- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:35.10-36.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯注解了亚里士多德关于第一实体的定义(2a11),阐明了实体在诸范畴中居于优先地位的理由、实体的三分(神圣者、质料与形式、复合实体),以及为何根据初学者的认识顺序将个别实体而非更尊贵的普遍实体称为“第一”。
" Οὐσία δέ ἐστιν ἡ κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα λεγομένη." Πρώτην τάξιν ἔχει ἡ οὐσία ἐν ταῖς κατηγορίαις καὶ διὰ τοῦτο εἰκότως τῶν ἄλλων αὐτὴν προέταξεν· αὕτη γὰρ συνεισφέρεται μὲν ταῖς λοιπαῖς κατηγορίαις, οὐ συνεισφέρει δὲ αὐτάς, καὶ συναιρεῖ μὲν αὐτάς, οὐ συναιρεῖται δὲ ὑπ’ αὐτῶν,1 ὅτι αὕτη αὐθυπόστατός ἐστιν, ἐν αὐτῇ δὲ αἱ ἄλλαι κατηγορίαι τὸ εἶναι ἔχουσιν· οὐσίας γὰρ οὔσης οὐκ ἀνάγκη τὰς ἄλλας εἶναι κατηγορίας, ταύτης δὲ μὴ οὔσης οὐ δυνατὸν τὰς ἄλλας ὑποστῆναι. τῆς δὲ οὐσίας ἡ μέν ἐστιν ἁπλῆ ἡ δὲ σύνθετος, καὶ τῆς ἁπλῆς ἡ μὲν κρείττων τῆς συνθέτου ἡ δὲ χείρων. ἔστι δὲ σύνθετος μὲν οὐσία ἄνθρωπος καὶ τὰ τοιαῦτα, ἁπλῆ δὲ καὶ κρείττων τῆς συνθέτου ἡ τῶν θείων οὐσία, ἁπλῆ δὲ καὶ χείρων τῆς συνθέτου ἡ ὕλη ἡ πρώτη καὶ τὸ εἶδος· ταῦτα γὰρ τῶν συνθέτων ἕνεκα παραλαμβάνονται, ἀεὶ δὲ τὰ δι’ ἕτερόν τι παραλαμβανόμενα χείρονά εἰσιν ἐκείνου οὗ ἕνεκα παραλαμβάνονται· οὕτω γὰρ κἀπὶ τῶν τεχνῶν χείρονά φαμεν εἶναι τὴν χαλινοποιητικὴν τῆς ἱππικῆς, ὅτι τῷ τῆς χαλινοποιητικῆς ἀποτελέσματι ὡς ὀργάνῳ κέχρηται ἡ ἱππική, καὶ ἔστιν ὁ μὲν χαλινὸς ἕνεκά του, ἡ δὲ ἱππικὴ οὗ ἕνεκα. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. διαλέξεται δὲ ἐνταῦθα ὁ Ἀριστοτέλης οὐ περὶ τῆς ἁπλῆς καὶ κρείττονος τῆς συνθέτου (τοῦτο γὰρ θεολογίας) οὐδὲ περὶ τῆς ἁπλῆς καὶ χείρονος τῆς συνθέτου (τοῦτο γὰρ φυσιολογίας), ἀλλὰ περὶ τῆς συνθέτου καὶ σχετικῆς, καθὸ τοιῶσδε σημαίνεται. λέγει δὲ ταύτης τῆς οὐσίας τὴν μὲν εἶναι πρώτην τὴν δὲ δευτέραν, πρώτην μὲν τὴν μερικὴν καλῶν, δευτέραν δὲ τὴν καθόλου. ὅθεν ἄξιον ζητῆσαι διὰ τί οὕτω φησίν, εἴπερ τῶν μερικῶν τὰ καθόλου τιμιώτερα. φαμὲν οὖν ὅτι τὰ φύσει πρότερα ἡμῖν δεύτερά ἐστι καὶ τὰ ἡμῖν πρότερα τῇ φύσει δεύτερα, οἷον ἡ ὕλη καὶ τὸ εἶδος εἶτα τὰ κοινὰ στοιχεῖα πρότερα τῇ φύσει, ἐκ τούτων δὲ τὸ σπέρμα καὶ τὸ αἷμα καὶ εἶθ’ οὕτως ὁ ἄνθρωπος· ἡμῖν δὲ πρότερος ὁ ἄνθρωπος· γνωρίζομεν γὰρ ἡμεῖς πρότερον τὸν ἄνθρωπον, εἶτα τὰ προειρημένα τὰ ἕνεκά του παραλαμβανόμενα. ἐπεὶ οὖν ὁ λόγος αὐτῷ ὡς πρὸς εἰσαγομένους, τοῖς δὲ εἰσαγομένοις σαφέστερα τὰ προσεχῆ, εἰκότως τὴν μερικὴν πρώτην εἶπεν ἐν τῷ παρόντι· ἀπὸ γὰρ τῶν μερικῶν ἀναγόμεθα ἐπὶ τὰ καθόλου. διὸ ὡς μὴ ἀρέσκοντα αὐτῷ λέγων2 οὐκ εἶπε ‘καὶ πρώτως καὶ μάλιστά ἐστιν’, ἀλλὰ λεγομένη. ἐπιστῆσαι δὲ χρὴ πῶς αὐτὰ φράζει ὁ Ἀριστοτέλης· ἐπειδὴ γάρ, ὡς εἴπομεν, ἀπαρεσκόντως λέγει τὴν μερικὴν οὐσίαν πρώτην, φησὶν ἡ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται· ἡ γὰρ ὄντως πρώτη οὐσία, τοῦτ’ ἔστιν ἡ καθόλου, καθ’ ὑποκειμένου τινός ἐστιν. ὡς ἀπαρεσκόμενος οὖν λέγεται εἶπεν. ἐπειδὴ δὲ οἶδεν ὅτι κἂν ᾖ πρώτη οὐσία κἂν ᾖ δευτέρα, οὐκ ἔστιν ἐν ὑποκειμένῳ, εἶπε τὸ ἔστιν· ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν. ἐνταῦθα οὖν τὸ ἔστι προσέθηκεν, ἐπεὶ καὶ αὐτῷ ἤρεσκεν.
