- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:30.24-33.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段注释讨论了实质性述谓的传递规则及其限制、异属与从属各属之间种差的异同,并由此引入作为“不依据任何结合而言说者”的十个范畴。
" Ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται." Τὸ παράδειγμα τοῦτο τῆς καθόλου οὐσίας ἐστίν· ὅταν τινός τι κατηγορῆται οὐσιωδῶς, φησί, τούτου δὲ ἕτερόν τι πάλιν κατηγορῆται, τοῦτο κἀκείνου κατηγορηθήσεται. πρὸς ὃ φήσειεν ἄν τις ‘εἰ ἀληθῶς ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου κατηγορηθήσεται, κατηγορεῖται δὲ τοῦ μὲν ζῴου τὸ γένος, τοῦ δὲ ἀνθρώπου τὸ ζῷον, καὶ τοῦ ἀνθρώπου ἄρα κατηγορηθήσεται τὸ γένος’. ἀλλ’ οὐχ οὕτως εἴρηται· τὸ γὰρ ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, τουτ’ ἔστιν ὡς πράγματα αὐτοῦ καὶ ὡς χαρακτηρίζοντα τὴν οὐσίαν αὐτοῦ, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται εἴρηκεν ὁ φιλόσοφος.1 καλῶς δὲ εἶπε καὶ τὸ ὡς καθ’ ὑποκειμένου ἀντὶ τοῦ οὐσιωδῶς καὶ πραγματικῶς· εἰ γάρ τι κατὰ τοῦ κατηγορουμένου κατὰ συμβεβηκὸς κατηγορεῖται, οὐκ ἀνάγκη τοῦτο καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθῆναι· τὸ γὰρ γένος τοῦ ζῴου κατὰ συμβεβηκὸς καὶ κατὰ σχέσιν κατηγορεῖται.
“当一事物对另一事物作述谓时。” 这个例子属于普遍实体。他说,当某事物被实质地对某事物作述谓,而另一事物又被对这一事物作述谓时,这[另一事物]也将被对那个[最初的事物]作述谓。对此有人可能会说:“如果说凡是对被述谓者所言说的,都将如数对基底作述谓是真实的,而属对动物作述谓,动物又对人作述谓,那么属也就将对人作述谓了。” 但并不是这样说的。因为哲学家说的是,凡是对被述谓者所言说的——也就是说,作为其实际事物并且表征其实质的那些事物——都将如数对基底言说。他用“如同对基底”来代替“实质地且实际地”,这也是恰当的;因为如果有某事物附带地对被述谓者作述谓,这事物并不必然也要对基底言说;因为属是对动物附带地且依关系而作述谓的。
"Τῶν ἑτερογενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων." Λημμάτιά τινα προλαμβάνει χρήσιμα αὐτῷ ἐσόμενα πρὸς τὴν διδασκαλίαν καί φησιν ὅτι πάντως τῶν ἑτερογενῶν ἕτεραι ὑπάρχουσιν αἱ εἰδοποιοὶ διαφοραί, οἷον τῆς οὐσίας καὶ τοῦ ποσοῦ· τῆς μὲν γὰρ οὐσίας διαφοραὶ τὸ ἔμψυχον καὶ τὸ ἄψυχον, τοῦ δὲ ποσοῦ τὸ συνεχὲς καὶ τὸ διωρισμένον. ἕτεραι οὖν ὑπάρχουσιν αἱ διαφοραὶ ἑτέρων ὄντων τῶν γενῶν. ἐπειδὴ δὲ τὰ ἑτερογενῆ πολλαχῶς λέγεται (λέγεται γὰρ ἕτερα τὰ πάντῃ διεστηκότα ἀλλήλων, ὡς ἡ ἐπιστήμη καὶ τὸ ζῷον, καὶ τὰ μὴ πάντῃ κεχωρισμένα, οἷον τὸ πτηνὸν καὶ τὸ ἔνυδρον· ἔχει γὰρ 〈ταῦτα〉 κοινὸν γένος τὸ ζῷον· λέγεται δὲ καὶ τὰ ὑπάλληλα γένη ἕτερα, ὡς ἡ οὐσία καὶ τὸ σῶμα), διὰ τοῦτο εἶπε καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων· τούτων γὰρ ἐνδέχεται τὰς αὐτὰς εἶναι διαφοράς, οἷον τοῦ ἐμψύχου καὶ τοῦ ζῴου θνητὸν καὶ ἀθάνατον λογικὸν καὶ ἄλογον. καλῶς δὲ τῷ εἴδει προσέθηκεν·2 ἰδοὺ γὰρ ἐπὶ ἑτέρων γενῶν αἱ αὐταὶ διαφοραί· λέγομεν γὰρ ‘τῶν σκευῶν τὰ μέν ἐστιν ἄποδα οἷον θυΐσκη καὶ δοῖδυξ καὶ ὅσα τοιαῦτα, τὰ δὲ ὑπόποδα ὡς θρόνος καὶ κλίνη καὶ τὰ ὅμοια’, ὁμοίως καὶ τῶν ζῴων, φαμέν, τὰ μέν ἐστιν ἄποδα τὰ δὲ ὑπόποδα· ἀλλ’ αὗται αἱ διαφοραὶ οὐκ εἰσὶν εἰδοποιοὶ οὐδὲ κυρίως λεγόμεναι, ἀλλὰ κατὰ ἀναλογίαν τινά.
