἴδη, ὅτι οὐδέποτε τῶν διαιρεθέντων εἰδῶν τὸ ἓν περιέχει τὸ ἕτερον· οἷον τοῦ ζῴου τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον, οὐ δυνάμεθα δὲ εἰπεῖν ‘τοῦ ζῴου τὸ μὲν ἄλογον τὸ δὲ ἵππος’· περιέχεται γὰρ ὑπὸ τοῦ πρώτου τὸ δεύτερον. οὕτω γοῦν καὶ ἡ πρώτη οὐσία ὑπὸ τῆς δευτέρας περιέχεται. ἀλλὰ μὴν οὐδ’ ὡς ὅλον εἰς μέρη διαιρεῖται· οὐδὲ γὰρ οἷόν τε εἰπεῖν ‘τοῦ ὅλου τὸ μὲν χεὶρ τὸ δὲ δάκτυλος’ (περιέχεται γὰρ ὁμοίως καὶ ἐν τῇ χειρὶ ὁ δάκτυλος), ἀλλὰ τοῦ ὅλου τὸ μὲν χεὶρ τὸ δὲ πούς. ἀλλὰ μὴν οὐδ’ ὡς φωνὴ ὁμώνυμος εἰς διάφορα σημαινόμενα διὰ τὴν αὐτὴν αἰτίαν· οὐδὲ γὰρ ἐν τοῖς διαιρουμένοις ὡς φωνὴ ὁμώνυμος εἰς διάφορα σημαινόμενα εὑρίσκομεν περιεχόμενον τὸ ἕτερον ὑπὸ τοῦ ἑτέρου, οἷον ἡ κύων φωνὴ κατηγορεῖται κατὰ τοῦ ἀστρῴου καὶ κατὰ τοῦ φιλοσόφου καὶ κατὰ τοῦ χερσαίου κυνός, οὐδὲν δὲ τούτων ὑπὸ τοῦ ἑτέρου περιέχεται. ἄλλως τε ἐπὶ τῶν διαιρουμένων ὡς φωνὴ ὁμώνυμος εἰς διάφορα σημαινόμενα μόνη ἡ ὁμωνυμία εὑρίσκεται, οὐ μέντοι καὶ κοινωνία ὁρισμοῦ, ἐπὶ δὲ τῆς πρώτης καὶ δευτέρας οὐσίας οὐ μόνον κοινωνία ὀνόματός ἐστιν, ἀλλὰ καὶ ὁρισμοῦ· ὁ γὰρ Σωκράτης πρώτη ὢν οὐσία καὶ τῷ τῆς δευτέρας ὀνόματι καλεῖται, τοῦτ’ ἔστι τῷ τοῦ ἀνθρώπου, καὶ τὸν ὁρισμὸν δὲ τὸν αὐτὸν ἔχει ὅ τε Σωκράτης καὶ ὁ καθόλου ἄνθρωπος· ὁμοίως γὰρ καὶ τὸ ζῷον οὐσία ἔμψυχος αἰσθητικὴ καὶ ζῷον καλεῖται. φαμὲν οὖν ὅτι τάξιν παραδίδωσιν αὐτῆς, οὐκέτι δὲ καὶ διαίρεσιν.3

“被称为第二实体的。” 值得探问的是,他在实体上使用了何种划分方式;因为在被划分的事物中,有些是作为属划分为种,有些是作为整体划分为部分,有些是作为同音异义词划分为不同的意涵。我们说,首先并非作为属划分为种,因为被划分的诸种中,绝没有一种会包含另一种;例如动物一种是有理性的,另一种是无理性的,但我们不能说“动物一种是无理性的,另一种是马”;因为后者被前者所包含。至少第一实体也是这样被第二实体所包含的。然而,也并非作为整体划分为部分;因为既不可能说“整体中一部分是手,另一部分是手指”(因为手指同样也被包含在手之中),而是说“整体中一部分是手,另一部分是脚”。然而,出于同样的原因,也并非作为同音异义词划分为不同的意涵;因为在作为同音异义词划分为不同意涵的事物中,我们也未发现一者被另一者所包含;例如“狗”这个词既被述谓于天上的星座,也被述谓于哲学家,也被述谓于陆地上的狗,但这些之中没有任何一个被另一个所包含。此外,在作为同音异义词划分为不同意涵的事物上,仅能发现同音异义性,绝没有定义的共有,而在第一实体和第二实体上,不仅有名称的共有,也有定义的共有;因为苏格拉底虽是第一实体,也以第二实体的名称即“人”被称呼,而且苏格拉底与普遍的人具有同一的定义;因为同样地,动物也是“有灵魂的具感觉能力的实体”,且被称为“动物”。因此我们说,他所传授的是实体的序列,而不再是划分。

语法注3 条
  1. 2.2μήποτε καὶ τῇ ὄντως πρώτῃ καὶ θείᾳ οὐσίᾳ ἁρμόζει ὁ ἀποδεδομένος ὁρισμὸς τῆς οὐσίας

    μήποτε 引导表示疑虑或推测的从句(“是否也许……”)。它作为 ἀποροῦσι λέγοντες(提出疑难说)的内容,接直陈式 ἁρμόζει,构成所讨论的疑难性命题。

  2. 2.2πάντων γὰρ ἔχουσα τοὺς λόγους καὶ τὴν γνῶσιν παρ’ ἑαυτῇ ἄσχετος καὶ αὐτὴ καὶ ἐξῃρημένη

    在此插入的因果分句中,系动词 ἐστί 被省略。分词 ἔχουσα 为阴性主格单数,与主语(灵魂,ψυχή)一致,作原因或伴随情况分词;ἄσχετος 与 ἐξῃρημένη 为主格表语。

  3. 2.3οὐκέτι δὲ καὶ διαίρεσιν

    在句末的 οὐκέτι δὲ καὶ διαίρεσιν 中,承前省略了动词 παραδίδωσιν。副词 οὐκέτι 在此由时间上的“不再”转为逻辑上的限定,意为“而不进而传授划分”或“并非进一步算作划分”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:36.22-38.22