- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:29.4-30.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
安莫尼乌阐述了“在某物中”的十一种含义,辨明了“在基底中”与部分和整体关系的差异,并注解了亚里士多德关于普遍/个别偶性与实体的四分法,说明了数目上为一的个体绝不对任何基底述说的原因。
Λέγεται δὲ τὸ ἔν τινι ἑνδεκαχῶς, ὡς ἤδη λέλεκται· ἐν χρόνῳ (ἔν τινι γὰρ χρόνῳ γέγονεν ὁ Τρωικὸς πόλεμος ἢ ὁ Πελοποννησιακός), ἐν τόπῳ (λέγομεν γὰρ τὸν Σωκράτην ἐν τόπῳ εἶναι οἷον ἐν Λυκείῳ), ἐν ἀγγείῳ (λέγομεν γὰρ τὸν οἶνον ἐν τῷ κεράμῳ εἶναι· διαφέρει δὲ τὸ ἐν τόπῳ τοῦ ἐν ἀγγείῳ, διότι τὸ μὲν ἀγγεῖον τόπος ἐστὶ μεταφορητός, ὁ δὲ τόπος ἀγγεῖον ἀμεταφόρητον), ὡς μέρος ἐν ὅλῳ ὡς ὁ δάκτυλος ἐν τῇ χειρὶ ἢ ἡ χεὶρ ἐν ὅλῳ τῷ σώματι, ὡς ὅλον ἐν μέρεσιν (ὅλον γὰρ τὸν ἄνθρωπόν φαμεν θεωρεῖσθαι ἐν τοῖς μέρεσι καὶ οὐκ ἐν μέρει), ὡς εἶδος ἐν γένει ὡς ἄνθρωπος ἐν τῷ ζῴῳ, ὡς γένος ἐν εἴδει ὡς τὸ ζῷον ἐν ἀνθρώπῳ, ὡς τὰ τῶν ἀρχομένων ἐν τῷ ἄρχοντι (λέγομεν γὰρ ὅτι τόδε τὸ πρᾶγμα ἐν τῷδε τῷ ἄρχοντί ἐστιν), ὡς εἶδος ἐν ὕλῃ ὡς τὸ ἀνθρώπινον εἶδος ἐν τῇ ὕλῃ ἢ τὸ τρίγωνον ἢ τετράγωνον σχῆμα ἐν τῷ χαλκῷ, ὡς ἐν τέλει ὡς 〈λέγομεν〉 τὴν ἰατρικὴν ἐν τῇ ὑγείᾳ, ὡς ἐν ὑποκειμένῳ ὡς τὸ συμβεβηκὸς ἐν οὐσίᾳ. εἴποι δ’ ἄν τις τὸ γένος ἐν εἴδει ἢ τὸ εἶδος ἐν γένει ὡς τὸ ὅλον ἐν μέρεσιν ἢ ὡς τὰ μέρη ἐν ὅλῳ θεωρεῖσθαι· φαμὲν οὖν πρὸς τοῦτο ὅτι οὐ γὰρ τὸ ὅλον ἐκτὸς τῶν οἰκείων πάντων μερῶν σώζεται,1 τὸ δὲ γένος καὶ ἑνὸς εἴδους ἢ ἑνὸς ἀτόμου σωζομένου σώζεται· ὁ γὰρ Σωκράτης καὶ Σωκράτης ἐστὶ καὶ ἄνθρωπος καὶ ζῷον· ὥστε δῆλον ὅτι τὸ μὲν ἓν μέρος οὐ πληροῖ τὸ ὅλον, τὸ δὲ ἓν εἶδος πληροῖ τὸ γένος. Σαφηνίσας δὲ ἡμῖν ὁ φιλόσοφος τὸ μερικὸν συμβεβηκὸς παραδίδωσιν ἡμῖν παράδειγμα τοῦ καθόλου συμβεβηκότος καί φησι τὰ δὲ καθ’ ὑποκειμένου τε λέγεται καὶ ἐν ὑποκειμένῳ ἐστί. παραδοὺς δὲ παραδείγματα τῶν τε καθόλου καὶ τῶν μερικῶν συμβεβηκότων νῦν μέτεισιν ἐπὶ τὸ παράδειγμα τῆς μερικῆς οὐσίας λέγων τὰ δὲ οὔτε ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ’ ὑποκειμένου λέγεται. παρεισφέρει δὲ καὶ τὸ θεώρημα τοῦτο ἁπλῶς δὲ τὰ ἄτομα καὶ ἓν ἀριθμῷ κατ’ οὐδενὸς ὑποκειμένου λέγεται, βουλόμενος δι’ αὐτοῦ δεῖξαι ὅτι οὐδὲν τῶν ἀτόμων τῶν τε συμβεβηκότων καὶ τῶν οὐσιῶν κατά τινος κατηγορεῖται. ἔτι μὴν διορίζει αὐτὸ καὶ διαχωρίζει τὰ συμβεβηκότα ἄτομα τῶν ἀτόμων τῶν αὐθυποστάτων. τὸ δὲ ἁπλῶς τριχῶς λέγεται· ἢ γὰρ κυρίως ἢ μοναχῶς ἢ καθόλου. τῷ οὖν σημαινομένῳ καθόλου ἐχρήσατο ἐνταῦθα· λέγει γὰρ ‘καθόλου τὰ ἄτομα καὶ ἓν ἀριθμῷ’. ὁσαχῶς