“实体是在最严格、最本原且最主要的意义上被言说的。” 实体在诸范畴中居于首位,因此他合乎情理地将它置于其余范畴之前;因为它与其余诸范畴一同被带入,却不把它们一同带入,并且它共灭它们,却不被它们所共灭,因为实体是自立存立的,而其余诸范畴在它之中拥有其存在。因为当实体存在时,其余范畴并不必然存在,但当它不存在时,其余范畴不可能存立。而在实体中,一种是单纯的,另一种是复合的;在单纯的实体中,一种优越于复合者,另一种则低劣于复合者。复合实体是人及诸如此类者;单纯且优越于复合者的实体是神圣事物的实体;单纯且低劣于复合者的实体是第一质料与形式。因为这些是为了复合事物而被采纳的,而为了别的事物而被采纳的事物,总是低劣于它们为之而被采纳的那个事物;因为在各技艺中我们也同样说,制辔术低劣于骑术,因为骑术把制辔术的成果作为工具来使用,马辔是为了某物,而骑术则是那个为之的目的。在其他事物上也是如此。在这里,亚里士多德将既不讨论单纯且优越于复合者的实体(因为这属于神学),也不讨论单纯且低劣于复合者的实体(因为这属于自然哲学),而是讨论复合的且具有相关性的实体,就在它是以这种方式被意指的而言。他说这种实体一种是第一的,另一种是第二的,将个别实体称为第一的,将普遍实体称为第二的。由此值得探问,既然普遍者比个别者更尊贵,他为何如此言说。于是我们说,就本性而言在先者,对我们而言在后,而对我们而言在先者,就本性而言在后;例如质料与形式、继而是共同元素就本性而言在先,由这些产生种子与血液,然后由此产生人;但对我们而言人在先。因为我们首先认识人,然后才认识为了某物而被采纳的上述事物。因此,既然他的论述是面向初学者而作的,而对初学者来说贴近的事物更为明晰,所以在当下他合乎情理地将个别实体称为第一的;因为我们是从个别者被引导上升到普遍者的。因此,他如同在言说令他不满意的事情一样,没有说“最本原且最主要地是”,而是说了“被言说”。但必须注意亚里士多德是如何表述这些话的;因为正如我们所说,由于他勉强地将个别实体称为第一的,他说“它既不就任何主体被言说”;因为真正第一的实体,即普遍实体,是就某个主体而言的。因此,他是如同勉强之人那样说了“被言说”。但是,由于他知道无论是第一实体还是第二实体都不在主体之中,他便说了“是”这个词:“并且不在任何主体之中”。于是在这里他加上了“是”,因为这也是令他满意的。
- 2.1συνεισφέρεται μὲν ταῖς λοιπαῖς κατηγορίαις, οὐ συνεισφέρει δὲ αὐτάς, καὶ συναιρεῖ μὲν αὐτάς, οὐ συναιρεῖται δὲ ὑπ’ αὐτῶν
表达存在依待关系的对仗句式。被动态 συνεισφέρεται 支配与格 ταῖς λοιπαῖς κατηγορίαις,意为“随其余诸范畴一同被引入”;主动态 οὐ συνεισφέρει 支配宾格 αὐτάς,意为“自身并不连带引入它们”。后半句的 συναιρεῖ(主动,“连带消灭它们”)与 συναιρεῖται(被动加 ὑπό 引导的属格,“被它们所连带消灭”)构成同样的语态对比,其逻辑内涵随即由后文“实体存在并不必然伴随偶性存在,而实体不存在则偶性不可能存立”得到明确阐明。
- 2.1ὡς μὴ ἀρέσκοντα αὐτῷ λέγων
连词 ὡς 与中性复数宾格分词 ἀρέσκοντα(取非人称动词“令……满意、赞同”之意)结合,修饰主格分词 λέγων(指主语亚里士多德),意为“如同言说着令他不满意之事一样”。这一结构说明了亚里士多德为何使用带有保留色彩的 λεγομένη(“被言说”),而非肯定的 ἐστιν(“是”),用以暗示将个别实体称为“第一”只是照顾初学者认识次序的权宜表述,而非就本性在先性而言符合其真正观点的断言。
