← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《范畴篇》注释

§33.6-35.8

范畴的例示与未结合词语的真假

安摩尼乌阐释了亚里士多德举例说明范畴之处(实体与“具有”),探讨了为何“被具有”、点以及缺乏不构成独立的范畴,并解释了未结合的个别词语既不表达真假,亦不构成肯定或否定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21

" Ἔστι δὲ οὐσία μὲν ὡς τύπῳ εἰπεῖν οἷον ἄνθρωπος ἵππος." Φιλανθρώπως ποιῶν κεφαλαιωδῶς παραδίδωσιν ἡμῖν τὴν ἐξήγησιν τῶν κατηγοριῶν, ἵνα πρότερον ἡμᾶς εἰς ἔννοιαν ἀγάγῃ τῆς περὶ αὐτῶν διδασκαλίας καὶ οὕτως ὕστερον ἀκριβῶς ἰδίᾳ ἑκάστην κατηγορίαν ἐπισκεψώμεθα, καί φησιν οὐσίαν εἶναι ἄνθρωπον καὶ ἵππον. σὺ δὲ ὑπάκουε οὐσίας καὶ τὰ λοιπὰ1 ὅσα αὐθυπόστατα πράγματά εἰσι καὶ μηδενὸς ἑτέρου δεόμενα εἰς τὸ ὑποστῆναι. καὶ ταῦτα μὲν περὶ τῆς οὐσίας, τὰς δὲ λοιπὰς κατηγορίας σαφῶς κατὰ λέξιν μαθησόμεθα.

“概略地说,实体例如人、马。” 他怀着仁厚之心,向我们提纲挈领地传授关于范畴的解释,以便首先引导我们对关于它们的教导产生某种认识,从而使我们随后能够准确地逐一考察每一个范畴;他说人与马是实体。但你也当将所有其他自立存立、且为了存立不需要任何别物的事物,都理解为实体。关于实体就谈这些,其余各范畴我们将在字句中明晰地学习。

§1.22

"Ἔχειν δὲ οἷον ὑποδέδεται ὥπλισται." Ζητοῦσί τινες τί δή ποτε ὥσπερ τῷ ποιεῖν τὸ πάσχειν ἀντίκειται καὶ κατηγορίαν2 αὐτοῦ ἔταξε, λέγω δὴ τὴν τοῦ πάσχειν, πῶς καὶ τοῦ ἔχειν ἀντικειμένου ὄντος τοῦ ἔχεσθαι οὐκ εἶπε καὶ τούτου κατηγορίαν, φημὶ δὴ τὴν τοῦ ἔχεσθαι, ἀλλὰ μόνην τὴν τοῦ ἔχειν. φαμὲν ὅτι ὑπὸ τὴν τοῦ κεῖσθαι ἀναχθῆναι τοῦτο δύναται τὸ ἔχεσθαι, τὸ δὲ ἔχειν ὑπ’ οὐδεμίαν τῶν ἄλλων, καὶ διὰ τοῦτο ἠναγκάσθη κατηγορίαν αὐτῷ ἀφορίσαι. Τινὲς δέ φασιν ὅτι οὐ πάντα τὰ ὄντα ὑπὸ τὰς δέκα κατηγορίας ἀναχθῆναι δύναται· τὸ γοῦν σημεῖον καὶ τὴν στέρησιν ὑπὸ ποίαν κατηγορίαν ἀνάξομεν; καὶ περὶ μὲν τοῦ σημείου φαμὲν ὅτι νῦν ὁ Ἀριστοτέλης διαλέγεται περὶ πραγμάτων τῇ τε αἰσθήσει γνωρίμων καὶ τοῖς πολλοῖς, τὸ δέ γε σημεῖον αὐτὸ μέν τι πρᾶγμα ὑφεστηκὸς οὐκ ἔστιν, ἀρχὴ δέ ἐστιν ὅλως πραγμάτων. ὁμοίως γὰρ ἄν τις ἀπορήσειε καὶ περὶ τῆς ὕλης καὶ τοῦ εἴδους, ἀλλ’ ὡς ἔφαμεν οὔτε περὶ τῆς ἁπλῆς καὶ κρείττονος τῆς συνθέτου οὔτε περὶ τῆς ἁπλῆς καὶ χείρονος τῆς συνθέτου,3 ἀλλὰ περὶ τῆς συνθέτου οὐσίας αὐτῷ νῦν ὁ λόγος. τὴν δὲ στέρησίν τινες ἔφασαν ὑπ’ ἐκείνην τὴν κατηγορίαν αὐτὴν ἀνάγεσθαι, ὑφ’ ἣν καὶ ἡ ἕξις ἀνάγεται· τὰ γὰρ ἀντικείμενα ὑπὸ τὴν αὐτὴν ἀνάγεται κατηγορίαν. ἡμεῖς δέ φαμεν οὐδὲ ἀνάγεσθαι αὐτὴν ὅλως ὑπό τινα τῶν κατηγοριῶν· αἱ μὲν γὰρ κατηγορίαι τῶν ὄντων εἰσίν, ἡ δὲ στέρησις ὂν μὲν οὐκ ἔστι, στέρησις δὲ ὄντος.