“对于异属且不相互从属的事物。” 他预先提出了某些对其讲授有用的前提命题,并说在异属的事物中,构成种的差异绝然是不同的,例如实体与量;因为实体的差异是有灵魂与无灵魂,而量的差异是连续的与区分开的。因此,当各属不同时,其差异也是不同的。但由于“异属的事物”有多种说法(因为像知识与动物这样彼此全然相隔的事物被称为不同,而像有翼的与水生的这样并未全然分离的事物也被称为不同,因为它们具有动物这一共同的属;从属的诸属也被称为不同,如实体与物体),因此他加上了“且不相互从属”。因为在这些[从属的诸属]中,允许具有相同的差异,如有灵魂者与动物都具有会死的与不死的、有理性的与无理性的。他加上“在种上”也是恰当的。因为看,在不同的属上存在相同的差异:因为我们说,“在器具中,有些是无足的,如臼和杵以及所有这类东西,而有些是有足的,如座椅和睡榻以及类似的东西”,同样我们对动物也说,“有些是无足的,有些是有足的”。但是这些差异并不是构成种的差异,也不是本义上所言说的差异,而只是根据某种类比而说的。
"Ζῴου μὲν γὰρ διαφοραί." Αἱ τῶν γενῶν διαφοραὶ πολλαχῶς δύνανται διαιρεῖσθαι, οἷον τοῦ ζῴου διαφοραὶ λογικὸν καὶ ἄλογον, ἀλλὰ καὶ ἀπὸ τοῦ μονίμου τῆς ζωῆς ὡς θνητὸν καὶ ἀθάνατον καὶ ἀπὸ τοῦ τόπου ὡς πτηνὸν καὶ ἔνυδρον καὶ πεζὸν καὶ ἀπὸ τῶν ποδῶν ὡς ὑπόπουν καὶ ἄπουν· καὶ αὗται ἕτεραί εἰσιν αἱ διαφοραί. ὁ δὲ Ἀριστοτέλης παραδείγματι χρησάμενος τῷ ἀπὸ τοῦ τόπου παρενέβαλεν ἐν τῷ μέσῳ καὶ ἑτέρας διαφοράς, ἐπίτηδες βουλόμενος διδάξαι ὡς ἀδιάφορον καὶ ἑτέρας παραλαμβάνειν διαφοράς.
“因为动物的差异。” 各属的差异可以以多种方式来划分:例如动物的差异是有理性的与无理性的,但也可以根据生命的恒久性划分为会死的与不死的,根据处所划分为有翼的、水生的与陆生的,根据足划分为有足的与无足的;并且这些差异彼此是不同的。但亚里士多德在使用了源于处所的例证时,在其中间也插入了其他差异,这有意表明采用其他差异也是无关紧要的。
"Τῶν δὲ ὑπ’ ἄλληλα γενῶν." Καλῶς οὖν εἶπεν οὐδὲν κωλύει· οὔτε γὰρ ἐξ ἀνάγκης αἱ αὐταὶ εἰσι διαφοραὶ τῶν ὑπαλλήλων γενῶν, ἀλλ’ αἱ μὲν οὐσιώδεις διαφοραὶ τῶν ὑπαλλήλων γενῶν πάντῃ τε καὶ πάντως αἱ αὐταί εἰσιν, αἱ δὲ συμβεβηκυῖαι οὐ πάντως. διὰ τοῦτο οὖν προσέθηκε τὸ οὐδὲν κωλύει. πολλάκις μέντοι συμβαίνει τὰς αὐτὰς εἶναι διὰ τὸν προειρημένον κανόνα τὸν λέγοντα ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται.