δὲ τὸ ἄτομον λέγεται, κατὰ πλάτος ἐγράφομεν ἐν τῇ Εἰσαγωγῇ Πορφυρίου. περὶ δὲ τοῦ ποσαχῶς τὸ ἓν λέγεται ἤδη ἐροῦμεν· πολλαχῶς γὰρ καὶ αὐτό· ἢ γὰρ τῷ εἴδει ἕν, ὡς Σωκράτην καὶ Πλάτωνα ἕνα τῷ εἴδει λέγομεν καθὸ ἀνθρώπους, ἢ τῷ γένει ἕν, ὡς ὅταν λέγωμεν ἄνθρωπον καὶ βοῦν καὶ ἵππον τῷ γένει ἓν καθὸ ζῷα, ἢ τῷ ἀριθμῷ, ὡς ὅταν λέγωμεν Πλάτωνα ἕνα εἶναι, λέγεται δὲ καὶ τὸ ἓν ἄτομον, ὅπερ αὐτὸς σαφηνείας ἕνεκεν λέγων φησὶ τὸ ἕν. τὰ ἄτομα οὖν τὰ ἓν ὄντα τῷ ἀριθμῷ οὐδέποτε μὲν κατά τινος ὑποκειμένου λέγεται, εὑρίσκονται δὲ πολλάκις ἐν ὑποκειμένῳ ὡς τὸ τὶ λευκὸν ἐν σώματι. διὰ τοῦτο οὖν προσέθηκεν τὸ οὐδὲν κωλύει, ἐπειδὴ οὐ πάντα ἐν ὑποκειμένῳ ὑπάρχει· ὁ γὰρ Σωκράτης οὐκ ἔστιν ἐν ὑποκειμένῳ, ἡ δὲ τὶς γραμματική, καθώς φησι καὶ αὐτός, ἐν ὑποκειμένῳ ἐστὶ τῇ ψυχῇ. καὶ καθόλου εἰπεῖν, τὰ τῷ ἀριθμῷ ἓν οὐσίαι μὴ ὄντα2 κατ’ οὐδενὸς ὑποκειμένου λέγεται, ἐν ὑποκειμένῳ δέ ἐστιν.
正如前面已经说过的,“在某物中”有十一种说法:在时间中(因为特洛伊战争或伯罗奔尼撒战争发生在某个时间中);在处所中(因为我们说苏格拉底在处所中,例如在吕克昂);在容器中(因为我们说酒在陶罐中;在处所中与在容器中不同,因为容器是可移动的处所,而处所是不可移动的容器);如部分在整体中,像手指在手中,或手在整个身体中;如整体在部分中(因为我们说整个人是在各部分中被观察到的,而不是在单个部分中);如种在属中,像人在动物中;如属在种中,像动物在人中;如下属的事物在统治者中(因为我们说这件事情在[掌握在]这位统治者中);如形式在质料中,像人的形式在质料中,或三角形或四方形的形状在青铜中;如在目的中,像[我们说]医术在健康中;如在基底中,像偶性在实体中。但有人可能会说,属在种中或种在属中,是被当作整体在部分中或部分在整体中来观察的。对此我们回答说:这是因为整体脱离了其所有固有的部分就无法得以存续,而属即使仅存续一个种或一个个体也能得以存续(因为苏格拉底既是苏格拉底,又是人,也是动物);因此显然,一个部分并不填满整体,但一个种却充实了属。 哲学家向我们阐明了个别偶性之后,又向我们给出了普遍偶性的例证,并说“有些事物既对基底述说,又在基底之中”。在给出了普遍偶性与个别偶性的例证之后,他现在转向个别实体的例证,说“有些事物既不在基底之中,也不对基底述说”。他还附带提出了这一命题:“简言之,个体以及数目上为一的事物,不对任何基底述说”,他意在借此表明,无论偶性的个体还是实体的个体,都绝不对任何事物作述谓。此外,他还对此加以限定,并将偶性个体与自立的个体区分开来。 “简言之”有三种说法:或者指本义上,或者指唯独地,或者指普遍地。因此他在这里使用了“普遍地”这个含义;因为他说的是“普遍地,个体以及数目上为一的事物”。至于“个体”有几种说法,我们在波菲利的《引论》中已有详述。而关于“一”有几种说法,我们现在就来说;因为这本身也有多种说法:或在种上为一,如我们说苏格拉底和柏拉图就其为人而言在种上为一;或在属上为一,如我们说人、牛和马就其为动物而言在属上为一;或在数目上为一,如我们说柏拉图是一个。 “一”也被称为个体,他自己为了清晰起见而述说这一点时,便说“一”。因此,数目上为一的个体绝不对任何基底述说,但它们往往被发现在基底之中,如某种个别的白在身体中。由此,他加上了“并不妨碍”,因为并非所有事物都存在于基底之中;因为苏格拉底不在基底之中,而正如他自己所说,某种个别的语法知识则在基底之中,即在灵魂中。总括而言,数目上为一但不是实体的事物,不对任何基底述说,而是在基底之中。
- 1.15οὐ γὰρ τὸ ὅλον ἐκτὸς τῶν οἰκείων πάντων μερῶν σώζεται
紧跟在引导回答的 ὅτι 之后的 γάρ 是说明理由的连词,直接给出驳斥前述异议(将属种关系等同于部分与整体关系)的依据。主语是 τὸ ὅλον,谓语动词是 σώζεται,意为“整体脱离了其自身一切固有的部分便无法存续”。
- 1.15τὰ τῷ ἀριθμῷ ἓν οὐσίαι μὴ ὄντα
τὰ τῷ ἀριθμῷ ἕν 是主语短语,οὐσίαι μὴ ὄντα 是带有条件或让步意味的否定分词短语(“若非实体”/“在不是实体的情况下”),用于限定主语。此限定将个别实体(如苏格拉底)排除在外,特指个别偶性,从而使后继的谓语“不对任何基底述说,而是在基底之中”得以成立。