“具有,例如穿鞋、披甲。” 有人探问,究竟为什么正如受动与作用相对立,并且他确立了它的范畴,我指的是受动的范畴,当被具有也与具有相对立时,他何以没有也说出这一范畴,我指的是被具有的范畴,而仅说了具有的范畴。我们说,这个被具有能够被归入居于[姿态]的范畴之下,而具有则不能归入其他任何范畴之下,因此他不得不为它单独界定一个范畴。又有人说,并非所有存在物都能归入这十个范畴之下;那么点与缺乏我们将归入哪一个范畴之下?关于点,我们说,亚里士多德现在讨论的是无论对感觉还是对大众都熟知的事物,而点本身并不是某个自立存立的事物,而根本是诸事物的本原。因为人们同样也可以就质料与形式提出疑难;但正如我们所说,现在他的论述既非关于比复合者更单纯且更优越者[形式],亦非关于比复合者更单纯且低劣者[质料],而是关于复合实体。关于缺乏,有人曾说它本身被归入状态也被归入的那个范畴之下;因为对立物被归入同一范畴之下。但我们说,它根本不被归入任何范畴之下;因为诸范畴属于存在者,而缺乏并不是存在者,而是存在者的缺乏。

§1.23

"Ἕκαστον δὲ τῶν εἰρημένων." Βουλόμενος ἡμῖν παραστῆσαι ὡς οὐ περὶ καταφάσεως ἢ ἀποφάσεως πρόκειται νῦν αὐτῷ διαλαβεῖν, φησὶν ὅτι ἑκάστη τῶν κατηγοριῶν αὐτὴ μὲν καθ’ αὑτὴν οὔτε ἀληθές τι οὔτε ψευδὲς σημαίνει· ἐὰν γὰρ εἴπω ‘Σωκράτης περιπατεῖ’, εἰ μὲν τύχοι περιπατῶν, ἠλήθευσα, εἰ δὲ οὔ, ἐψευσάμην, καὶ ἐπὶ τῶν ἀποφάσεων ὁμοίως· ἐὰν δὲ μυριάκις εἴπω ‘ἄνθρωπος’, οὔτε ἀληθεύω οὔτε ψεύδομαι, ὁμοίως δὲ καὶ ‘περιπατεῖ’. εἰ δέ τις εἴποι ὅτι ἐὰν εἴπῃ τις ‘περιπατῶ’, ἀληθεύει ἢ ψεύδεται (εἰ γὰρ τύχοι περιπατῶν, ἀληθεύει, εἰ δὲ μή, ψεύδεται), ἐροῦμεν ὅτι ἀλλ’ ὁ εἰρηκὼς ‘περιπατῶ’ δυνάμει συμπεριέλαβε τὸ ἐγώ, ὡς ἄν εἰ ἔλεγε ‘περιπατῶ ἐγώ’,4 ὥστε πάλιν ἡ ἀντωνυμία τῷ ῥήματι συμπαρελήφθη πρὸς γένεσιν ἀληθείας ἢ ψεύδους, ἐπεὶ οὐκ ἠδύνατο μία κατηγορία αὐτὴ καθ’ αὑτὴν τοῦτο ποιῆσαι· δῆλον γὰρ ὅτι ἑκάστη τῶν κατηγοριῶν αὐτὴ καθ’ ἑαυτὴν οὔτε κατάφασις οὔτε ἀπόφασίς ἐστι, συμπλεκόμεναι δὲ πρὸς ἀλλήλας τοῦτο ποιοῦσιν, οἷον ἄνθρωπος περιπατεῖ· ἔκ τε οὐσίας καὶ τοῦ ποιεῖν γέγονε κατάφασις· προσλαβοῦσα δὲ μέσον τὸ ἀρνητικὸν μόριον γίνεται ἀπόφασις, οἷον ἄνθρωπος οὐ περιπατεῖ.