“但在相互从属的诸属中。” 因此他恰当地说了“并不妨碍”;因为相互从属的各属的差异并非必然是相同的,但相互从属的各属的实质差异完全且必然是相同的,而附带的差异则不必然相同。因此他加上了“并不妨碍”。然而,差异往往相同,这是由于前述的规则,即“凡是对被述谓者所言说的,都将如数对基底言说”。
"Τῶν κατὰ μηδεμίαν συμπλοκήν." Παραδοὺς ἡμῖν πρότερον ὁ Ἀριστοτέλης τὴν εἰς τέσσαρα διαίρεσιν τῆς τε καθόλου οὐσίας καὶ τῆς μερικῆς καὶ τοῦ καθόλου συμβεβηκότος καὶ τοῦ μερικοῦ, νῦν τὴν εἰς δέκα διαίρεσιν παραδίδωσι διὰ παραδειγμάτων, ἵνα εἰς ἔννοιάν τινα ἡμᾶς τούτων προαγάγῃ, ὕστερον δὲ περὶ ἑκάστου διηρθρωμένως διδάξῃ. ἔστι δὲ τοῦτο προσεχὲς τῷ ἀνωτέρω ῥητῷ τῷ λέγοντι “τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται, τὰ δὲ ἄνευ συμπλοκῆς”. λέγει δὲ ἀκολούθως τοῦτο τῶν κατὰ μηδεμίαν συμπλοκήν. τῷ δὲ εἰπεῖν κατὰ μηδεμίαν δηλοῖ πλείονας εἶναι συμπλοκάς· ἢ γὰρ φωνὴν ἁπλῆν οὖσαν κατὰ τὸ σημαινόμενον συμπλέκομεν, ὡς ὅταν εἴπω ‘τρέχω’ (δηλῶ γὰρ ἐμαυτὸν καὶ τὴν ἐνέργειαν), ἢ ἡ μὲν φωνὴ κατὰ συμπλοκήν ἐστι, τὸ δὲ σημαινόμενον ἁπλοῦν, ὡς τὸ ζῷον λογικὸν θνητόν (ἡ μὲν γὰρ φωνὴ σύνθετος, ἄνθρωπος δὲ τὸ σημαινόμενον), ἢ καὶ ἀμφότερα σύνθετα, ὡς ὅταν εἴπω ‘Σωκράτης περιπατεῖ’, ἢ ἀμφότερα ἁπλᾶ, ὡς αὗται αἱ κατηγορίαι. τῶν οὖν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ποιεῖται νῦν τὴν διαίρεσιν, τοῦτ’ ἔστι τῶν δέκα κατηγοριῶν.
“在不依据任何结合的事物中。” 亚里士多德此前向我们传授了关于普遍实体与个别实体、普遍偶性与个别偶性的四重划分,现在他通过例证向我们传授十重划分,以便引导我们对它们产生某种认识,随后再对每一项进行分条明晰的教授。这与上面所说的“在言说的事物中,有些是依据结合而言说的,有些是没有结合而言说的”这一文句直接相承。因而他紧接着说“在不依据任何结合的事物中”。通过说“不依据任何[结合]”,他表明存在多种结合:因为或者语音虽是单纯的,我们却在所指意义上加以结合,如我说“我跑”(因为我指明了我自己以及这一活动);或者语音是依据结合的,而所指意义是单纯的,如“有理性的会死的动物”(因为语音是复合的,所指意义却是人);或者两者都是复合的,如我说“苏格拉底散步”;或者两者都是单纯的,如这些范畴。因此,他现在对不依据任何结合而言说的事物,即十个范畴,进行划分。
- 1.16τὸ γὰρ ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, τουτ’ ἔστιν ὡς πράγματα αὐτοῦ καὶ ὡς χαρακτηρίζοντα τὴν οὐσίαν αὐτοῦ, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται εἴρηκεν ὁ φιλόσοφος.
整句的骨干是一个倒装结构,由中性定冠词 τὸ 实词化的短语(亚里士多德的命题)充当句末主动词 εἴρηκεν ὁ φιλόσοφος(“哲学家述说了……”)的直接宾语。在该宾语短语内部,插入了阿摩尼奥斯本人的阐释性说明 τουτ' ἔστιν ὡς πράγματα αὐτοῦ……(“也就是说,作为……”)。
- 1.17καλῶς δὲ τῷ εἴδει προσέθηκεν
动词 προσέθηκεν(“他加上了”)未明示其宾格直接宾语,根据前文亚里士多德的原句脉络(1b16: Τῶν ἑτερογενῶν... ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί),应理解为他把与格短语“在种上”(τῷ εἴδει)本身作为限定成分(引用)添加了进来。