“而所述的每一项。” 为了向我们表明他现在的意图并非论述肯定或否定,他说,各个范畴就其自身而言既不意指真,也不意指假;因为如果我说“苏格拉底散步”,若他恰好在散步,我就说了真话,若不然,我就说了假话,在否定上也是如此;但如果我说一万次“人”,我既非说真话亦非说假话,同样说“散步”也是如此。如果有人说,倘若有人说“我散步”,他就是在说真话或说假话(因为若他恰好在散步,他就在说真话,若不然,就在说假话),我们将说,那个说“我散步”的人已经在潜能上包摄了“我”,就如同他说“我自己散步”一样,因而为了产生真或假,代词再次与动词一同被采纳,因为单个范畴就其自身而言并不能做到这一点;因为显然各个范畴就其自身而言既非肯定亦非否定,而是相互结合才造成了这一点,如“人散步”:由实体与作用产生了一个肯定;而在中间加上一个否定小品词,就变成了一个否定,如“人不散步”。

§1.24

"Ἐν οὐδεμιᾷ καταφάσει." Τὰ πολλὰ τῶν βιβλίων τὰ καλῶς δοκοῦντα ἔχειν οὐκ ἔχει ἢ ἀποφάσει· εἰ γὰρ κατάφασιν οὐδεμία τῶν κατηγοριῶν σημαίνει, πολλῷ μᾶλλον οὐδὲ ἀπόφασιν, ἐπειδὴ δεῖται ἑτέρου ἀρνητικοῦ μορίου καὶ μᾶλλον ὑποπτεύσει τις τὸ ποιεῖν κατάφασιν δηλοῦν ἢ ἀπόφασιν.

“不在任何肯定中。” 看起来保存良好的多数抄本中并没有“或否定”;因为如果诸范畴无一意指肯定,那么就更不意指否定,因为它需要另一个否定小品词,并且人们宁可怀疑作用指示肯定,也不会怀疑它指示否定。

§1.25

"Ἅπασα γὰρ δοκεῖ κατάφασις ἢ ἀπόφασις." Τὸ δοκεῖ πρόσκειται, ἐπειδὴ οὐ πάντως ἡ κατάφασις ἀληθεύει οὐδὲ πάντως ἡ ἀπόφασις ψεύδεται, οἷον ἐὰν εἴπῃ τις ‘τρέχω’ ἢ ‘οὐ τρέχω’. ἐπειδὴ οὖν ἐν τούτοις δυνάμει προσυπακούεται τὸ ἐγώ, τούτου χάριν εἶπε δοκεῖ. ἢ τοῦτο ἢ ὅτι παρέλκεται τὸ δοκεῖ ἢ ὅτι σφάλμα καλλιγράφου ἐστὶν ἢ ὅτι ἀντὶ τοῦ ‘οὕτω δοκεῖ πᾶσιν’.

“因为一切肯定或否定似乎[……]。” 加上“似乎”,是因为肯定并非必然说真话,否定亦非必然说假话,例如当有人说“我跑”或“我不跑”时。因此,既然在这些语句中潜能上补足理解了“我”,为了这个缘故他说了“似乎”。或者由于这一原因,或者由于“似乎”是赘词,或者它是抄写员的讹误,或者它是用以代替“对所有人而言似乎都是如此”。

语法注4 条
  1. 1.21σὺ δὲ ὑπάκουε οὐσίας καὶ τὰ λοιπὰ

    动词 ὑπακούω 在此意为“补足理解为/归入……之下”,支配属格 οὐσίας(或作表语性属格,“理解为实体”),而直接宾语则是中性复数宾格短语 τὰ λοιπὰ ὅσα...。

  2. 1.22Ζητοῦσί τινες τί δή ποτε ὥσπερ τῷ ποιεῖν τὸ πάσχειν ἀντίκειται καὶ κατηγορίαν αὐτοῦ ἔταξε, λέγω δὴ τὴν τοῦ πάσχειν, πῶς καὶ τοῦ ἔχειν ἀντικειμένου ὄντος τοῦ ἔχεσθαι οὐκ εἶπε καὶ τούτου κατηγορίαν

    句首疑问词 τί δή ποτε(“究竟为何”)在经过 ὥσπερ 引导的比较从句插入之后,被 πῶς(“何以/如何”)重复承接,构成破格性的重叠疑问句。整体表达“正如受动与作用相对立……何以当被具有与具有相对立时,他没有提及后者的范畴”。

  3. 1.22οὔτε περὶ τῆς ἁπλῆς καὶ κρείττονος τῆς συνθέτου οὔτε περὶ τῆς ἁπλῆς καὶ χείρονος τῆς συνθέτου

    在比较级形容词 κρείττονος 与 χείρονος 之后的 τῆς συνθέτου 是比较属格。前者指“比复合者更优越的单纯实体”(形式),后者指“比复合者更低劣的单纯实体”(质料)。

  4. 1.23ὡς ἄν εἰ ἔλεγε ‘περιπατῶ ἐγώ’

    成语性短语 ὡς ἄν εἰ(“如同、仿佛”)与未完成过去直陈式 ἔλεγε 连用,引导假设性的比较(“就如同他说‘我自己散步’一样”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:33.6-35.8